- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:134.29-136.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德提出的第一个论题(反驳将以其他方式属于的事物给出为偶性),亚历山大引入泰奥弗拉斯托斯关于准则与论题的区分来阐明其术语用法,并解释该论题如何依据谓词分类来反驳对约定俗成表达的违反。
" Εἷς μὲν δὴ τόπος τὸ ἐπιβλέπειν εἰ τὸ κατ’ ἄλλον τινὰ τρόπον ὑπάρχον ὡς συμβεβηκὸς ἀποδέδωκεν." Εἰπὼν δεῖν ἄρχεσθαι ἀπὸ τῶν καθόλου ἀνασκευαστικῶν τὸν πρῶτον τόπον τοιοῦτον παραδίδωσι. δείκνυσι γὰρ δι’ αὐτοῦ ὅτι μή ἐστι συμβεβηκὸς τὸ ὡς συμβεβηκὸς ἀποδεδομένον· οὐδὲν γὰρ τῶν κατὰ ἄλλον τινὰ τρόπον ὑπαρχόντων τινὶ ὡς συμβεβηκὸς αὐτῷ ὑπάρχειν οἷόν τε. δεῖ δὲ μὴ ἀγνοεῖν ὅτι Θεόφραστος διαφέρειν λέγει παράγγελμα καὶ τόπον· παράγγελμα μὲν γάρ ἐστι τὸ κοινότερον καὶ καθολικώτερον καὶ ἁπλούστερον λεγόμενον, ἀφ’ οὗ ὁ τόπος εὑρίσκεται· ἀρχὴ γὰρ τόπου τὸ παράγγελμα, ὥσπερ ὁ τόπος ἐπιχειρήματος. οἷον παράγγελμα μὲν τὸ οὕτως λεγόμενον, ὅτι δεῖ ἐπιχειρεῖν ἀπὸ τῶν ἐναντίων, ἀπὸ τῶν συστοίχων, τόπος δὲ οἷον ‘εἰ τὸ ἐναντίον πολλαχῶς, καὶ τὸ ἐναντίον’, ἢ ‘εἰ τῷ ἐναντίῳ τὸ ἐναντίον ὑπάρχει, καὶ τὸ ἐναντίον ὑπάρχει τῷ ἐναντίῳ’, καὶ πάλιν ‘ὡς ἓν τῶν συστοίχων, οὕτως καὶ τὰ λοιπά’· ὁ γὰρ τόπος πρότασίς ἤδη τις ἀπὸ τοῦ παραγγέλματος γεγονυῖα. ταύτην δὲ [λέγω] τὴν διαφορὰν παραγγέλματός τε καὶ τόπου εἰδὼς ὁ Θεόφραστος τὰ τοιαῦτα, ὁποῖός ἐστιν ὁ πρῶτος εἰρημένος τόπος, παραγγέλματα λέγει καὶ τόπους παραγγελματικούς· τὸ γὰρ ἐπιβλέπειν δεῖν, εἰ τὸ κατ’ ἄλλον τινὰ τρόπον ὑπάρχον ὡς συμβεβηκὸς ἀποδέδωκε, παραγγελματικόν.1 τόπος δ’ ἂν ἀπ’ αὐτοῦ εἴη ὁ λέγων ‘εἰ τὸ ὡς συμβεβηκὸς ἀποδεδομένον κατ’ ἄλλον τινὰ τρόπον ὑπάρχει, οὐ καλῶς ἀποδέδοται’, ἢ ἔτι προσεχέστερον ‘εἰ τὸ ὡς συμβεβηκὸς ἀποδεδομένον γένος εἴη ἢ πάλιν ὅρος ἢ ἴδιον’. ὁ μέντοι Ἀριστοτέλης τόπους καὶ τὰ τοιαῦτα καλεῖ, [ἢ] ὅτι μετὰ τοῦ παραγγέλματος ἤδη καὶ τὸν τόπον ἔλαβεν, ἀεὶ δὲ ἀπὸ τῶν εἰδικωτέρων καὶ τὰς ὀνομασίας ποιούμεθα τῶν πραγμάτων, οἷον τὴν οὐσίαν οὐκ ὂν μᾶλλον ἢ οὐσίαν ὀνομάζομεν, ἢ τὴν ποσότητα ὂν ἀλλὰ μᾶλλον ἰδίως ποσότητα. ἐπεὶ οὖν ταῦτα οὐκ ἔξω λόγου, τόπους καὶ τὰ τοιαῦτα καλεῖ τῶν παραγγελμάτων. δύο δὲ ἁμαρτιῶν γινομένων, ὡς προεῖπεν, ἐν τοῖς προβλήμασιν, “ἢ τοῦ ψεύδεσθαι ἢ τοῦ παραβαίνειν τὴν κειμένην λέξιν”, ὁ παραδιδόμενος τόπος ἔοικε μᾶλλον λέγεσθαι πρὸς τοὺς παραβαίνοντας “τὴν κειμένην λέξιν”, ἐκτὸς εἰ μὴ ἡγοῖτό τις2 συμβεβηκέναι καὶ τὸ ἄλλως ὑπάρχον. ἔστι δὲ ὁ τόπος· ἐπισκέπτεσθαί φησι δεῖν εἰ ὁ τοῦ προβλήματος προϊστάμενος τὸ κατ’ ἄλλον τινὰ τρόπον ὑπάρχον ὡς συμβεβηκὸς ἀποδέδωκεν· ὁ γὰρ τὸ κατ’ ἄλλον τινὰ τρόπον ὑπάρχον συμβεβηκέναι λέγων οὐχ ὑγιῶς λέγει, κατ’ ἄλλον δὲ τρόπον δῆλον ὅτι τῶν προειρημένων. δέδεικται γὰρ ὅτι πᾶν τὸ ὑπάρχον τινὶ ἢ ὡς ὅρος ἢ ὡς ἴδιον ἢ ὡς γένος ἢ ὡς συμβεβηκὸς ὑπάρχει· εἰ οὖν τὸ ὡς γένος ὑπάρχον τινὶ ἢ ὡς ἴδιον ἢ ὡς ὅρον ὡς συμβεβηκὸς ὑπάρχειν λέγοι, δῆλον ὅτι ὡς ἁμαρτάνων ἂν ἐλέγχοιτο.
