← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§139.19-141.3

通过主谓项划分反驳与确立全称问题

亚历山大讨论了通过对主词和谓词的划分来反驳和确立全称命题的具体事例(德性、爱欲、智者参政与党争),并解释了这一论题如何推广到反驳全称否定命题以及确立全称肯定命题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.7#2

δείξομεν δὲ καὶ ὅτι μὴ πᾶσα ἀρετὴ ἐπιστήμη διελόντες τὴν ἀρετὴν εἴς τε τὴν διανοητικὴν καὶ τὴν ἠθικὴν καὶ τὰς ἠθικὰς δείξαντες ὅτι μὴ ἔχουσιν ἐν τῇ γνώσει τὸ εἶναι. ἀλλὰ καὶ τὸ ὅτι οὐδεὶς ἔρως ἀστεῖος πρόβλημα καθόλου ὂν ἀποφατικὸν ἀνασκευάσομεν, ὅτι μὴ πᾶς ἔρως φαῦλος, διελόντες τὸν ἔρωτα εἴς τε σύντονον ὄρεξιν ἀφροδισίων, ὡς Ἐπίκουρος λέγει, ὃν οὐχ οἷόν τε ἀστεῖον εἶναι, καὶ εἰς ἐπιβολὴν φιλοποιίας διὰ κάλλος ἐμφαινόμενον, ὡς οἱ ἀπὸ τῆς Στοᾶς, ἢ ἀνάμνησιν τοῦ ποτὲ ὁραθέντος κάλλους, ὡς Πλάτων· ἀστεῖοι γὰρ οὗτοι οἱ ἔρωτες. οὐ μόνον δὲ τὸν ὑποκείμενον ὅρον ἐν τῷ προβλήματι διαιρεῖν δεῖ, ἀλλὰ πολλάκις καὶ τὸν κατηγορούμενον, ἂν οὕτως τὴν διαίρεσιν δέχηται, ὡς ἐπὶ τῶν τοιούτων προβλημάτων ‘ὁ σοφὸς οὐ πολιτεύσεται’, ‘ὁ σοφὸς στάσεως οὐ μεθέξει’. τό τε γὰρ πολιτεύεσθαι [τῷ σοφῷ] οὐχ ἁπλοῦν ὂν εἰ διαιρεθείη, κατὰ μέν τι σημαινόμενον δείξει προσῆκον ὂν τὸ πολιτεύεσθαι τῷ σοφῷ κατὰ δέ τι ἀλλότριον αὐτοῦ. ὁμοίως καὶ τὸ ‘στάσεως οὐ μετέχει’ διττόν· ἢ γὰρ ὅτι 〈οὐ〉 χρὴ νοσούσῃ τῇ πατρίδι συννοσεῖν,1 καθὼς ἠξίου Σόλων· πολιτικοῦ γὰρ τὸ μὴ ἀπάγειν αὐτὸν τῆς κοινῆς συμφορᾶς καὶ οὕτως ἂν καταπαῦσαί τι τῆς στάσεως ἴσως, εἰ φαίνοιτο συνάγων καὶ ἐν τοῖς αὐτοῖς ὤν· ἢ πάλιν ὅτι κατάρχειν οὐ χρὴ τῆς στάσεως καὶ ἡγεμόνα γίνεσθαι. Εἰπὼν δὲ ἐὰν μὲν γὰρ ἐπὶ τινὸς δειχθῇ ὅτι οὐχ ἡ αὐτή, ἀνῃρηκότες ἐσόμεθα τὸ πρόβλημα, προσέθηκε τὸ ὁμοίως δὲ καὶ ἐὰν μηδενὶ ὑπάρχῃ, δεικνὺς ὅτι τὸ καθόλου καταφατικὸν οὐχ ὑπὸ τοῦ ἐπὶ μέρους ἀποφατικοῦ μόνου ἀναιρεῖται ἀλλὰ καὶ ὑπὸ τοῦ καθόλου ἀποφατικοῦ· τὸ γὰρ καθόλου ἀμφοτέρων ἐστὶν ἀναιρετικόν, καὶ τοῦ καθόλου τοῦ ἐναντίου αὐτῷ καὶ τοῦ ἐπὶ μέρους τε καὶ ἀντιφατικῶς αὐτῷ ἀντικειμένου. δύναται τὸ λεγόμενον διὰ τοῦ ὁμοίως δὲ καὶ ἐὰν μηδενὶ ὑπάρχῃ δηλωτικὸν εἶναι τοῦ ὅτι ὁμοίως ὡς τὸ καθόλου καταφατικὸν ἀνασκευάζεται τῷ εὑρεθῆναί τι τῶν ὑπὸ τὸ καθόλου μὴ οὕτως ἔχον, οὕτως, κἂν ᾖ καθόλου ἀποφατικὸν τὸ κείμενον, ἀνασκευάζοιτ’ ἄν, εἰ τῶν ὑπὸ τὸ καθόλου τινὶ εὑρεθείη ὑπάρχον τὸ μηδενὶ αὐτῷ κείμενον ὑπάρχειν· καὶ γὰρ προεῖπε τὸ ἐπιβλέπειν οἷς ὑπάρχειν πᾶσιν ἢ μηδενὶ εἴρηται. οἷον ἂν ᾖ κείμενον τὸ μηδὲν ζῷον λογικὸν εἶναι· δείξαντες γὰρ τὶ λογικὸν τῇ διαιρέσει, ἀνῃρηκότες αὐτὸ ἐσόμεθα. λέγει δὲ καὶ ὅτι ὁ προειρημένος τόπος οὐ πρὸς ἀνασκευὴν μόνον τοῦ καθόλου καταφατικοῦ ἀλλὰ καὶ πρὸς κατασκευήν ἐστιν χρήσιμος· διελόμενοι γάρ, ἐπὶ πάντων ἂν οὕτως ἔχον φαίνηται, κατεσκευακότες ἂν εἴημεν τὸ καθόλου καταφατικόν. καὶ εἰ μὴ ἐπὶ πάντων δὲ ἀλλὰ ἐπὶ τῶν πλείστων οὕτως ἔχον φαίνοιτο (οὐδὲ γὰρ οἷόν τε πάντα ἐπεξελθεῖν), ἀξιώσομεν ἢ τὸ καθόλου συγχωρεῖν ἤ, εἰ μὴ συγχωροίη, ἔνστασιν φέρειν ἐπὶ τίνος οὐχ ἡγεῖται οὕτως ἔχειν· ἄτοπος γὰρ ἂν φαίνοιτο, εἰ μήτε συγχωροίη τὸ καθόλου μήτε ἔνστασιν φέροι ἐπὶ τίνος οὐχ ἡγεῖται τῶν σημαινομένων καὶ τῶν ὑπὸ τὸ κοινὸν οὕτως ἔχειν· οἷον εἰ ζητουμένου, εἰ πᾶν ζῷον τὴν κάτω γένυν κινεῖ, δεικνύντων ἡμῶν ἐπὶ τῶν πλείστων οὕτως ἔχον καὶ ἀξιούντων ἢ τῷ καθόλου συγχωρεῖν ἢ ἐπὶ τίνος οὐχ οὕτως ἔχει λέγειν, ὁ δὲ μηδέτερον ποιοίη. τὸ δὴ ἀνασκευάζειν καὶ κατασκευάζειν εἴρηκεν ἀντὶ τοῦ ‘τὸ καθόλου καταφατικόν’.2 κατασκευάσει δὲ δῆλον ὅτι τὸ καθόλου καταφατικόν, ὅταν ὁ τιθεὶς τὸ πρόβλημα μηδενὶ ἢ μὴ παντὶ τὸ κατηγορούμενον ὑπάρχειν λέγῃ, οἷον ἂν θῇ τις ὅτι οὐ πᾶν δίκαιον συμφέρον, ἢ ὅτι οὐ πᾶσα ἡδονὴ ἀγαθόν· πρὸς γὰρ τὰς τοιαύτας θέσεις χρεία τῆς τοῦ καθόλου κατασκευῆς. σημειωτέον δὲ ὅτι ὁ τόπος οὗτος οὐκέτι ἐστὶ καθόλου ἀνασκευαστικός,3 περὶ ὧν μόνον εἶπε δεῖν λέγειν πρῶτον, ἀλλὰ τοῦ καθόλου ἀνασκευαστικός. ἔστι δέ, ὡς εἶπε, καὶ πρὸς τὸ κατασκευάζειν χρήσιμος.

