- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:130.1-131.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大解释了亚里士多德在109a1处关于普遍确立与反驳论题共通适用于部分问题的论述,基于蕴涵关系阐明其逻辑根据,并论证了为何必须首先传授全称否定反驳论题。
" Ἔστι δὲ πρὸς ἀμφότερα τὰ γένη τῶν προβλημάτων κοινὰ τὰ καθόλου κατασκευαστικά τε καὶ ἀνασκευαστικά." Χρήσιμα καὶ πρὸς τὴν τῶν ἐπὶ μέρους κατασκευήν τε καὶ ἀνασκευήν. καὶ ὅτι οὐ δεῖ ἰδίους πάντως τινὰς τόπους πρὸς τὰ ἐπὶ μέρους ζητεῖν προβλήματα, πάλιν δείκνυσιν· οἱ γὰρ τόποι, φησίν, ἀφ’ ὧν ἢ καθόλου τι κατασκευάσομεν ἢ καθόλου ἀνασκευάσομεν, κοινοὶ πρὸς ἀμφότερά εἰσι τὰ γένη τῶν προβλημάτων, γένη τῶν προβλημάτων λέγων νῦν τό τε καθόλου καὶ τὸ ἐπὶ μέρους. λέγει δὲ τοῦτο, ἐπειδὴ ποιήσεται τὴν παράδοσιν τῶν τόπων ἁπλῶς τε καὶ καθόλου, οὐ προσθεὶς τὸ ἐν μέρει ἢ τινί. ἵνα οὖν ᾖ γνώριμον ὅτι οἱ αὐτοί, κἂν ἐπὶ μέρους τι ᾖ πρόβλημα, χρήσιμοι ἡμῖν ἔσονται, προλέγει περὶ αὐτοῦ. ἐρεῖ δὲ τὸ αὐτὸ τοῦτο φανερώτερον ἔτι καὶ ἐν τῷ τρίτῳ ἐπὶ τέλει. τὰ μὲν οὖν καθόλου κατασκευαστικὰ καὶ πρὸς τὸ καθόλου καταφατικὸν πρόβλημα καὶ πρὸς τὸ ἐπὶ μέρους καταφατικὸν χρήσιμα, τὰ δὲ καθόλου ἀνασκευαστικὰ πάλιν πρὸς τε τὸ καθόλου ἀποφατικὸν καὶ πρὸς τὸ ἐπὶ μέρους. οὐ γὰρ μόνα τὰ καθόλου καταφατικὰ προβλήματα διὰ τῶν καθόλου ὑπάρχειν συναγόντων τόπων δείκνυται ἀλλὰ καὶ τὰ ἐπὶ μέρους καταφατικά. ὁ γὰρ δείξας, ὅτι πᾶς ἄνθρωπος ἀναπνεῖ, καὶ ὅτι τὶς δέδειχε· καὶ χρήσαιτ’ ἄν τις, προκειμένου δεῖξαι1 ὅτι τὶς ἡδονὴ ἀγαθόν, τῇ καθόλου δείξει ὅτι πᾶσα ἡδονὴ ἀγαθόν· δείξας γὰρ ὅτι πᾶσα εἴη ἂν καὶ ὅτι τὶς δεδειχώς. ὁμοίως καὶ ὁ μηδενὶ ἀνθρώπῳ δείξας ὑπάρχον τὸ τετράπουν ἢ μηδεμιᾷ ἡδονῇ τὸ ἀγαθὸν καὶ ὅτι οὐ πάσῃ δεδειχὼς ἂν εἴη. οὐ μὴν ἀνάπαλιν· οὔτε γὰρ ὁ τινὶ δείξας ἔδειξε καὶ παντί, οὔτε ὁ τινὶ μὴ καὶ μηδενί. σημειωτέον δὲ ὅτι τὰ καθόλου κατασκευαστικὰ καὶ ἀνασκευαστικὰ χρήσιμά 〈φησιν〉 εἶναι πρὸς ἀμφότερα τὰ γένη τῶν προβλημάτων, ἀλλ’ οὐ τὰ τοῦ καθόλου ἀνασκευαστικά.2 οὐ γὰρ ὁ δείξας, ὅτι μὴ πᾶσα ἡδονὴ ἀγαθόν, ἀνῄρηκε καὶ τὸ τινὰ εἶναι ἀγαθόν, καίτοι τὸ καθόλου ἀνεσκεύασεν. ἀλλ’ οὐδὲ ὁ τὸ μηδεμίαν ἡδονὴν ἀγαθὸν εἶναι ἀνασκευάσας διὰ τοῦ δεῖξαι τινὰ ἤδη ἀνῄρηκε καὶ τὸ τινὰ μὴ εἶναι ἀγαθόν· ἀνασκευάζεται γὰρ τὸ μηδεμίαν προσεχῶς ὑπὸ τοῦ τινά, οὗ κειμένου οὐκ ἀναιρεῖται τὸ τινὰ μὴ εἶναι ἡδονὴν ἀγαθόν, ὥσπερ οὐδὲ ὁ δείξας τινὰ ἀγαθὸν οὖσαν ἤδη ὅτι καὶ πᾶσα δέδειχεν. ἐπεὶ τοίνυν τὰ καθόλου κοινά (καὶ γὰρ πρὸς τὰ ἐπὶ μέρους αὐτοῖς χρώμεθα), τὰ δὲ κοινὰ πρῶτα, πρῶτόν φησι δεῖν περὶ τῶν καθόλου τόπων λέγειν, καὶ ἐπεὶ τῶν καθόλου τὰ μὲν κατασκευαστικὰ τὰ δὲ ἀνασκευαστικὰ [τῶν πραγμάτων],〈πρῶτον〉 πάλιν ἐν τοῖς καθόλου φησὶ δεῖν λέγειν περὶ τῶν ἀνασκευαστικῶν· πάλιν γὰρ ταῦτα τῶν τὸ καθόλου καταφατικὸν δεικνύντων χρησιμώτερα τῷ διαλεκτικῷ. ἐπεὶ γάρ, ὡς ἐμνημόνευσα ἤδη, τὰς θέσεις καὶ τὰ προβλήματα ὡς ἐπὶ τὸ πλεῖστον καταφατικὰ κομίζουσιν οἱ διαλεγόμενοι, πρόκειται δὲ τῷ διαλεκτικῷ ἀνασκευάζειν τὸ τιθέμενον καὶ εἰς τὸ ἀντικείμενον ἐπιχειρεῖν (τοιαύτη γὰρ ἡ ἐν τοῖς λόγοις γυμνασία), δῆλον ὡς τὸ καταφατικὸν ἀποφατικῶς ἀνασκευάζοιτο ἄν. τὸ μὲν οὖν ἀποφατικὸν τοῦ καταφατικοῦ πρῶτον, διότι πολὺ χρησιμώτερον τῷ διαλεκτικῷ, τὸ δὲ καθόλου ἀποφατικὸν τοῦ ἐπὶ μέρους, διότι κοινὸν τὸ καθόλου καὶ πρὸς τὸ ἐπὶ μέρους. ὅτι δὲ οἰκειότερον τῷ διαλεκτικῷ τὸ ἀνασκευάζειν τοῦ κατασκευάζειν, ἐν τῷ πρώτῳ τῶν ἐπιγραφομένων Εὐδημείων ἀναλυτικῶν λέλεκται (ἐπιγράφεται δὲ τὸ αὐτὸ καὶ Εὐδήμου Ὑπὲρ τῶν ἀναλυτικῶν), ἐν οἷς οὕτως λέγεται, ὅτι “ὁ διαλεκτικὸς ἃ μὲν κατασκευάζει μικρά ἐστιν, τὸ δὲ πολὺ τῆς δυνάμεως αὐτοῦ πρὸς τὸ ἀναιρεῖν τί ἐστι”. θέσιν δὲ τὸ πρόβλημα κοινότερον λέγει.
