← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§131.20-132.22

依名称的换位与偶性适用的困难

亚历山大就亚里士多德《论题篇》第二卷第二章(109a10)展开注解,解释了将谓项名称赋予底层主体的“依名称的转换”,并说明了这种转换虽适用于属、定义和固有属性,但因偶性可能仅在部分上属于主词而无法单纯适用于偶性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.3#1

" Ἔστι δὲ χαλεπώτατον τὸ ἀντιστρέφειν τὴν ἀπὸ τοῦ συμβεβηκότος οἰκείαν ὀνομασίαν." Τὸ μὲν χαλεπώτατον λέγοι ἄν, ὅτι μὴ ἁπλοῦν μηδὲ πρόχειρον ὡς ἐπὶ τῶν ἄλλων. ἀντιστροφὴν1 δὲ νῦν ἄλλην λέγει παρὰ τὰς εἰρημένας ἐν τοῖς Ἀναλυτικοῖς· ἐκείνων γὰρ ἦν ἡ μὲν κατὰ τοὺς ὅρους ἡ δὲ κατὰ τὸ καταφατικόν τε καὶ ἀποφατικόν, ὡς αἱ ἐνδεχόμεναι ἀντέστρεφον. ἣν δὲ νῦν λέγει, κατὰ τοὔνομά ἐστι· τὸ γὰρ τῷ τοῦ ὑπάρχειν τινὶ κειμένου ὀνόματι τὸ ὑποκείμενον καλεῖν ἀντιστρέφειν λέγει. οἷον τὸ ‘ζῷον ὑπάρχει ἀνθρώπῳ’ ἀντιστρέφοντες λέγομεν ‘ὁ ἄνθρωπος ζῷόν ἐστιν’· ὃ γὰρ ἐλάβομεν ὑπάρχειν τῷ ὑποκειμένῳ, τοῦτο τὸ ὑποκείμενον εἶναι λέγομεν. εἴη δ’ ἂν ἀντιστροφὴ τοῦτο, καθ’ ὅσον πρῶτον ἀπὸ τοῦ κατηγορουμένου ἀρχόμενοι μετὰ ταῦτα ἀπὸ τοῦ ὑποκειμένου τὴν ἀρχὴν ποιούμεθα. ὅταν οὖν οὕτω μεταλαμβανόντων ἡμῶν ἀληθὲς ᾖ τὸ λέγειν καὶ ὀνομάζειν ἁπλῶς καὶ χωρίς τινος προσθήκης τὸ ὑποκείμενον τῷ τοῦ ὑπάρχοντος αὐτῷ ὀνόματι, τὰ οὕτως ὑπάρχοντα ἀντιστρέφειν λέγει κατὰ τὸ ὄνομα. κατὰ τὴν ἀπὸ τοῦ συμβεβηκότος δὲ ἀντὶ τοῦ ‘τὴν τῷ τοῦ συμβεβηκότος οἰκείῳ ὀνόματι ὀνομάζουσαν τὸ ὑποκείμενον αὐτῷ’. ἢ τὸ ἀντιστρέφειν τὴν ἀπὸ τοῦ συμβεβηκότος οἰκείαν ὀνομασίαν εἶπεν· ὀνομάζεται γὰρ τὸ ὑποκείμενον τῷ τοῦ κατηγορουμένου ὀνόματι ὡς οἰκείῳ ἐν τῇ τοιαύτῃ ἀντιστροφῇ. ἐφ’ ὧν δὲ μηκέτι τοῦτο ἀληθές, ταῦτα δὲ οὐκ ἀντιστρέφει ταύτην τὴν ἀντιστροφὴν τὴν κατὰ τοὔνομα. τὰ μὲν οὖν ὡς γένη ὑπάρχοντά τισιν ἢ ὡς ὁρισμοὶ ἢ ὡς ἴδια ἀντιστρέφει· οὗ γὰρ γένος τὸ ζῷον, τοῦτο ζῷόν ἐστι,2 καὶ οὗ ὁρισμὸς τὸ ζῷον πεζὸν δίπουν ἐστί, τοῦτο ζῷον πεζὸν δίπουν ἐστί, καὶ οὗ ἴδιον τὸ γελαστικόν ἐστι, τοῦτο γελαστικόν ἐστι. διό, εἰ τὸ κατ’ ἐκείνων τι κείμενον ὑπάρχειν μὴ ἀντιστρέφοι, οὐδ’ ἂν ὑπάρχοι οὕτως ὡς ὑπάρχειν ἐτέθη. οὐκέτι δὲ τοῦτο ἁπλῶς ἐπὶ τοῦ συμβεβηκότος ἀληθές. οὐ γάρ, εἴ τινι τὸ λευκὸν ὑπάρχει, τοῦτο πάντως ἤδη καὶ λευκόν ἐστιν· ἀλλ’ οὐδ’, εἰ μὴ λευκὸν εἰπεῖν ἔστιν, ἤδη καὶ οὐχ ὑπάρχει τὸ λευκὸν αὐτῷ· ὥστε οὐχ οἷόν τε τούτῳ χρωμένους ἀνασκευάζειν τὸ συμβεβηκός. αἴτιον δὲ τούτου, ὅτι τὸ συμβεβηκὸς κατά τι ὑπάρχειν τινὶ δύναται, ᾧ δὲ μὴ ὅλῳ ἀλλὰ κατά τι ὑπάρχει τι καὶ πῇ, τοῦτο οὐκ ἔστιν ἁπλῶς ὀνομάσαι τῷ τοῦ ὑπάρχοντος οὕτως αὐτῷ ὀνόματι· οὐ γὰρ τὸ κατά τι μέλαν ἤδη καὶ μέλαν, οὐδὲ τὸ κατά τι λευκὸν ἤδη καὶ λευκόν· ὁ γοῦν Αἰθίοψ κατά τι ὢν λευκός (κατὰ γὰρ τοὺς ὀδόντας) οὐκ ἔστι λευκός.