我们还将通过把德性划分为理智德性与伦理德性,并指出伦理德性并不把自己的所是建立在认识之中,从而证明并非所有德性都是知识。此外,我们还将通过证明并非所有爱欲都是卑劣的,来反驳“没有任何爱欲是高尚的”这一全称否定命题,方法是把爱欲划分为:如伊壁鸠鲁所说的对性事的强烈欲望(这种欲望不可能高尚),以及如斯多亚派所说的通过显现的美而建立友谊的努力,或者如柏拉图所说的对曾经得见之美的回忆;因为后几种爱欲是高尚的。不仅必须对命题中的主词进行划分,而且在很多情况下,如果谓词同样容许划分,也必须对谓词进行划分,例如在“智者不参与政治”、“智者不卷入党争”这类命题中就是如此。因为[对于智者而言]参与政治并不是单纯的,如果加以划分,就会表明按照某种含义,智者参与政治是适宜的,而按照另一种含义,则与他是格格不入的。同样,“不卷入党争”也是双重的:因为这或者是指〈不〉应当与患病的祖国共同罹难,正如梭伦所主张的(因为不让自己脱离共同的灾难乃是政治家的职责,并且如果他表现出在团结众人并同甘共苦,或许就能在一定程度上平息党争);或者是指不应当挑起党争并成为党争的首领。 在说了“因为如果就某个事例证明了并非相同,我们便取消了该命题”之后,他又补充说“同样,如果它全不属于”,以此表明全称肯定命题不仅被特称否定命题取消,而且也被全称否定命题取消;因为全称[否定命题]能取消二者,既能取消与其相反的全称[肯定命题],也能取消与其矛盾相对立的特称[肯定命题]。或者,“同样,如果它全不属于”这句话也可以表达这样的意思:正如通过发现全称之下的某个事物并非如此而反驳全称肯定命题一样,即使被设定的命题是全称否定的,如果发现全称之下的某个事物确实具有被设定为全不属于它的属性,该命题也将被反驳;因为他此前确实说过“考察那些被说成或者全属于或者全不属于的主体”。例如,如果设定了没有动物是有理性的;因为通过划分指出某种动物是有理性的,我们就会取消了该命题。他还指出,上述论题不仅对反驳全称肯定命题有用,对确立全称肯定命题也有用;因为在划分之后,如果在所有事例上都显得如此,我们就确立了全称肯定命题。即使不是在所有事例上,而是在绝大多数事例上显得如此(因为不可能遍查一切事例),我们也将要求对方要么承认全称,要么如果不承认,就提出反对,指出他在哪一事例上认为并非如此;因为如果他既不承认全称,又不提出反对指出他在所表达的事物和一般概念之下的哪些事物中认为并非如此,那就会显得十分荒谬。例如在探求是否所有动物都运动下颌时,当我们指出绝大多数动物都是如此,并要求对方要么同意全称,要么说出在哪个事例上并非如此,而对方却两者都不做。因此,他用“反驳与确立”来代替“全称肯定命题”。很明显,当提出命题的人声称谓词全不属于或者并非全属于时,人们就会确立全称肯定命题,例如有人设定并非一切正义的事物都是有利的,或者并非一切快乐都是善;因为针对这类论题,需要确立全称命题。必须指出的是,这一论题不再是普遍适用的反驳论题——他曾说首先只应当讨论这类论题——而是对全称命题的反驳论题。然而正如他所说的,它对于确立也是有用的。

