← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§136.2-137.29

将属误作偶性与派生性述说

亚历山大讨论了如何辨识将本性属性(尤其是属)错误地作为偶性给出的情况,阐明了派生性述说为何构成偶性的标志。此外,结合Bekker 109b9的词条,他考察了定义和固有属性为何不作派生性述说,并分析了种差与“存在”的述说结构。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.5#2

πῶς δὲ οἷόν τε γνωρίσαι τοῦτο, ἑξῆς λέγει. μάλιστα δέ φησι τὴν τοιαύτην ἁμαρτίαν γίνεσθαι περὶ τὰ γένη. τοῦτο δέ, ἐπεὶ τὰ γένη ὁμοιότητά τινα μᾶλλον τῶν ἄλλων ἔχειν δοκεῖ πρὸς τὸ συμβεβηκός· τὸ μὲν γὰρ ἴδιον καὶ ὁ ὁρισμὸς μόνῳ καὶ παντὶ ὑπάρχουσι, διὸ καὶ ἀντιστρέφουσι τοῖς πράγμασιν ὧν εἰσι· τὸ δὲ γένος καὶ τὸ συμβεβηκὸς ἐπὶ πλέον εἰσὶ τούτου ᾧ ὑπάρχουσι, διὸ καὶ οὐκ ἀντικατηγοροῦνται. ὁ μὲν οὖν οὕτως λέγων διὰ τὸ ἡγεῖσθαι ὄντως τὸ ὡς γένος ὑπάρχον τινὶ συμβεβηκέναι αὐτῷ ὡς ψευδόμενος ἂν ἐλέγχοιτο· ὁ δὲ εἰδὼς μὲν αὐτῶν τὴν διαφοράν,1 οὕτως δὲ ἐπ’ αὐτῶν τῇ λέξει χρώμενος ὡς παραβαίνων “τὴν κειμένην λέξιν.” γνωριοῦμεν δὲ τὸν τὸ κατὰ ἄλλον τινὰ τρόπον ὑπάρχον ὡς συμβεβηκὸς ἀποδιδόντα προφανῶς μέν, ἂν προσθῇ τῷ λεγομένῳ ὑπάρχειν τὸ ‘συμβέβηκεν’, οἷον ‘συμβέβηκε τῷ ἀνθρώπῳ τὸ ζῴῳ εἶναι ἢ τῷ λευκῷ χρώματι ἢ τῇ δικαιοσύνῃ ἀρετῇ’· χρῶνται γάρ τινες οὕτως, ὡς ἤδη δεδηλώκαμεν. ἤδη δέ, κἂν μὴ προσκείμενον μὲν ᾖ τὸ ‘συμβέβηκε’, παρωνύμως δέ τις τὸ κατηγορούμενον κατηγορῇ τοῦ ὑποκειμένου, ὡς ‘ἡ λευκότης κέχρωσται’· τὸ γὰρ ‘κέχρωσται’ παρώνυμον τῷ χρώματι ὄντι γένει τῆς λευκότητος· ἢ πάλιν ‘ἡ βάδισις κινεῖται’· καὶ γὰρ τὸ ‘κινεῖται’ παρώνυμον τῆς κινήσεως, ἥτις γένος ἐστὶ τῆς βαδίσεως. ἀπ’ οὐδενὸς γὰρ γένους παρώνυμος ἡ κατηγορία· τὰ γὰρ γένη συνωνύμως τῶν εἰδῶν κατηγορεῖται. ἐν γὰρ τοῖς συμβεβηκόσι παρώνυμος ἡ κατηγορία μόνοις, ὡς ἐν ταῖς Κατηγορίαις ἐδείχθη· τῶν γὰρ ἐν ὑποκειμένῳ τινὶ ὄντων (ταῦτα δὲ ἦν τὰ συμβεβηκότα) τὰ μὲν παρωνύμως τὰ δὲ ὁμωνύμως ἐδείχθη κατηγορούμενα· λέγεται γὰρ ἡ ἐπιφάνεια λελευκῶσθαι καὶ τὸ σῶμα κινεῖσθαι καὶ ὁ ἄνθρωπος γραμματικὸς εἶναι ἀπὸ τῆς γραμματικῆς. ὁ δὴ παρωνύμως τινὸς τὸ γένος αὐτοῦ κατηγορῶν διὰ τῆς τοιαύτης κατηγορίας συμβεβηκὸς ἂν εἶναι λέγοι τὸ γένος ἐκείνῳ οὗ ἐστι γένος. γένος γὰρ οὐκ ἂν λέγοι, διότι παρωνύμως· πολὺ δὲ μᾶλλον ἔτι οὐδ’ ἴδιον ἢ ὁρισμόν, διότι τὸ μὲν κατηγορούμενον πλείοσιν ὑπάρχειν δύναται, εἴ γε γένος ἐστί, τὸ δὲ ἴδιον καὶ ὁ ὁρισμὸς οὐδενὶ ἄλλῳ ὑπάρχει· εἰ δὲ μήτε ὡς γένος μήτε ὡς ὅρος μήτε ὡς ἴδιον ἀποδέδοται τὸ εἰρημένον, δῆλον ὅτι ὡς συμβεβηκός. παρώνυμος γὰρ ἡ ἀπὸ τῶν γενῶν κατηγορία γίνεται οὐ κατά τινος τῶν ὑπὸ τὸ γένος εἰδῶν ἢ ἀτόμων ἀλλὰ κατ’ ἐκείνων οἷς συμβέβηκε τὰ γένους τινὸς εἴδη, οἷον κατὰ τοῦ τὴν λευκότητα ἔχοντος τὸ κεχρῶσθαι καὶ τοῦ βαδίζοντος τὸ κινεῖσθαι καὶ τοῦ τὴν δικαιοσύνην ἔχοντος τὸ διακεῖσθαι, ἀλλ’ οὐ τῆς λευκότητος ἢ τῆς βαδίσεως ἢ τῆς δικαιοσύνης, ἀλλὰ τῆς μὲν τὸ χρῶμα τῆς δὲ ἡ κίνησις τῆς δὲ ἡ διάθεσις.2