“而转换源于偶性的专有名称是最困难的。” 他说“最困难”,大概是因为这不像其他情况那样单纯且唾手可得。他现在所说的“转换”有别于《分析篇》中所说的转换;因为在那里的转换中,一种是依据词项的,另一种则是依据肯定与否定的,正如可能命题所转换的那样。但他现在所说的转换则是依据名称的;因为他把用设定为属于某物的那个事物的名称来称呼底层主体的做法称为“转换”。例如转换“动物属于人”,我们说“人是动物”;因为我们所设想属于底层主体的这个事物,我们说底层主体就是这个事物。而这之所以可以说是一种转换,就在于我们起初从谓项出发,随后转而从底层主体开始。因此,当我们这样转换时,若用属于它的事物的名称单纯且不加任何附加限制地言说并命名底层主体是真实的,他就说以这种方式属于的事物依名称而转换。 而“源于偶性的[专有名称]”代替了“用偶性的专有名词命名其底层主体的名称”。或者说,他说“转换源于偶性的专有名称”,是因为在这种转换中,底层主体被以谓项的名称命名,如同那是其专有名称一样。然而在这一做法不再适用的情况下,这些事物就不会发生这种依据名称的转换。 因此,凡作为属、定义或固有属性属于某些主体的事物,都会转换;因为动物作为其属的事物就是动物,陆生两足动物作为其定义的事物就是陆生两足动物,具有发笑能力作为其固有属性的事物就是具有发笑能力者。因此,若被设定为依那些〔方式〕之一而属于的事物不能转换,它也就不会以被设定属于的方式而属于。但这在偶性上却不再单纯地为真。因为并非只要白属于某物,此物就必然已经是白的;反之,若不能说它是白的,也并不意味着白就已经不属于它;因此,人们不可能通过利用这一转换来反驳偶性。而其原因在于,偶性可以仅就某一部分属于某物,但对于并非作为整体而是就某一部分且在某种程度上具有某属性的事物,不能单纯以如此属于它的那个事物的名称来命名;因为就某一部分而言是黑的事物并非就已经是黑的,就某一部分而言是白的事物也并非就已经是白的;例如埃塞俄比亚人虽然在某一部分(即牙齿上)是白的,但他并不是白的。

语法注2 条
  1. 2.3ἀντιστροφήν

    此处的 ἀντιστροφή 并非指《分析篇》中主谓项的形式逻辑换位(conversion),而是指按照亚里士多德该处语境,从“属于(ὑπάρχειν)”的关系表述转变为“是(ἐστί)”的名称性述谓转换,亚历山大称之为“依名称的转换”。

  2. 2.3οὗ γὰρ γένος τὸ ζῷον, τοῦτο ζῷόν ἐστι

    属格关系代词 οὗ 依附于其后的表语名词(γένος、ὁρισμός、ἴδιον),表示底层主体(“以动物为其属的事物”),主句中的指示代词 τοῦτο 则呼应这一先行概念,构成同定判断。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:131.20-132.22