← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§13.31-15.14

依前提性条件与对冗余及缺失论证的批判

亚历山大考察了亚里士多德推论定义中“由于所设定的前提”这一条件,列举冗余前提、非固有结论、伊壁鸠鲁关于死亡的论证以及斯多亚派的无方法言论,批评并分析了全称前提的省略与前提的割裂现象。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.2#5

εἰ γὰρ ἐκ τῶν ‘πᾶν δίκαιον καλόν, πᾶν καλὸν ἀγαθόν’ συνάγεται τὸ ‘πᾶν δίκαιον ἀγαθόν’, περιττὸν τὸ πρὸς τὴν τοῦ αὐτοῦ δεῖξιν προστιθέναι τὸ ‘πᾶν ἀγαθὸν δι’ αὐτὸ αἱρετόν’ ἢ εἴ τι ἄλλο. ἀλλ’ οὐδὲ ἐν οἷς μὴ τὸ οἰκεῖον συμπέρασμα ἐπιφέρεται, ἄλλο δέ τι ἑπόμενον ἐκείνῳ ἢ συμβεβηκός, οὐδ’ οὗτοι συλλογισμοί·1 οὐ γὰρ διὰ τῶν κειμένων. οἷον εἰ λαβών τις τὴν ἡδονὴν κατὰ φύσιν καὶ τὸ κατὰ φύσιν αἱρετὸν συμπεραίνοιτο τὴν ἡδονὴν ἀγαθὸν εἶναι· οὐ γὰρ τοῦτο δείκνυται ἐκ τῶν κειμένων, εἰ καὶ ἕπεται ἐξ ἀνάγκης τῷ συναγομένῳ. τοιοῦτος καὶ ὁ περὶ τοῦ θανάτου ὑπὸ Ἐπικούρου λόγος εἰρημένος· οὐ γὰρ ἐκ τῶν λεγουσῶν προτάσεων ‘τὸ διαλυθὲν ἀναισθητεῖ, τὸ ἀναισθητοῦν οὐδὲν πρὸς ἡμᾶς’ συνάγεται τὸ ‘ὁ θάνατος οὐδὲν πρὸς ἡμᾶς’, ὡς αὐτὸς ἡγεῖται, ἀλλ’ ὅτι τὸ διαλυθὲν οὐδὲν πρὸς ἡμᾶς. ἀλλ’ οὐδὲ ὁ θάνατος τὸ διαλυθέν ἐστιν ἀλλὰ διάλυσις· οὐκ ἔδωκε δὲ ὁ δοὺς τὸ διαλυθὲν ἀναισθητεῖν τὸ καὶ τὴν διάλυσιν γίνεσθαι ἀναισθήτως· οὐ γὰρ ἡ διάλυσις τῷ ζῴῳ, ἥτις ἐστὶ τὸ ἀποθνήσκειν, ἀναίσθητος. διὸ πρὸς ἡμᾶς τὸ ἀποθνήσκειν καὶ τὸ μὴ τεθνηκέναι, εἰ καὶ μὴ τὸ ἀποθνήσκειν ἀεί.2 διὸ καὶ διττὸς ὁ θάνατος· ἢ γὰρ ὁ γεγονὼς ἢ ὁ γινόμενος. ὁ μὲν γὰρ γεγονὼς οὐκ ἂν εἴη πρὸς ἡμᾶς, ὁ δὲ γινόμενος πρὸς ἡμᾶς· τοῦτον δὲ καὶ φοβούμεθα. ἀλλ’ οὐδὲ ἐν οἷς λόγοις μηδεμία πρότασις εἴληπται καθόλου, οὐδὲ οὗτοι συλλογισμοί· καὶ γὰρ ἐν τούτοις τὸ δεικνύμενον οὐ διὰ τῶν κειμένων δείκνυται ἀλλὰ διὰ τὴν καθόλου πρότασιν τὴν παρειμένην. τοιοῦτοι δέ εἰσι λόγοι καὶ οἱ ὑπὸ τῶν ἀπὸ τῆς Στοᾶς λεγόμενοι ἀμεθόδως περαίνοντες.3 οὐ γάρ, εἰ τὸ Α ἴσον τῷ Β, ὁμοίως δὲ καὶ τῷ Β τὸ Γ ἴσον, διὰ τοῦτο καὶ τὸ Α τῷ Γ ἴσον ἂν εἴη δεδειγμένον συλλογιστικῶς· οὐ γὰρ διὰ τῶν κειμένων τὸ ἀναγκαῖον· ἕπεται γὰρ τοῖς κειμένοις τοῦτο διὰ τὸ ἀληθὲς εἶναι τὸ καθόλου τὸ τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις εἶναι ἴσα. διὸ ἐκείνου τε κειμένου καὶ τοῦ διῃρημένου τούτου συντεθέντος καὶ συναχθέντος εἰς μίαν πρότασιν4 τὴν ‘τὸ δὲ Α καὶ Γ τῷ αὐτῷ, τῷ Β, ἴσα ἐστίν’ συνάγεται συλλογιστικῶς ἤδη καὶ τὸ Α τῷ Γ ἴσον εἶναι. τοιοῦτον καὶ τὸ λέγειν ‘ἡμέρα ἐστίν· ἀλλὰ καὶ σὺ λέγεις ὡς ἡμέρα ἐστίν· ἀληθεύεις ἄρα’· ἕπεται μὲν γὰρ καὶ ἐνταῦθα τοῖς κειμένοις τὸ ἐπενεχθέν, οὐ μὴν διὰ ταῦτα τὸ ἀναγκαῖον ἀλλὰ διὰ τὸ καθόλου ἀληθὲς εἶναι τὸ ‘πᾶς ὁ ἡμέρας οὔσης ἡμέραν εἶναι λέγων ἀληθεύει’. τούτου γὰρ ληφθέντος, ἂν συνέλῃ τις τὰ κείμενα εἰς μίαν πρότασιν τὴν ‘σὺ δὲ ἡμέρας οὔσης λέγεις ἡμέραν εἶναι’, συλλογιστικῶς συνάξει τὸ ‘σὺ ἄρα ἀληθεύεις’. ἐν πᾶσι γὰρ τοῖς τοιούτοις λόγοις τὸ μὲν καθόλου ἀληθὲς ὂν παραλέλειπται, ἡ δὲ ἑτέρα πρότασις εἰς δύο διαιρεῖται ἢ καὶ πλείω, ὡς ἐπὶ τοῦδε τοῦ λόγου ‘ὁ νόμος ἀνομίᾳ ἐναντίον· ἀλλὰ καὶ ὁ νόμος οὐ κακόν· ἀλλὰ καὶ ἡ ἀνομία κακόν· ἀγαθὸν ἄρα ὁ νόμος’. ἐν γὰρ τούτῳ παρεῖται μὲν τὸ καθόλου ὂν τοιοῦτον ‘ὃ μὴ ὂν κακὸν ἐναντίον ἐστὶ κακῷ, ἀγαθόν ἐστι’, διῄρηται δὲ εἰς τρία ἡ πρότασις ἡ ἑτέρα ἔχουσα οὕτως ‘ὁ δὲ νόμος οὐκ ὂν κακὸν κακῷ οὔσῃ τῇ ἀνομίᾳ ἐναντίος ἐστί’· ταύτης γὰρ μέρη τό τε ‘ὁ νόμος ἀνομίᾳ ἐναντίον’ καὶ τὸ ‘ἀλλὰ καὶ ὁ νόμος οὐ κακόν’ καὶ ἔτι τὸ ‘ἀλλὰ καὶ ἡ ἀνομία κακόν’. ἐκ γὰρ τῶν προειρημένων δύο προτάσεων συλλογιστικῶς συνάγεται τὸ ἀγαθὸν εἶναι τὸν νόμον, ἀλλ’ οὐ καὶ ἐκ τῆς μιᾶς τῆς εἰς τρία διῃρημένης.

