- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:132.22-133.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大论证了偶性由于可以“在某种程度上”或“就某一部分”属于主体,因而依名称的转换并不普遍成立,并结合具体事例解释了这一特征在论辩反驳中的应用。
τοῦτο δὲ τὸ πῇ ὑπάρχειν ἐπὶ μόνου τοῦ συμβεβηκότος χώραν ἔχει· οὔτε γὰρ τὸ γένος οὔτε ὁ ὁρισμὸς οὔτε τὸ ἴδιον τὸ κυρίως λεγόμενον πή τινι ὑπάρχειν οἷά τε, ὥσπερ οὐδ’ ἐν μέρει τινὶ καὶ ἀτόμῳ μόνῳ. ὥστε, εἰ τὸ πῂ ὑπάρχειν τῷ ὑποκειμένῳ αἴτιον τοῦ μὴ ἀντιστρέφειν, μόνον δὲ τοῦτο οἷόν τε ἐπὶ τοῦ συμβεβηκότος, ἐπὶ μόνου ἂν τοῦ συμβεβηκότος εἴη ἀληθὲς τὸ μὴ ἀεὶ ἀντιστρέφειν· οὐ γὰρ ἔτι τὸ ὑποκείμενον ἔσται τοῦτο εἶναι εἰπεῖν τὸ συμβεβηκὸς πῂ καὶ μὴ ἁπλῶς ὑπάρχον.1 οὐκ ἀναιρεῖται δὴ τὸ συμβεβηκέναι 〈τί〉 τινι ὑπὸ τοῦ μὴ ἀντιστρέφειν· οὐ γάρ, εἰ μὴ ἀντιστρέφει, διὰ τοῦτο οὐδὲ συμβέβηκεν. ἀλλ’ οὐδὲ δείκνυται τὸ ὑποκείμενον ὀνομαζόμενον τῷ τοῦ συμβεβηκότος ὀνόματι, ἂν δειχθῇ αὐτῷ συμβεβηκός. μέλλων δὲ τῶν πρὸς τὸ συμβεβηκὸς τόπων τὴν παράδοσιν ποιεῖσθαι, τίνα ἴδιά ἐστιν [αὐτῶν] παρὰ τὰ ἄλλα προβλήματα τῶν ἀπὸ τοῦ συμβεβηκότος προβλημάτων, πρῶτον ἐξέθετο. ὧν ἓν μὲν ἦν τὸ καθόλου καὶ ἐπὶ μέρους ἐν τούτῳ γίνεσθαί τινα προβλήματα, εἰ τοῦ ἐν μέρει οὕτω τις ἀκούοι ὡς ἐπὶ ἀτόμων λεγομένου, δεύτερον δὲ τὸ μὴ ἀντιστρέφειν τὸν προειρημένον τρόπον τῆς ἀντιστροφῆς πάντα τὰ ἀπὸ τοῦ συμβεβηκότος προβλήματα. τοῦτο δὲ γνωρίζομεν ὂν χρήσιμον πρὸς τὰς ἐπιχειρήσεις· ὁ μὲν γὰρ δείξας, ὅτι οὐκ ἔστιν ὁ ἄνθρωπος ζῷον ἢ ζῷον λογικὸν θνητὸν ἢ γελαστικόν, ἔδειξεν ἅμα καὶ ὅτι οὔτε γένος οὔτε ὅρος οὔτε ἴδιον ἦν αὐτοῦ τὸ ἀποδιδόμενον· ἀντέστρεφε γὰρ ἄν.2 ὁ δὲ δείξας, ὅτι μή ἐστι λευκὸς ὁ ἄνθρωπος ἢ μέλας ἤ τι ἄλλο τῶν συμβεβηκότων αὐτῷ, οὐκ ἤδη καὶ τὸ συμβεβηκέναι τι τούτων αὐτῷ ἀνῄρηκε. δύναται γάρ τι αὐτῶν πῇ καὶ κατά τι συμβεβηκέναι αὐτῷ· ἐν γὰρ τῷ συμβεβηκότι ὥσπερ τὸ καθόλου καὶ ἐν μέρει οὕτω καὶ τὸ ἁπλῶς καὶ πῇ. ἔστι δὲ ἀναλογίαν τινὰ ἔχον τὸ μὲν ἁπλῶς πρὸς τὸ καθόλου τὸ δὲ πῇ πρὸς τὸ ἐπὶ μέρους, ἅ ἐστιν ἀμφότερα ἐν τῷ συμβεβηκότι, ὡς καὶ αὐτὸς μνημονεύσει· τὸ γὰρ πῇ καὶ μὴ καθόλου. ἀντίκειται μὲν 〈γὰρ〉 τῷ πῇ τὸ ἁπλῶς, ὥσπερ καὶ τῷ ἐπὶ μέρους τὸ καθόλου· ὁ δὲ τῷ πῇ τὸ καθόλου ἀντέθηκεν ὡς ἔχον ὁμοιότητά τινα πρὸς τὸ ἁπλῶς. κατά τι δὲ ἂν δικαιοσύνη τινὶ ὑπάρχοι, ὡς εἶπεν, εἰ ἐκ φύσεως ἔχοι πρὸς τὴν ἕξιν ταύτην ἐπιτηδείως· ὁμοίως καὶ εἰ ἐξ ἔθους μόνου περί τινα τῶν δικαίων ἐπιρρεπῶς ἔχοι· οὐδέπω γὰρ ἁπλῶς ὁ τοιοῦτος δίκαιος καίτοι ὑπαρχούσης αὐτῷ δικαιοσύνης τινός.
