- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:138.1-139.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大解释了亚里士多德在109b13中提出的用于检验全称属性的划分论题,详述了从更切近的高位种逐步下降到不可分之种的步骤,并以对立者的知识及动物呼吸为例展示了反驳的运用。
" Ἄλλος τὸ ἐπιβλέπειν οἷς ὑπάρχειν ἢ πᾶσιν ἢ μηδενὶ εἴρηται." Καὶ οὗτος ὁ τόπος παραγγελματικός. ἐκ διαιρέσεως δὲ τὴν ἐπιχείρησιν λαμβάνει· δεῖν γάρ φησι προβληθέντος τινὸς καὶ προτεθέντος ἢ καθόλου καταφατικοῦ ἢ καθόλου ἀποφατικοῦ διαίρεσιν ποιεῖσθαι τούτων οἷς ἢ πᾶσι τίθεταί τι συμβεβηκέναι καὶ ὑπάρχειν ἢ μηδενί, καὶ ἐφ’ ἑκάστου αὐτῶν ἰδίᾳ ἐπιβλέπειν εἰ ὑπάρχει αὐτοῖς τὸ κείμενον ἐν τῷ προβλήματι ὑπάρχειν. ἄν τε γὰρ ἐπὶ τινὸς αὐτῶν εὕρωμεν τὸ καθόλου κείμενον ὑπάρχειν μὴ ὑπάρχον, ἄν τε ἐπὶ πάντων, ἀνῃρηκότες ἐσόμεθα τὸ καθόλου καταφατικόν· ἀναιρεῖται γὰρ τὸ καθόλου καταφατικὸν καὶ ὑπὸ τοῦ ἐπὶ μέρους ἀποφατικοῦ καὶ ὑπὸ τοῦ καθόλου. ὑπογράφει δὲ καὶ τὸν τρόπον καθ’ ὃν δεῖ τὴν διαίρεσιν ποιεῖσθαι τοῦ προκειμένου. εἰς γὰρ τὰ κοινότερα καὶ προσεχέστερα εἴδη φησὶ πρῶτα δεῖν ποιεῖσθαι τὴν διαίρεσιν· εἶτ’ ἐὰν μηδέπω ἐν τούτοις ᾖ γνώριμον τὸ ζητούμενον, ἕκαστον αὐτῶν πάλιν λέγει δεῖν διαιρεῖν εἰς τὰ ὑπ’ αὐτὸ πρῶτον καὶ ἐπισκεπτέον· καὶ ἐὰν μηδ’ οὕτως ᾖ γνώριμον, πάλιν καὶ ἐπὶ τῆς τούτων διαιρέσεως τὰ κοινότερα καὶ προσεχῆ λαμβάνοντας, εἶθ’ οὕτως ἐπὶ τὰ ἄτομα κατιόντας τὸ αὐτὸ ποιεῖν. ὁδῷ γὰρ οὕτως ἡ διαίρεσις ἔσται καὶ διακεκριμένη καὶ οὐ πεφυρμένη, καὶ οὐχ ἅμα ἐν πᾶσιν ἡ ζήτησις ἀλλὰ κατ’ ἐλάττω καὶ ὡρισμένα· οὕτω τε οὐδὲν ἂν τῶν ὀφειλόντων διαιρεθῆναί τε καὶ ζητηθῆναι παραλείποιτο λαθόν. οἷον εἰ λέγοι τις πάντων τῶν ἀντικειμένων τὴν αὐτὴν ἐπιστήμην εἶναι, χρὴ τὰ ἀντικείμενα διαιρεῖσθαι, ἐπεὶ πλεοναχῶς λέγεται, διαιρούμενον δὲ μὴ εὐθέως εἰς τὰ ἄτομα ποιεῖσθαι τὴν διαίρεσιν (ἄτομα δὲ τὰ εἴδη ἂν λέγοι),1 οἷον μὴ εἰς λευκὸν καὶ μέλαν καὶ διπλάσιον καὶ ἥμισυ, ἀλλ’ ἐπεὶ τετραχῶς τὰ ἀντικείμενα, εἰς ταῦτα πρῶτα χρὴ διελομένους τὰ ἀντικείμενα ἐφ’ ἑκάστου αὐτῶν ὁρᾶν2 εἰ τὸ λεγόμενον ἀληθές· κἂν μήπω φαίνηταί τι ἀντιπῖπτον, πάλιν διαιρεῖν ἕκαστον αὐτῶν, τὰ ἐναντία χωρὶς εἰς τὰ ἄτομα εἴδη τοῦ ἐναντίου, καὶ πάλιν κατ’ ἰδίαν τὰ πρός τι, καὶ ὁμοίως τὰ κατὰ στέρησιν καὶ ἕξιν καὶ τὰ κατὰ ἀντίφασιν. παραδείγματα δὲ παρέθετο τῆς μὲν τῶν ἐναντίων διαιρέσεως τὰ δίκαια καὶ ἄδικα, τῆς δὲ τῶν πρός τι τὸ διπλάσιον καὶ ἥμισυ, τῶν δὲ κατὰ ἕξιν καὶ στέρησιν τυφλότητα καὶ ὄψιν, τῶν δὲ κατ’ ἀντίφασιν τὸ εἶναι καὶ μὴ εἶναι. κἂν ἐπὶ τινὸς αὐτῶν εὕρωμεν μὴ οὕτως ἔχον, δείξαντες τοῦτο ἀνεσκευακότες ἐσόμεθα τὸ πάντων τῶν ἀντικειμένων εἶναι τὴν αὐτὴν ἐπιστήμην· οἷον ἐπεὶ ἀπείρου οὐκ ἔστιν ἐπιστήμη, ἀντίκειται δὲ τὸ ἄπειρον τῷ πεπερασμένῳ ἢ ὡς ἐναντίον ἢ ὡς ἕξις καὶ στέρησις καὶ ἔστι τούτου ἐπιστήμη, οὐκ ἂν εἴη αὐτῶν ἡ αὐτὴ ἐπιστήμη. ἀλλὰ καὶ εἰ τοῦ μὴ ὄντος λάβοιμεν τὸ μὴ εἶναι ἐπιστήμην, ἐπεὶ ἀντίκειται ὡς κατάφασις καὶ ἀπόφασις τὸ ὂν καὶ τὸ μὴ ὂν καὶ ἔστι τοῦ ὄντος ἐπιστήμη τις, οὐκ ἂν εἴη αὐτῶν ἡ αὐτὴ ἐπιστήμη. ἀλλ’ οὐδὲ τοῦ γνωστοῦ καὶ ἀγνώστου ὄντων ἀντικειμένων κατὰ ἕξιν καὶ στέρησιν ἡ αὐτὴ ἐπιστήμη· τοῦ γὰρ ἀγνώστου οὐχ οἷόν τε ἐπιστήμην εἶναι. ἀλλ’ οὐδὲ ψεύδους καὶ ἀληθοῦς ὄντων ἐναντίων οὐδὲ δυνατοῦ καὶ ἀδυνάτου. ἐπὶ μέντοι τῶν πρός τι πάντων ἀνάγκη, ἂν θάτερόν τις εἰδῇ, εἰδέναι καὶ τὸ ἀντικείμενον αὐτῷ, ἐπεὶ τοῖς πρός τι τὸ εἶναι ταὐτόν ἐστι τῷ πρός τί πως ἔχειν. τούτῳ τῷ τόπῳ χρώμενοι ἀνασκευάσομεν καὶ τὸ πρόβλημα τὸ λέγον ‘πᾶν ζῷον ἀναπνεῖ’· διαιρήσομεν γὰρ τὸ ζῷον εἴς τε τὸ πτηνὸν καὶ τὸ πεζὸν καὶ τὸ ἔνυδρον καὶ πάλιν τούτων ἕκαστον, καὶ εὑρόντες ἐν μὲν τοῖς πτηνοῖς τὰ ἔντομα μὴ ἀναπνέοντα, ἐν δὲ τοῖς ἐνύδροις τοὺς ἰχθύας (οὗτοι δ’ εἰσὶν οἱ τὰ βράγχια ἔχοντες· οὐδὲν γὰρ τῶν βράγχια ἐχόντων ἀναπνεῖ), ἀνῃρηκότες ἐσόμεθα τὸ ‘πᾶν ζῷον ἀναπνεῖ’.
