← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§128.5-129.32

问题的划分与全称反驳论题的优先性

亚历山大总结了从偶性开始传授论题的论证,说明了通过将问题划分为普遍与部分从而从全称反驳论题开始的次序,并在108b34处注解了“问题”与“普遍”在此处的具体含义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.0#3

οὕτως τε καὶ τοὺς τῶν ἄλλων προβλημάτων οἰκείους τόπους ὁρικοὺς ἂν ἔλεγε, πάλιν τε περὶ ἐκείνων λέγων καὶ μνημονεύων αὐτῶν τοὺς μὲν ἀπὸ τοῦ γένους ἔλεγεν ἂν αὐτῶν τοὺς δὲ ἀπ’ ἄλλου τινός, ὡς γίνεσθαι τοὺς αὐτοὺς πλειόνων οἰκείους. νῦν δὲ ἀρχόμενος ἀπὸ τοῦ συμβεβηκότος, ὃ κοινότατόν τέ ἐστι καὶ ἁπλούστατον, τοὺς μὲν περὶ τοῦ ὑπάρχειν ἢ μὴ ὑπάρχειν τόπους ὡς ἰδίους τοῦ συμβεβηκότος παραδίδωσιν· ἑξῆς δὲ μνημονεύων τῶν πρὸς τὸ γένος, ὅσοι παρὰ τὸ ὑπάρχειν περιττεύουσιν ἐν τῷ γένει, τούτους ὡς ἰδίους τοῦ γένους παραδίδωσι, καὶ ὅσοι πάλιν παρὰ τὸ γένος ἐν τῷ ἰδίῳ, ὡς οἰκείους τοῦ ἰδίου, καὶ ὅσοι παρὰ τοῦτο ἐν τῷ ὁρισμῷ, πρὸς τοὺς ὁρισμούς. Ἄρχεται μὲν οὖν διὰ ταῦτα ἀπὸ τῶν πρὸς τὸ συμβεβηκὸς τόπων. πρῶτον δὲ διαίρεσίν τινα τῶν προβλημάτων ποιεῖται, ἥτις δύναται μὲν γενέσθαι καὶ ἐπὶ τῶν ἄλλων, μάλιστα δέ ἐστιν ἐν τοῖς ἀπὸ τοῦ συμβεβηκότος. ἔστι δὲ ἡ διαίρεσις ὅτι τῶν προβλημάτων τὰ μέν ἐστι καθόλου τὰ δ’ ἐπὶ μέρους. ἐπὶ μὲν γὰρ τῶν ἄλλων γενῶν τῶν προβλημάτων, κἂν ἐπὶ μέρους τι ληφθῇ ὡς ἀληθὲς καθ’ αὑτό, ἀλλ’ οὖν κἀκεῖνο καθόλου τι ἐν αὑτῷ ἔχει· ὁ γὰρ λέγων τινὸς ἐμψύχου τὸ ζῷον γένος ὅτι ἐπὶ μέρους μὲν λέγει, δῆλον,1 ἀλλὰ τὸ ‘τί τοῦτο’ οὐκ ἄτομόν ἐστιν ἀλλὰ καθόλου· ἐπὶ δὲ τῶν συμβεβηκότων καὶ τὸ ἐν μέρει τὸ ὡς ἄτομον ἀληθὲς λαμβάνεται καθ’ αὑτό. ἐν μὲν γὰρ τοῖς ἀπὸ τῶν ἄλλων γενῶν προβλήμασι πάντα καθόλου τὰ προβλήματα † ἀλλήλοις δύναται λαμβάνεσθαι· οὔτε γὰρ γένος οὔτε ὅρος οὔτε ἴδιον τινὶ μὲν ἀτόμῳ ὑπάρχει τῶν ὁμοειδῶν τινὶ δὲ οὔ, ἀλλ’ ἢ πᾶσιν ἢ οὐδενί. τὸ δὲ συμβεβηκὸς μόνον οἷόν τε τινὶ μὲν ὑπάρχειν ὡς ἀτόμῳ τινὶ δὲ μή, οἷον τὸ λευκὸν ἢ τὸ μουσικὸν ἀνθρώπῳ ἢ τῶν ἄλλων τι τῶν συμβεβηκότων αὐτῷ· τὶς μὲν γὰρ ἄνθρωπος μουσικός, τὶς δὲ οὔ. διὰ δὲ τῆς διαιρέσεως ταύτης τὴν τάξιν τῆς παραδόσεως τῶν τόπων λήψεται. ποιησάμενος γὰρ τὴν προειρημένην διαίρεσιν πρῶτον μὲν δείξει ὅτι μὴ δεῖ πάντων ἰδίους τινὰς τόπους ζητεῖν τοὺς ἀνασκευαστικοὺς ἢ κατασκευαστικοὺς τῶν ἐπὶ μέρους· οἱ γὰρ τὰ καθόλου κατασκευάζοντες συγκατασκευάζουσι καὶ τὰ ἐπὶ μέρους τὰ ὑπ’ αὐτά, ὥστε ἀρκοῖεν ἂν οὗτοι πρὸς ἀμφότερα· ὁμοίως καὶ οἱ καθόλου ἀνασκευαστικοὶ συναναιροῦσι καὶ τὰ ἐπὶ μέρους. ἔτι δὲ ὁ δείξας, ὅτι κοινὰ τὰ καθόλου κατασκευαστικά τε καὶ ἀνασκευαστικά, λήψεται ὅτι δεῖ ἀπὸ τῆς τῶν καθόλου δεικνύντων τόπων παραδόσεως τὴν ἀρχὴν ποιεῖσθαι, διότι συγκατασκευάζει ταῦτα καὶ τὰ ἐπὶ μέρους καὶ ἔστι χρήσιμα καὶ πρὸς τὴν ἐκείνων κατασκευήν. πάλιν δὲ ἐπεὶ τῶν κοινῶν τε καὶ καθόλου οἱ μὲν κατασκευαστικοί εἰσιν οἱ δὲ ἀνασκευαστικοί, ὅτι δεῖ ἀπὸ τῶν ἀνασκευαστικῶν ἄρχεσθαι, λήψεται ἐκ τοῦ τὰ μὲν προβλήματα τοὺς τιθέντας ἐν τῷ ὑπάρχειν τε καὶ καταφατικῶς τιθέναι, προκεῖσθαι δὲ τοῖς διαλεγομένοις τὸ ἀντικείμενον τῶν τιθεμένων δεικνύναι· ἀντίκειται δὲ τῷ καταφατικῷ τὸ ἀποφατικόν. τῷ οὖν χρησιμωτέρους καὶ ἀναγκαιοτέρους εἶναι τοὺς καθόλου ἀνασκευαστικοὺς τοῖς διαλεκτικοῖς ἀπὸ τούτων ἄρξεται.2