“此外,对于这两类问题,普遍的确立论题与反驳论题是共通的。” [它们]对于确立与反驳部分问题也是有用的。并且他再次表明,完全不需要为部分问题寻求某些特有的论题;因为他说,据以普遍地确立某事或普遍地反驳某事的论题,对于这两类问题是共通的,他现在所称的问题的“类”即普遍的和部分的。他之所以这样说,是因为他在传授论题时将单纯且普遍地进行,而不附加“部分地”或“对于某个”。因此,为了使人们明了即使问题是部分的,同样的论题对我们也是有用的,他预先谈论了这一点。而他将在第三卷末尾把这完全相同的事情阐述得更加清楚。 因此,普遍的确立论题不仅对普遍肯定问题有用,对部分肯定问题也是有用的;而普遍的反驳论题则同样不仅对普遍否定问题有用,对部分否定问题也是有用的。因为通过那些推论普遍属于的论题所证明的,不仅是普遍肯定问题,而且也是部分肯定问题。实际上,表明了每个人都呼吸的人,也就表明了某个人[呼吸];而且当需要证明某种快乐是善时,人们也可以使用“每种快乐都是善”这一普遍证明;因为表明了全部是[善]的人,也就表明了某种也是。同样,表明了四足不属于任何人或者善不属于任何快乐的人,也就表明了并非属于所有。然而反过来却不成立;因为表明了属于某一个的人并没有表明属于所有,表明了不属于某一个的人也没有表明不属于任何一个。 然而应当注意,[他说]普遍的确立论题与反驳论题对这两类问题是有用的,但反驳普遍命题的论题却并非如此。因为表明了并非每种快乐都是善的人,虽然反驳了普遍命题,却并没有取消某种快乐是善;同样,通过证明某种快乐是善而反驳了“没有一种快乐是善”的人,也并未因此就取消了某种快乐不是善;因为“没有”直接被“某个”所反驳,而当后者确立时,某种快乐不是善并未被取消,正如表明了某种快乐是善的人并未因此就表明了全部快乐也是善一样。 因此,由于普遍论题是共通的(因为我们确实也针对部分事项使用它们),而共通者居先,他说必须首先论述普遍论题;又由于普遍论题中有些是确立性的,有些是反驳性的,他说在普遍论题中又必须首先论述反驳性论题;因为这些论题比起证明普遍肯定的论题,再次对于辩证家更为有用。因为正如我此前已经提及的,辩论者大多提出肯定性的主张与问题,而辩证家的任务是反驳所设立的论点并对对立面展开推论(因为言辞中的训练正是如此),所以显而易见,肯定命题应当被否定地反驳。因此,否定先于肯定,因为对于辩证家有用得多;而普遍否定先于部分否定,因为普遍对于部分也是共通的。 至于反驳比起确立对于辩证家而言更为本职,这一点在题为《欧德谟分析篇》的第一卷中已经述及(同一部著作也题为《欧德谟为分析篇辩护》),在其中这样说道:“辩证家所确立的事情是微小的,而他的能力的绝大部分是针对取消某种事物的。”此外,他在更宽泛的意义上把问题称为“论点”。
- 2.2προκειμένου δεῖξαι
分词 προκειμένου 为非人称用法的属格绝对分词,以后续的不定式短语 δεῖξαι ὅτι τὶς ἡδονὴ ἀγαθόν 作为逻辑主语(“当被要求证明某种快乐是善时”)。它构成了主句潜能希求语气(χρήσαιτ’ ἄν τις)的状语性/条件性环境从句。
- 2.2ἀλλ’ οὐ τὰ τοῦ καθόλου ἀνασκευαστικά
语法上区分了 τὰ καθόλου ἀνασκευαστικά(“普遍的反驳论题”:形容词/副词 καθόλου 直接修饰论题,指结论为全称否定的论题)与 τὰ τοῦ καθόλου ἀνασκευαστικά(“反驳普遍命题的论题”:带冠词的中性属格 τοῦ καθόλου 作为宾格性属格依存于 ἀνασκευαστικά)。推导出全称否定命题的论题蕴涵了特称否定,因而在部分问题上亦有效;然而仅仅用于驳倒全称肯定命题(即确立特称否定)的论题并不能消除特称命题本身,故作者在句法上严格区分了修饰语与客观宾语。