“另一论题是考察那些被说成或者全属于或者全不属于的主体。” 这一论题同样是指导性的。它从划分中获取论辩手段;因为他说,在提出了某个或者全称肯定或者全称否定的命题之后,必须对那些被设定为某物或者全作为偶性附随并属于或者全不属于的主体进行划分,并分别考察在它们每一者身上,命题中被设定为属于的事物是否确实属于它们。因为,无论我们发现被设定为全称属于的事物在它们中的某些事物上不属于,还是在全部事物上不属于,我们都将取消全称肯定命题;因为全称肯定命题既被特称否定命题所取消,也被全称[否定命题]所取消。他也描绘了对所讨论的事物应当如何进行划分的方式。因为他说,首先必须向着更一般、更切近的种进行划分;接着,如果在这些种当中所探求的事物仍不明显,他说必须再次将它们中的每一者划分到其直接之下的事物中并加以考察;而如果即便这样仍不明显,就要在对这些事物的划分中再次选取更一般、更切近的事物,然后以这种方式向下推进到不可分之物,并做同样的事情。因为这样一来,划分就会合乎条理、分明且不混乱,探求也不会一次性针对所有事物,而是针对较少且确定的事物;这样也就不会有任何应当被划分和探求的事物被遗漏而未被察觉。例如,如果有人说关于一切对立者具有相同的知识,就应当对对立者进行划分,因为对立者具有多种说法;但在划分时,不应当立即向不可分之物进行划分(他所谓的“不可分之物”大概是指种),例如不是划分成白与黑、两倍与一半;相反,既然对立者有四种说法,就应当首先将对立者划分到这四者之中,并在它们每一者身上观察所说的是否属实;如果还没有出现反例,就再次对它们中的每一者进行划分,将相反者单独划分到相反者的不可分之种中,并将关系者再次单独划分,同样地划分依据缺乏与具有的事物以及依据矛盾的事物。作为相反者划分的例子,他列举了正义与不正义之物;作为关系者的例子,列举了两倍与一半;作为依据具有与缺乏的事物的例子,列举了盲目与视觉;作为依据矛盾的事物的例子,列举了存在与不存在。如果我们在它们中的某些事物上发现情况并非如此,通过指明这一点,我们就将反驳了关于一切对立者具有相同知识的主张。例如,既然没有关于无限的知识,而无限或者作为相反者、或者作为具有与缺乏与有限相对立,且存在关于有限的知识,那么关于它们就不会有相同的知识。此外,如果我们设定不存在关于非存在的知识,既然存在与非存在作为肯定与否定相对立,且存在关于存在的某种知识,那么关于它们也就不会有相同的知识。对于可知者与不可知者,尽管它们是依据具有与缺乏相对立的事物,也不会有相同的知识;因为不可能存在关于不可知者的知识。对于假与真同样如此,尽管它们是相反者;对于可能与不可能也是如此。然而在一切关系者身上,如果有人认识了其中一方,必然也认识与其相对立的一方,因为对于关系者而言,存在与以某种方式相关于某物是同一回事。利用这一论题,我们也将反驳声称“一切动物都呼吸”的命题;因为我们将动物划分为有翼的、陆生的和水生的,并再次划分它们中的每一者,并且通过发现有翼动物中的昆虫不呼吸,水生动物中的鱼类(这些是具有鳃的动物;因为具鳃者全不呼吸)不呼吸,我们就会取消了“一切动物都呼吸”。
- 2.7ἄτομα δὲ τὰ εἴδη ἂν λέγοι
双重宾格结构的倒置。τὰ εἴδη 是直接宾语,ἄτομα 充当宾语补足语(谓述宾格)。省略的主语在语境中指亚里士多德,整句构成插入性说明:“他所谓的‘不可分之物’大概是指种”。
- 2.7ἀλλ’ ἐπεὶ τετραχῶς τὰ ἀντικείμενα, εἰς ταῦτα πρῶτα χρὴ διελομένους τὰ ἀντικείμενα ἐφ’ ἑκάστου αὐτῶν ὁρᾶν
由非人称动词 χρή 支配的宾格不定式结构。在原因从句 ἐπεὶ... 中省略了动词 λέγεται。在主句中,分词 διελομένους 作不定式 ὁρᾶν 的逻辑主语而取宾格,与其宾语 τὰ ἀντικείμενα 一道构成动作的前后顺序:“在首先将对立者划分到这四者之后,应当观察”。