因为如果由“凡正义的皆高尚,凡高尚的皆善”能推导出“凡正义的皆善”,那么为了证明同一结论而附加“凡善的皆因其自身值得欲求”或诸如此类的命题就是多余的。但那些没有引出固有结论,而是引出了伴随该结论出现的其他事物或其偶性结论的言论,同样也不是推论;因为它们并非由于所设定的前提。例如,某人如果设定了快感合乎自然且合乎自然的事物值得欲求,进而推论出快感是善的;因为即使这必然伴随被推导出的事物出现,但这并不是从所设定的前提中证明出来的。伊壁鸠鲁所说的关于死亡的言论也是如此;因为并非像他自己所认为的那样,由“已解体者缺乏感觉,缺乏感觉者对我们毫无关系”这两道命题推导出“死亡对我们毫无关系”,而是推导出已解体者对我们毫无关系。况且,死亡并非已解体者,而是解体本身;承认已解体者缺乏感觉的人,并未承认解体本身也是无感觉地发生的;因为对于动物而言,作为垂死的解体本身并非无感觉的。因此,即使垂死不会永远持续,垂死,即尚未死绝的状态,是对我们有关系的。因此死亡也是双重的:要么是已成过去的,要么是正在发生的。已成过去的死亡固然对我们毫无关系,但正在发生的死亡却对我们有关系;而这也正是我们所恐惧的。另一方面,在没有采纳任何全称命题的言论中,这些言论同样不是推论;因为在这些言论中,被证明的事物并不是由于所设定的前提而被证明的,而是由于被省略的全称命题而被证明的。被斯多亚派称为无方法而得出结论的言论也是如此。因为如果Α等于Β,并且同样地Γ也等于Β,并不因此就推论性地证明了Α等于Γ;因为必然性并非由于所设定的前提;这个结论之所以伴随所设定的前提出现,乃是因为“等于同一样事物的事物彼此也相等”这一全称命题是真实的。因此,当那道命题被设定,并且这道被分割的命题被组合并归结为“而Α和Γ等于同一样事物即Β”这一单一命题时,便已推论性地推导出Α等于Γ。说“现在是白天;而你也说现在是白天;因此你说的是真话”也是如此;因为在此处引出的结论虽然也伴随所设定的前提出现,然而必然性并非由于这些前提,而是由于“凡在白天时说现在是白天的人都说真话”这一全称命题是真实的。因为一旦采纳了此命题,若有人将所设定的前提归结为“而你在白天时说现在是白天”这一单一命题,便会推论性地推导出“因此你说的是真话”。因为在所有此类言论中,虽然全称命题是真实的却被省略了,而另一命题则被分割为两道甚至更多道,正如在这道言论中一样:“法律与不法对立;而且法律不是恶;而且不法是恶;因此法律是善”。因为在这道言论中,省略了诸如“非恶而与恶对立者是善”这样的全称命题,而形式为“法律非恶而与作为恶的不法对立”的另一命题则被分割为三部分;因为“法律与不法对立”、“而且法律不是恶”以及“而且不法是恶”乃是这一命题的组成部分。因为法律是善乃是由前述的两道命题推论性地推导出来的,而不是由被分割为三部分的这一道命题推导出来的。