接着他说明了如何可能认识到这一点。他说,这种错误尤其发生在关于属的问题上。这是因为,属似乎比其他各项对偶性具有更大的某种相似性;因为固有属性和定义只属于且全属于[该事物],所以它们也与其所属的事物相互换位;而属和偶性则比它们所属于的这一事物外延更广,所以它们不能相互作为谓项述说。因此,因真正认为以属的方式属于某物的事物偶然附随于它而如此主张的人,将作为言说虚假者而被反驳;而认识到它们之间的区别,却在它们身上如此使用措辞的人,则将作为违反“约定俗成的表达”者[被反驳]。而我们要认出将以某种其他方式属于的事物作为偶性给出的人,其显著的方式是,如果他在被说成属于的事物上添加“已偶然附随”,例如“对人而言偶然附随了作为动物,或对白而言[偶然附随了]作为颜色,或对正义而言[偶然附随了]作为德性”;因为正如我们已经表明的那样,有些人就是这样使用的。此外,即使没有附加“已偶然附随”,但有人将谓项派生地述说主词,情况也是如此,例如“白被着色了”;因为“被着色”是派生自颜色(它是白所属的属)的同族派生词;或者又如“行走被运动着”;因为“被运动”也是运动(它是行走所属的属)的同族派生词。因为从任何属都不能引出派生性述说;属是同名同义地述说种的。因为正如在《范畴篇》中所指出的,派生性述说仅发生于偶性之中;因为对于在某一主词之中的事物(这些事物就是偶性),已经指明其中一些是派生地述说,另一些则是同名异义地述说;因为表面被称为“已被变白”,物体被称为“被运动”,而人则因语法学被称为“通晓语法的”。因此,将某物的属派生地述说该物的人,通过这种述说,实际上就等于在主张该属对于其作为属的那个对象而言是偶性。因为他不会是在把它说成属,既然他是派生地[述说它];更远不是在把它说成固有属性或定义,因为如果它确实是一个属,所述说的事物就能属于更多的事物,而固有属性和定义则不属于任何其他事物;而如果所说的事物既未被作为属给出,也未被作为定义或固有属性给出,显然它就是作为偶性[被给出的]。因为源于各属的派生性述说,并不是针对该属之下的任何种或个体事物,而是针对那些某个属的诸种偶然附随于其上的事物,例如对于具有白色的事物述说“被着色”,对于行走的个体述说“被运动”,对于具有正义的个体述说“处于某种状态”,而不是针对白、行走或正义[述说];倒是对于白述说颜色,对于行走述说运动,对于正义述说状态。

