← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§148.10-149.17

通过辨析同名异义词的多重含义反驳无限定命题

亚历山大注释了《论题篇》第8卷第2章(110a23)中关于同名异义词的论题,阐明在论敌毫无限定地设定命题时,应当如何在心中辨析其多重含义,并借助其中一种(或全部)含义来反驳该命题,并以“感知”、“应当”、“德性”及“从事哲学”为例作了详细论述。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.11#1

" Ἔτι ἐὰν πολλαχῶς λέγηται, κείμενον δὲ ᾖ ὡς ὑπάρχει ἢ ὡς οὐχ ὑπάρχει." Οἱ τρεῖς τόποι, οὗτός τε καὶ οἱ μετὰ τοῦτον δύο, τὴν ἀφορμὴν τῆς ἐπιχειρήσεως ἀπὸ τῶν πολλαχῶς λεγομένων λαμβάνουσιν, ὧν ὁ πρῶτος ἀπὸ τῶν ὁμωνύμων. ἂν γὰρ ᾖ τὸ συμβεβηκέναι καὶ ὑπάρχειν τινὶ ἢ μὴ ὑπάρχειν τιθέμενον ἁπλῶς τε καὶ χωρὶς διορισμοῦ, φησὶ δεῖν διελομένους αὐτὸ παρ’ ἑαυτοῖς (παρέδωκε δ’ ἡμῖν τόπους ἐν τῷ πρὸ τούτου δι’ ὧν γνωρίζειν οἷοί τε ἐσόμεθα τὰ πολλαχῶς λεγόμενα καὶ διαιρεῖσθαι), εἰ μὴ ἐπὶ πάντων τῶν σημαινομένων δυναίμεθα δεικνύναι1 τὸ ἀντικείμενον τῷ τιθεμένῳ, ἐπὶ τινὸς αὐτῶν, ἐφ’ οὗ μὴ οὕτως ἔχει, δεικνύναι· δείξαντες γὰρ ἐπὶ τούτου ἀνεσκευακέναι δόξομεν τὸ κείμενον διὰ τὸ λανθάνειν τὴν ὁμωνυμίαν καὶ ὡς ἁπλῶς λεγόμενον τὸ κείμενον εἰρῆσθαι. οἷον εἰ τιθείη τις ὅτι ὁ κοιμώμενος οὐκ αἰσθάνεται, χρὴ διελομένους παρ’ ἑαυτοῖς τὸ αἰσθάνεσθαι εἴς τε τὸ κατ’ ἐνέργειαν καὶ κατὰ δύναμιν δεικνύναι ὅτι ὁ κοιμώμενος αἰσθάνεται· αἰσθάνεσθαι γὰρ λέγονται οἱ δύναμιν τοῦ αἰσθάνεσθαι ἔχοντες. πάλιν ἂν ᾖ κείμενον ὅτι τὸν σπουδαῖον δέον ἐστὶ πολιτεύεσθαι, χρὴ διελομένους τὸ δέον παρ’ ἑαυτοῖς, ὅπερ σημαίνει καὶ τὸ καλὸν καὶ τὸ συμφέρον καὶ τὸ ἀναγκαῖον, τὸ μὲν ἀναγκαῖον, ὅταν λέγωμεν πᾶν τὸ γενόμενον δέον εἶναι φθαρῆναι, τὸ δὲ συμφέρον, ὅταν λέγωμεν δέον εἶναι περιπάτοις χρῆσθαι ἢ διαίτῃ τοιαύτῃ, τὸ δὲ καλόν, ὅταν λέγωμεν δέον εἶναι τὰ δίκαια ποιεῖν ἢ πείθεσθαι τοῖς νόμοις ἢ τοῖς γονεῦσι, τοσαῦτα οὖν σημαίνοντος αὐτοῦ, δεικνύντας μέν, ὅτι μὴ συμφέρει τὸ πολιτεύεσθαι τῷ σπουδαίῳ ἢ ὅτι μὴ ἀναγκαῖόν ἐστιν αὐτῷ πολιτεύεσθαι, ἀναιρεῖν τὸ κείμενον ὡς ταῦτα σημαίνοντος τοῦ δέοντος.2 ἀλλὰ κἂν λέγῃ τις μὴ δέον εἶναι τὸ πολιτεύεσθαι τῷ σπουδαίῳ, δείξαντες ὅτι καλόν (τὸ γὰρ ἐπαρκεῖν καὶ βοηθεῖν τῇ πατρίδι καὶ τὰ ἄριστα συμβουλεύειν καλόν· τὸ δὲ δέον τοῦτο σημαίνει), ἀναιροίημεν ἂν τὸ κείμενον. πάλιν τιθεμένου τινὸς ἀντακολουθεῖν τὰς ἀρετὰς ἢ μὴ ἀντακολουθεῖν, διελόμενοι τὴν ἀρετὴν παρ’ αὐτοῖς καὶ λαβόντες τήν τε φυσικὴν καὶ τὴν κατὰ λόγον, ἐπὶ μὲν τῶν φυσικῶν δεικνύντες, ὅτι μὴ ἀντακολουθοῦσιν, ἀναιρήσομεν τὸ ἀντακολουθεῖν τὰς ἀρετάς· ἐπὶ δὲ τῶν κατὰ λόγον δείξαντες ἀντακολουθούσας ἀναιρήσομεν τὸ μὴ ἀντακολουθεῖν. τῷ γὰρ λανθάνειν, ὅτι πολλαχῶς λέγεται, δοκεῖ τὸ λεγόμενον ἐπὶ τῆς αὐτῆς φύσεως λέγεσθαι, ἐφ’ ἧς ἐλέγετο καὶ τὸ κείμενον ἐν τῷ προβλήματι· διὸ καὶ πιστεύεται ἀναιρετικὸν αὐτὸ εἶναι. ἔστι δὲ ἐφ’ ὧν καὶ πάντα τὰ σημαινόμενα λαμβάνοντας ἔστιν ἐπὶ πάντων αὐτῶν ἀνασκευάζειν τὸ κείμενον· οἷον εἰ λέγοι τις ὅτι μὴ χρὴ φιλοσοφεῖν, ἐπεὶ φιλοσοφεῖν λέγεται καὶ τὸ ζητεῖν αὐτὸ τοῦτο, εἴτε χρὴ φιλοσοφεῖν εἴτε καὶ μή, ὡς εἶπεν αὐτὸς ἐν τῷ Προτρεπτικῷ, ἀλλὰ καὶ τὸ τὴν φιλόσοφον θεωρίαν μετιέναι, ἑκάτερον αὐτῶν δείξαντες οἰκεῖον τῷ ἀνθρώπῳ πανταχόθεν ἀναιρήσομεν τὸ τιθέμενον. ἐπὶ μὲν οὖν τούτου κατ’ ἄμφω ἐνδέχεται δείκνυσθαι τὸ προκείμενον· ἐπὶ δὲ τῶν πρώτων παραδειγμάτων οὐκ ἐκ πάντων ἢ ἑκατέρου ἀλλὰ ἢ ἐκ 〈τινὸς ἢ ἐκ〉 τινῶν.3