语法注4 条
  1. 1.2ἀλλ’ οὐδὲ ἐν οἷς μὴ τὸ οἰκεῖον συμπέρασμα ἐπιφέρεται, ἄλλο δέ τι ἑπόμενον ἐκείνῳ ἢ συμβεβηκός, οὐδ’ οὗτοι συλλογισμοί

    关系从句 ἐν οἷς ... ἐπιφέρεται 在主句中由指示代词主语 οὗτοι(这些言论)承接,并与表语名词 συλλογισμοί 结合。οὐδὲ ... οὐδʼ οὗτοι 构成“在……之中的言论同样不是推论”的呼应关系。

  2. 1.2διὸ πρὸς ἡμᾶς τὸ ἀποθνήσκειν καὶ τὸ μὴ τεθνηκέναι, εἰ καὶ μὴ τὸ ἀποθνήσκειν ἀεί

    主句系动词 ἐστί 被省略。τὸ μὴ τεθνηκέναι(尚未死绝的状态)作为同位语用来阐释作为正在进行过程的 τὸ ἀποθνήσκειν(垂死)。在让步从句 εἰ καὶ μὴ τὸ ἀποθνήσκειν ἀεί 中,谓语动词亦被省略。

  3. 1.2ἀμεθόδως περαίνοντες

    现在分词 περαίνοντες 作定语修饰 οἱ λόγοι,属于斯多亚派逻辑学的术语表达,指不经由标准推论格式而得出结论的“无方法而得出结论的言论”。

  4. 1.2ἐκείνου τε κειμένου καὶ τοῦ διῃρημένου τούτου συντεθέντος καὶ συναχθέντος εἰς μίαν πρότασιν

    此处连接了两个属格绝对结构:ἐκείνου κειμένου(那一全称命题被设定时)与 τοῦ διῃρημένου τούτου συντεθέντος καὶ συναχθέντος(这道被分割的命题被组合并归结时),共同作为主句主动词 συνάγεται 的条件或时间从属结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:13.31-15.14