§2.6

"Οὔτε ὡς ἴδιον ἢ ὡς ὁρισμόν· ὁ γὰρ ὁρισμὸς καὶ τὸ ἴδιον οὐδενὶ ἄλλῳ ὑπάρχει." Οὐχ ὡς συγχωρῶν τὸ ἴδιον ἢ τὸν ὁρισμὸν παρωνύμως κατηγορεῖσθαι ταῦτα εἶπε χωρίζεσθαι τοῦ συμβεβηκότος τῷ μόνῳ ὑπάρχειν, ἀλλὰ λέγων3 ὅτι δεικνύοιτ’ ἂν τὸ ἀποδεδομένον, ὅτι μὴ ἴδιον ἢ ὁρισμός, προδήλως καὶ διὰ τοῦ κατὰ πλειόνων λέγεσθαι τὸ ἀποδεδομένον τούτων δὲ μηδέτερον. διὰ τοῦτο γὰρ οὐδὲ τὸ ὂν γένος τῶν ὄντων, ὅτι τὸ εἶναι παρώνυμον τοῦ ὄντος ὂν οἰκείως καθ’ ἑκάστου τῶν ὄντων κατηγορεῖται· λέγεται γὰρ καὶ ἡ οὐσία εἶναι καὶ ἡ ποιότης καὶ ἡ ποσότης, καὶ ὁμοίως ἕκαστον τῶν ἄλλων γενῶν· τὰ δὲ παρωνύμως τινῶν κατηγορούμενα συμβεβηκότα ἀλλ’ οὐ γένη. ἐπισκεπτέον δὲ μήποτε καὶ ἀπὸ τῶν ἰδίων παρωνύμως ἡ κατηγορία γίνεται· τοιαῦτα γὰρ εἶναι δοκεῖ τὸ γελαστικόν, τὸ ἐπιστήμης δεκτικόν. ἢ εἰ καὶ τὸ ἴδιον μετὰ τοῦ γένους συνταττόμενον κατηγορεῖται, ὡς δοκεῖ αὐτῷ, λόγος ἂν εἴη καὶ τὸ ἴδιον, οὐκ ὄνομα· τὰ δὲ παρώνυμα ἀπὸ τοῦ ὀνόματος. ἐπεί, εἰ ἦν ἴδιον τοῦ ἀνθρώπου τὸ γελᾶν ἢ τὸ ἐπιστήμην ἔχειν, τότ’ ἂν ἀπὸ τοῦ ἰδίου παρωνύμως ἐλέγετο τὸ γελαστικὸν καὶ τὸ ἐπιστήμης δεκτικόν· νῦν δὲ ἴδια ταῦτά ἐστιν αὐτοῦ τὰ παρωνύμως λεγόμενα οὐκ ὄντων ἰδίων αὐτοῦ ἀφ’ ὧν ταῦτα παρωνόμασται. καίτοι ἡ βάδισις οὐ κατηγορεῖται κατὰ τοῦ ἀνθρώπου, τὸ δὲ βαδιστικὸν κατηγορεῖται, καὶ οὐκ ἔστιν ἴδιον. τοῦ δὴ μὴ κατ’ ἄλλον τινὰ τρόπον τὸ παρωνύμως κατηγορούμενόν τινος κατηγορεῖσθαι ἀλλ’ ἢ ὡς συμβεβηκὸς δεικτικὰ ταῦτα. ἐντεῦθεν ἔστιν ὁρμωμένους ἐλέγχειν τοὺς λέγοντας τὸν ἄνθρωπον ἐζῳῶσθαι ἢ τὸν Σωκράτην ἠνθρωπίσθαι ἢ τὸ τρίγωνον ἐσχηματίσθαι ἢ τὸ μέγεθος διεστηκέναι ἢ τὸ ζῷον ἐμψυχῶσθαι. καὶ γὰρ ἡ διαφορὰ γενικὸν καὶ οὐ παρωνύμως κατηγορούμενον· καίτοι τὸ λογικὸν παρώνυμον ὂν διαφορά ἐστιν.