“此外,若某事在多种意义上被述说,却被设定为属于或不属于。” 这三个论题——无论是这一个还是其后的两个——都是从在多种意义上被述说的事物中获取论证的契机,其中第一个是从同名异义的事物出发的。因为他说,如果作为偶性存在、即属于某物或不属于某物是被无条件且毫无限定地设定的,那么人们应当自己在心中将其区分开(他在前一卷中已向我们传授了诸论题,通过它们我们将能够认识并区分在多种意义上被述说的事物),即便我们不能在所有被表示的意义上都证明出与被设定者相反的情况,也应当在其中并非如此的某一特定意义上予以证明;因为若在这一意义上证明了这一点,由于同名异义性未被察觉,且所设定的命题是被当作无条件述说的事情来说出的,我们就会被认为已经反驳了所设定的命题。例如,如果有人设定正在睡觉的人不感知,就应当自己在心中将感知区分为现实上的感知和潜能上的感知,并证明正在睡觉的人感知;因为拥有感知潜能的人也被称为感知。再者,若所设定的是有德之士应当从政,就应当自己在心中区分“应当”,它既表示高尚,也表示有益,还表示必然:所谓必然,是在我们说凡生成之物都应当毁灭时所指的;所谓有益,是在我们说应当散步或采取某种饮食调养时所指的;所谓高尚,是在我们说应当行正义之事或服从法律与父母时所指的。因此,既然该词表示如此多的含义,通过证明从政对有德之士而言并不有益,或者证明从政对他而言并非必然,便可以基于“应当”表示这些含义来推翻所设定的命题。但即便有人主张有德之士不应当从政,如果我们证明这是高尚的(因为援助并襄救祖国、提出最优良的建言是高尚的,而“应当”就表示这一点),我们就能推翻所设定的命题。又如,在有人设定诸德性相互蕴涵或并不相互蕴涵时,我们在心中区分德性,并取自然德性与依从理性的德性这二者,在自然德性上通过证明它们并不相互蕴涵,我们将反驳德性相互蕴涵的论点;在依从理性的德性上通过证明它们相互蕴涵,我们将反驳德性不相互蕴涵的论点。因为由于未察觉它是以多种方式述说的,所说之话看起来就像是在针对与问题中所设定的命题所针对的同一本性而说的;因此人们也相信它是具有反驳效力的。但在某些情况下,人们也可以取尽所有被表示的意义,而在所有这些意义上反驳所设定的命题;例如,若有人说不应当从事哲学,由于正如他自己在《劝勉篇》中所说的那样,“从事哲学”既指探究这件事情本身——即应当从事哲学还是不应当——也指从事哲学的观相活动,只要我们证明这两者各自对人而言都是相契合的,我们就会从各个方面推翻所设定的命题。因此,在这一例子中,所提出的论题可以按照两种意义都被证明;但在前面的例子中,则不是根据全部意义或两种意义,而是要么根据某一个意义,要么根据某些意义。

语法注3 条
  1. 2.11φησὶ δεῖν διελομένους αὐτὸ παρ’ ἑαυτοῖς ... δεικνύναι

    这是一个双重不定式结构,主述动词 φησί 支配非人称动词 δεῖν,而 δεῖν 进而支配不定式 δεικνύναι。宾格分词 διελομένους(与不定式的逻辑主语一致)由于其间的插入句(παρέδωκε δ’ ...)以及从属条件句(εἰ μὴ ... δυναίμεθα),与受支配的不定式 δεικνύναι 之间产生了长距离的分离。

  2. 2.11ὡς ταῦτα σημαίνοντος τοῦ δέοντος

    由 ὡς 引导的属格绝对结构,表达反驳所依据的主观前提或设想:即在“应当”(τὸ δέον)表示这些含义(有益或必然)的前提下,去推翻所设定的命题。

  3. 2.11οὐκ ἐκ πάντων ἢ ἑκατέρου ἀλλὰ ἢ ἐκ 〈τινὸς ἢ ἐκ〉 τινῶν

    在 οὐκ ... ἀλλὰ ... 的对比结构中,前半部分对 πάντων(指三者及以上之全部意义)与 ἑκατέρου(指二者之双方意义)的否定,在后半部分与通过校勘补出的单数 τινός(某一特定意义)及复数 τινῶν(某些意义)形成对称。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:148.10-149.17