语法注3 条
  1. 2.7ἢ γὰρ ὅτι 〈οὐ〉 χρὴ νοσούσῃ τῇ πατρίδι συννοσεῖν

    文意取决于校勘者补入的否定词〈οὐ〉。从历史上看,梭伦的律法要求公民在党争中必须站队而不得保持中立,本意应是“应当与祖国共同罹病”。编者补入〈οὐ〉,是因为亚历山大正在划分“智者不卷入党争”这一命题的含义,将第一种含义解读为“不应当被迫卷入城邦的动乱”,以对应第二种含义(不应当挑起党争)。

  2. 2.7τὸ δὴ ἀνασκευάζειν καὶ κατασκευάζειν εἴρηκεν ἀντὶ τοῦ ‘τὸ καθόλου καταφατικόν’

    亚里士多德在原文(109b26)中仅使用了“对于反驳和确立”,不定词 ἀνασκευάζειν 和 κατασκευάζειν 未带显式宾语;亚历山大在此指出,亚里士多德是用这两个动词来代指其省略的宾语,即“全称肯定命题”。

  3. 2.7οὐκέτι ἐστὶ καθόλου ἀνασκευαστικός... ἀλλὰ τοῦ καθόλου ἀνασκευαστικός

    此处构成了副词性的 καθόλου(“普遍适用的反驳”)与带冠词的属格 τοῦ καθόλου(“对全称命题的反驳”)之间的句法对比。前者表示该论题适用范围的普遍性,后者则是表示被反驳命题之量(全称命题)的宾格性属格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:139.19-141.3