这样一来,他也就会把属于其他问题的固有论题称为定义性的,并且当再次谈论那些问题并提及它们时,他就会把它们中的一部分称为源于属的,把另一部分称为源于其他某物的,以致相同的论题变得属于多个问题。然而现在,由于他从偶性开始——偶性是最普遍且最单纯的——,他便把关于属于或不属于的论题作为偶性所特有的来传授;接着提及针对属的论题时,凡是在属中超出“属于”之外的,他把这些作为属所特有的来传授;凡是在固有属性中又超出属之外的,他作为固有属性所特有的来传授;凡是在定义中超出固有属性之外的,他针对定义来传授。因此,出于这些原因,他从针对偶性的论题开始。 首先,他对问题作了一种划分,这种划分固然也能发生在其他各项中,但最显著地存在于源于偶性的问题中。该划分即:在问题中,有些是普遍的,有些是部分的。因为在其他类别的问题中,即使某个部分的事项本身被作为真实的来接受,它在自身中仍包含着某种普遍的事项;因为说动物是某种有灵魂之物的属的人,显然是在部分地述说,但那个“这是什么”并不是个体,而是普遍;然而在偶性中,哪怕作为个体的部分事项本身也被作为真实的来接受。因为在源于其他类别的问题中,所有问题相互之间都可以作为普遍的来接受;因为无论属、定义还是固有属性,都不会属于同种个体中的这一个而不属于那一个,而是要么属于所有个体,要么不属于任何个体。然而唯独偶性能够属于作为个体的这一个而不属于那一个,例如白色或有教养属于人,或者属于他的其他某种偶性〔属于人〕;因为有的人有教养,有的人则没有。通过这一划分,他将获得论题传授的次序。因为在作了上述划分之后,他首先将表明,不需要为一切寻求某些特有的、反驳或确立部分事项的论题;因为那些确立普遍事项的论题也同时确立了从属于它们的部分事项,所以这些论题对于两者都已足够;同样,普遍的反驳论题也同时取消了部分事项。再者,表明了普遍的确立论题与反驳论题是共通的之后,他将得出结论:必须从传授证明普遍事项的论题开始,因为这些论题也同时确立了部分事项,并且对于确立部分事项也是有用的。再者,由于共通且普遍的论题中有些是确立性的,有些是反驳性的,必须从反驳性论题开始这一点,他将由以下事实中得出:提出问题的人是以属于的方式且肯定地提出问题的,而辩证讨论者所面临的任务是证明所提出之论点的对立面;而与肯定相对立的是否定。因此,由于普遍的反驳论题对于辩证家更为有用且更为必需,他将从这些论题开始。

