← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§133.21-134.28

论题中的两类错误与真假的归属

亚历山大讨论了亚里士多德对论题中两类错误(为假与违反约定俗成的表达)的划分,解释了为何论题能够具有真假,并通过具体的哲学实例说明这两类错误及其在反驳中的功用。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.4

" Διορίσασθαι δὲ δεῖ καὶ τὰς ἁμαρτίας τὰς ἐν τοῖς προβλήμασιν, ὅτι εἰσὶ διτταί, ἢ τῷ ψεύδεσθαι ἢ τῷ παραβαίνειν τὴν κειμένην λέξιν." Ἐζητήθη πῶς οἷόν τε λέγειν πρόβλημα ψευδές· εἰ γὰρ πᾶν πρόβλημα τὴν ἀντίφασιν περιέχει, πῶς ἂν εἴη τὸ ψεύδεσθαι ἢ τὸ ἀληθεύειν ἐν τοῖς προβλήμασι; μήποτ’ οὖν πρόβλημα, ὡς προεῖπον ἤδη, οὐ τὸ προτεινόμενόν τε καὶ προβαλλόμενον ἔτι λέγει ἀλλὰ τὸ ὡρισμένον ἤδη καὶ κείμενον,1 ὡς εἶπεν ἤδη καὶ ἀρχόμενος, οὗ προΐσταταί τις, ὃν ὁ διαλεκτικὸς ἐλέγχειν ἐπιχειρεῖ.2 φησὶ δὲ δεῖν πρῶτον τὰς κατὰ τὰ προβλήματα διαμαρτίας ὡρίσθαι καὶ γνωρίμους εἶναι πρὸ τῆς τῶν τόπων παραδόσεως. ἐπεὶ γὰρ αἱ ἀνασκευαὶ τῶν προβλημάτων κατὰ τὰς ἐν αὐτοῖς ἁμαρτίας γίνονται, δεῖ δηλονότι ταύτας γνωρίμους τε καὶ ὁμολογουμένας εἶναι· καθ’ ἃ γὰρ δεῖ τὸν ἔλεγχον αὐτῶν γίνεσθαι διὰ τῶν ἐπιχειρήσεων, ταῦτα δεῖ, φησί, γνωρίζειν. δύο δή φησιν ἁμαρτίας ἐν τοῖς προβλήμασι γίνεσθαι, ἃς δῆλον ὅτι ὁ φανερὰς ποιήσας εἴη ἂν ἀνῃρηκὼς τὸ πρόβλημα· ἢ γὰρ ψεῦδος τίθεται δι’ αὐτῶν, ἢ παραβαίνουσιν ἐν αὐτοῖς τὴν κειμένην λέξιν. ψεύδεται μὲν γὰρ ὁ τὴν ἡδονὴν τέλος τιθέμενος καὶ τούτῳ παριστάμενος· τὸ γὰρ μὴ ὑπάρχον τῇ ἡδονῇ ὑπάρχειν αὐτῇ λέγει. ὁμοίως ψεύδεται καὶ ὁ τὴν κίνησιν διὰ κενοῦ γίνεσθαι λέγων· ἀλλὰ καὶ ὁ ἄτομα μεγέθη τιθέμενος· ἀλλὰ καὶ ὁ ἐξ ἐπιπέδων γεννῶν τὰ σώματα· ἀλλὰ καὶ ὁ τὴν ψυχὴν χωριστήν τε καὶ ἀθάνατον τιθέμενος· ἀλλὰ καὶ ὁ μόνον τὸ καλὸν ἀγαθὸν λέγων, ὥσπερ καὶ ὁ τὰ δὶς δύο πέντε λέγων. παραβαίνει δὲ τὴν κειμένην λέξιν ὁ τὴν μὲν ὑποκειμένην φύσιν ἥτις ποτέ ἐστι γνωρίζων, μὴ τῷ συνήθει δὲ καὶ κειμένῳ ὀνόματι ὀνομάζων αὐτὴν ἀλλὰ παραχαράσσων καὶ ἰδίοις ὀνόμασι χρώμενος κατ’ αὐτῆς, ὡς οἱ λέγοντες μόνον τὸν σοφὸν πλούσιον ἢ μόνον καλὸν ἢ μόνον εὐγενῆ ἢ μόνον ῥήτορα. οὐ γὰρ ἀγνοοῦντες οὗτοι τὰ ὑπάρχοντα τῷ σοφῷ πλοῦτον ταῦτα λέγουσιν ἢ κάλλος ἢ εὐγένειαν, ἀλλὰ παραβαίνοντες τὴν κειμένην λέξιν· ὁ γὰρ πλοῦτος ἢ τὸ κάλλος οὐκ ἐπὶ ἀρετῆς, ἀλλ’ ὁ μὲν ἐπὶ χρημάτων τε καὶ κτημάτων κατηγορεῖται, τὸ δὲ κάλλος ἐπὶ συμμετρίας τῶν ἐν τῷ ζῴῳ ἀνομοιομερῶν μορίων. εἰ δέ ἐστιν ἁμαρτία τὸ τοῦτο ποιεῖν, ὁ διδάξας τι τοιοῦτον ἐν τῷ προβλήματι εἴη ἂν ἐλέγξας αὐτό. αὐτὸς δὲ ἐναργεῖ παραδείγματι καὶ πληκτικῷ τῆς τοιαύτης ἁμαρτίας ἐχρήσατο εἰπὼν τὴν πλάτανον ἄνθρωπον· εἰ γὰρ ὅλως τις αὑτῷ συγχωρήσαι παραβαίνειν τὴν κειμένην λέξιν, οὗτος ἐρεῖ καὶ τὴν πλάτανον ἄνθρωπον. ὁ μὲν οὖν οὕτως λέγων τὴν πλάτανον ἄνθρωπον ὡς ζῷον λογικὸν θνητὸν ψεύδοιτ’ ἂν3 καὶ ἐνέχοιτο τῇ πρώτῃ ῥηθείσῃ ἁμαρτίᾳ· ὁ δὲ τὸ τοιοῦτον δένδρον οὕτως ὀνομάζων παραβαίνοι ἂν τὴν κειμένην ὀνομασίαν. παρέθετο δὲ τοῦτο δεικνὺς ὅτι καὶ τὸ τοιοῦτον ἁμάρτημά ἐστι καὶ οὐ μόνον τὸ ψεύδεσθαι, καὶ γίγνοιντ’ ἂν ἀνασκευαὶ προβλημάτων καὶ κατὰ τοῦτο.