而这种“在某种程度上属于”仅在偶性上才成立;因为属、定义以及严格意义上的固有属性,都不可能在某种程度上属于某物,正如它们不可能仅属于某个特殊的且不可分之物一样。因此,若在某种程度上属于底层主体是不能转换的原因,且这仅在偶性上才可能发生,那么并非总是转换这一情况就只在偶性上为真;因为对于在某种程度上属于而非单纯属于的偶性而言,不再能够说底层主体就是这一偶性。所以,某物作为偶性属于某物并不会由于不转换而被反驳;因为并不因它不转换,便因此也没有作为偶性属于它。然而,即便证明了偶性属于它,底层主体也并不因此就被证明是用该偶性的名称来命名的。 当他准备传授关于偶性的论题时,首先陈述了相对于其他问题而言,源于偶性的问题具有哪些特有属性。在这些属性中,其一是在偶性中有些论题是全称的和特称的——如果人们把特称理解为对不可分的个别事物而言——,其二是并非所有源于偶性的论题都按照上述转换方式转换。我们认识到这对于辩驳是有用的;因为凡证明了人不是动物、或不是有死的理性动物、或不是具有发笑能力者的人,同时也证明了所赋予的并非其属、定义或固有属性;因为若真如此,它本应转换。但证明了人不是白的、黑的或属于他的其他偶性的人,并没有因此就已经反驳了这些偶性中的某一个属于他。因为这些偶性中的某一个完全可以在某种程度上且就某一部分属于他;因为在偶性中,正如存在全称与特称一样,也存在单纯与在某种程度上。 而“单纯”与“全称”具有某种类比关系,“在某种程度上”则与“特称”具有类比关系,这两者都存在于偶性中,正如他自己也将提及的那样;因为“在某种程度上”也是“非全称”。实际上,正如“全称”与“特称”相对立一样,“单纯”与“在某种程度上”相对立;但他将“全称”与“在某种程度上”相对置,乃是因为它与“单纯”具有某种相似性。而正如他所说,在某人天生适合于这种品质的情况下,正义就会就某一部分属于他;同样,若仅仅出于习惯而在某些正义的事情上有所倾向也是如此;因为这样的人虽然具有某种正义,却尚未单纯地是正义的。
- 2.3οὐ γὰρ ἔτι τὸ ὑποκείμενον ἔσται τοῦτο εἶναι εἰπεῖν τὸ συμβεβηκὸς πῂ καὶ μὴ ἁπλῶς ὑπάρχον
ἔσται εἰπεῖν 充当表示可能性的非人称结构(相当于 ἔξεστιν εἰπεῖν)。在带不定式的宾格结构中,τὸ ὑποκείμενον 是 εἶναι 的主格宾格,τοῦτο 是谓语(指代所属的偶性);随后的短语 τὸ συμβεβηκὸς πῂ καὶ μὴ ἁπλῶς ὑπάρχον 起限制性宾格或同格作用,意为“对于在某种程度上而非单纯属于的偶性而言”。
- 2.3ἀντέστρεφε γὰρ ἄν
由未完成过去时直陈式加 ἄν 构成的非真实条件句的归结节。条件节(“如果所赋予的是属、定义或固有属性”)承接上文语境而省略,以此作为在那些谓项中转换本必然成立的论证根据。