“既非作为固有属性亦非作为定义;因为定义和固有属性不属于任何其他事物。” 他之所以说这些是通过仅属于[该事物]而与偶性相区分,并不是承认固有属性或定义可以被派生地述说,而是意在表明,被给出的事物显然也可以通过被说及更多事物这一点来证明它不是固有属性或定义,而这两者绝不属于更多事物。因为正是由于这个原因,存在本身也不是各存在者的属,因为“去存在(是)”虽然是“存在者”的派生词,却在本己的意义上被述说于每一存在者;因为实体被说成“存在(是)”,性质、数量以及其他各属中的每一者也同样如此;但派生地述说于某些事物的事物是偶性而非属。然而必须考察的是,派生性述说是否有时也出自固有属性;因为“能笑的”、“能接受知识的”似乎正是这类事物。或者说,如果固有属性像他所认为的那样是与属一同结合而被述说的,那么固有属性也将是一个定义性说明,而不是一个名称;而派生词则是源于名称的。因为,如果笑或者具有知识是人的固有属性,那么那时“能笑的”和“能接受知识的”就会是从固有属性派生出来的;但现在,这些派生地被表述的事物本身是他的固有属性,而这些词据以派生命名的事物却并不是他的固有属性。然而行走并不述说人,但“具行走能力的”却述说人,并且它并不是固有属性。这些正是表明派生地述说某物的事物绝不以任何其他方式述说,而只作为偶性述说的证据。由此出发,就可以反驳那些说人“被动物化了”、或者苏格拉底“被人化了”、或者三角形“被图形化了”、或者量度“被延展了”、或者动物“被赋予灵魂(生命化)了”的人。因为种差也是具有属的性质的,不是被派生地述说的;尽管“有理性的”作为一个派生词,却是一个种差。

语法注3 条
  1. 2.5ὁ μὲν οὖν οὕτως λέγων... ὁ δὲ εἰδὼς μὲν αὐτῶν τὴν διαφοράν...

    相对于“ὁ μὲν οὖν οὕτως λέγων... ἂν ἐλέγχοιτο”,并列分句“ὁ δὲ εἰδὼς...”省略了主动词“ἂν ἐλέγχοιτο”。二者构成明确的对照结构,前者是“作为言说虚假者被反驳”,后者是“作为违反约定俗成表达者[被反驳]”。

  2. 2.5ἀλλ’ οὐ τῆς λευκότητος ἢ τῆς βαδίσεως ἢ τῆς δικαιοσύνης, ἀλλὰ τῆς μὲν τὸ χρῶμα τῆς δὲ ἡ κίνησις τῆς δὲ ἡ διάθεσις.

    句末结构紧承前文的“κατηγορία / κατηγορεῖται”进行了高度省略与紧缩。前半部分的属格(τῆς λευκότητος 等)相当于“κατά τινος”,表示述说的对象;后半部分(τῆς μὲν τὸ χρῶμα...)中,各个主语(τὸ χρῶμα, ἡ κίνησις, ἡ διάθεσις)均承前省略了“被述说于[……]”的谓语动词。

  3. 2.6Οὐχ ὡς συγχωρῶν τὸ ἴδιον ἢ τὸν ὁρισμὸν παρωνύμως κατηγορεῖσθαι ταῦτα εἶπε χωρίζεσθαι τοῦ συμβεβηκότος τῷ μόνῳ ὑπάρχειν, ἀλλὰ λέγων...

    主句的基本骨架是“Οὐχ ὡς συγχωρῶν... εἶπε... ἀλλὰ λέγων ὅτι...”。动词“εἶπε”的补足语是从句“ταῦτα χωρίζεσθαι τοῦ συμβεβηκότος τῷ μόνῳ ὑπάρχειν”。整个句子旨在澄清亚里士多德的论证意图:他说这些因仅属于该事物而与偶性相区分,并非承认定义与固有属性可以派生地述说,而是为了指出一条显然的排除理据。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:136.2-137.29