“那么,一个论题就是考察:他是否将以某种其他方式属于的事物作为偶性给出了。” 在说明了必须从全称推翻性的论点开始之后,他给出了作为这一类的第一个论题。因为通过它,他证明了作为偶性给出的事物并不是偶性;因为凡以某种其他方式属于某物的事物,都绝不可能作为偶性属于它。然而不可不知,泰奥弗拉斯托斯认为准则与论题是有区别的;因为准则是指更为普遍、更具通则性且更为简明地表述的东西,论题正是由此被发现的;因为正如论题是辩证进逼的始基一样,准则是论题的始基。例如,准则是这样表述的:应当从相反者出发、从同范畴对应者出发来进行进逼;而论题则诸如“如果相反者有多种含义,则其相反者亦然”,或者“如果相反者属于相反者,则其相反者亦属于相反者”,以及“正如某一对应者如何,其余者亦如何”;因为论题已经是源自准则而生成的某种前提命题。泰奥弗拉斯托斯既熟知准则与论题的这一区别,便将诸如第一条被提及的论题这样的事物称为准则以及准则性论题;因为指出“必须考察他是否将以某种其他方式属于的事物作为偶性给出了”,乃是准则性的。而由此导出的论题则是这样陈述的:“如果作为偶性给出的事物以某种其他方式属于,则它未被妥当给出”,或者更切近地说:“如果作为偶性给出的事物是一个属,或者又是定义或固有属性[则未被妥当给出]”。然而亚里士多德甚至将这类事物也称为论题,因为他随准则一并已经采纳了论题,而我们总是依据更具种差性的概念来对事物进行命名——正如我们称实体为“实体”多于称其为“存在”,或者称数量并非称其为“存在”,而是更具专有性地称其为“数量”。既然这些想法并非无理,所以他也将准则中的这类事物称为论题。而在论题(问题)中产生两种错误——正如他此前所说,“要么为假,要么违反约定俗成的表达” ——被传授的这个论题似乎更多地是针对那些违反“约定俗成的表达”的人而说的,除非有人认为以另一种方式属于的事物也算是偶然附随的。该论题的内容如下:他说必须考察主张该问题的人是否将以某种其他方式属于的事物作为偶性给出了;因为说以某种其他方式属于的事物是偶然附随的人,所言并不妥当,而所谓其他方式,显然是指前述方式中的某一种。因为已经证明,一切属于某物的事物,要么作为定义、要么作为固有属性、要么作为属、要么作为偶性而属于;因此,如果有人说以属的方式、或者以固有属性的方式、或者以定义的方式属于某物的事物是作为偶性而属于的,显而易见,他就会因犯错而被反驳。
- 2.5τὸ γὰρ ἐπιβλέπειν δεῖν, εἰ τὸ κατ’ ἄλλον τινὰ τρόπον ὑπάρχον ὡς συμβεβηκὸς ἀποδέδωκε, παραγγελματικόν
名词化结构 τὸ ... δεῖν(“必须……”)作主语,系表结构中省略了系动词 ἐστί,表语形容词为 παραγγελματικόν(“准则性的”)。间接疑问从句 εἰ ... ἀποδέδωκε 作不定式 ἐπιβλέπειν 的宾语。
- 2.5ἐκτὸς εἰ μὴ ἡγοῖτό τις
习惯短语 ἐκτὸς εἰ μή(“除非”,含多余否定词 μή)搭配表示假定或委婉推测的祈愿气动词 ἡγοῖτο,构成表达委婉保留或例外的条件句:“除非有人认为……”。