“还必须界定论题中的错误,即它们有两种:要么是通过为假,要么是通过违反约定俗成的表达。” 有人曾探讨,如何能够说论题是假的;因为若每个论题都包含矛盾对立,那么为假或为真怎能在论题中存在?难道他所说的论题,正如我此前已经说过的那样,并非指仍在被提出和陈列的东西,而是指已经被界定和确立的东西——正如他在开篇时也已经说过的——即某人所拥护的主张,而辩证家试图反驳这同一主张的主张者吗?他说,在传授论式之前,必须先界定并熟知关于论题的差错。因为既然对论题的推翻是依据其中的错误而进行的,那么这些错误显然必须是为人熟知且被公认的;因为他说,必须熟知那些据以通过辩证进逼来进行反驳的事项。因此他说,在论题中产生两种错误,显而易见,凡揭示了这些错误的人,就已经推翻了该论题;因为要么是通过它们确立了虚假,要么是在它们之中违反了约定俗成的表达。实际上,凡把快乐确立为终极目的并支持这一观点的人是在说假话;因为他说不属于快乐的东西属于它。同样,说运动通过虚空发生的人也是在说假话;此外,确立不可分量的人也是如此;从平面产生物体的人也是如此;确立灵魂可分离且不朽的人也是如此;说唯有美德(高贵)才是善的人也是如此,正如说二乘二等于五的人一样。另一方面,凡认识到底层自然本性究竟是什么,却不用习惯的和约定俗成的名称来命名它,而是篡改并对其使用自己独特的名称的人,便违反了约定俗成的表达,如同那些说唯有智者才富有、或唯有智者才俊美、或唯有智者才出身高贵、或唯有智者才善辩的人一样。因为这些人并非由于不了解属于智者的东西而把这些称为财富、美貌或高贵,而是违反了约定俗成的表达;因为财富或美貌并非述谓德性,而是财富述谓金钱和财产,美貌述谓动物中不同质部分的对称匀称。而如果做这种事是一种错误,那么在论题中指出这一类错误的人,就已经反驳了该论题。而他本人用了这一类错误的一个清晰而醒目的例子,即说法国梧桐(悬铃木)是人;因为如果有人完全容许自己违反约定俗成的表达,那么这个人也会把法国梧桐称为人。因此,凡把法国梧桐说成人是指理性的有死动物的人,是在说假话,并将陷于上述的第一种错误;但若仅仅是将这样一棵树如此命名的人,则是违反了约定俗成的命名。他引述这一点是为了表明,这样的事也是一种差错,而不仅仅为假才是差错,并且推翻论题也可以依据这一点来完成。

语法注3 条
  1. 2.4μήποτ’ οὖν πρόβλημα, ὡς προεῖπον ἤδη, οὐ τὸ προτεινόμενόν τε καὶ προβαλλόμενον ἔτι λέγει ἀλλὰ τὸ ὡρισμένον ἤδη καὶ κείμενον

    μήποτ’ οὖν 引出一个委婉的断定或推测(“难道不是……吗”),以此引出注释者本人对前文 πῶς 疑问的解答。主要动词为 λέγει,宾语为宾格 πρόβλημα,而 οὐ τὸ προτεινόμενον... ἀλλὰ τὸ ὡρισμένον ἤδη... 则作其述谓性补充说明。

  2. 2.4οὗ προΐσταταί τις, ὃν ὁ διαλεκτικὸς ἐλέγχειν ἐπιχειρεῖ

    由两个连续的关系代词构成的结构。中性单数属格 οὗ 指向前行动词性短语 τὸ ὡρισμένον ἤδη,受动词 προΐσταται(支配属格:“拥护某事”)支配。随后的阳性单数宾格 ὃν 则以前面紧邻的主语 τις 为先行词,充当不定词 ἐλέγχειν 的宾语。

  3. 2.4ὁ μὲν οὖν οὕτως λέγων τὴν πλάτανον ἄνθρωπον ὡς ζῷον λογικὸν θνητὸν ψεύδοιτ’ ἂν

    分词 λέγων 支配双宾格(τὴν πλάτανον 为直接宾语,ἄνθρωπον 为述谓宾格)。随后的 ὡς ζῷον λογικὸν θνητόν 是说明其所指内涵的副词性附加短语(“作为有死的理性动物”)。主动词 ψεύδοιτ’ ἂν 为带有潜在 ἄν 的现在时祈愿语气。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:133.21-134.28