§2.1

"Ἔστι δὲ τῶν προβλημάτων τὰ μὲν καθόλου τὰ δὲ ἐπὶ μέρους." Προβλήματα νῦν ἔοικε λέγειν οὐ τὰ προτεινόμενα3 (ἐκεῖνα γὰρ τὴν ἀντίφασιν περιέχει), ἀλλὰ τὰ ὡρισμένα ἤδη κατὰ τὸ ἕτερον μέρος τῆς ἀντιφάσεως, πρὸς ἃ δεῖ ἀεὶ εὐπορεῖν ἐπιχειρημάτων. ὡς γὰρ τῶν προτάσεων αἱ μέν εἰσιν ἐν ἐρωτήσει τὴν ἀντίφασιν περιέχουσαι, αἱ δὲ ἤδη ὡς συλλογισμοῦ μέρη λαμβάνονται θάτερον μέρος οὖσαι τῆς ἀντιφάσεως (αὗται γάρ εἰσιν αἱ ἔνδοξοι, οὐχ αἱ ἐρωτήσεις ἀλλ’ αἱ ἤδη συγκεχωρημέναι τε καὶ κείμεναι, δι’ ὧν ὁ διαλεκτικὸς συλλογισμός), οὕτως καὶ τῶν προβλημάτων τὰ μέν ἐστιν ὡς προβαλλόμενα τὰ δὲ ὡρισμένα ἤδη, περὶ ὧν νῦν λέγει. καθόλου δὲ νῦν λέγει ἃ εἶπεν ἐν τῷ Περὶ ἑρμηνείας “καθόλου ὡς καθόλου”. τὸ μὲν γὰρ κοινὸν πᾶν καθόλου, κἂν ἀδιορίστως λέγηται· τὸ δὲ τοιοῦτον καθόλου τῷ καθ’ ἕκαστον ἀντιδιαιρεῖται· οἷον καθόλου μὲν ἄνθρωπος, καθ’ ἕκαστον δὲ Καλλίας. ὡς καθόλου δὲ τὸ καθόλου λέγεται, ὅταν τῷ καθόλου τὸ ‘πᾶς’ ἢ ‘οὐδεὶς’ προστεθῇ· οἷον πᾶς ἄνθρωπος δίπους, οὐδεὶς ἄνθρωπος πτηνός. τὰ οὕτω λεγόμενα νῦν ἁπλῶς καθόλου λέγει, οἷς ἀντιδιαιρεῖται τὰ ἐπὶ μέρους καὶ αὐτὰ περὶ τὰ καθόλου γινόμενα, ὡς τὸ ‘τὶς ἄνθρωπος μουσικός ἐστιν’, ‘οὐ πᾶς ἄνθρωπός ἐστι μουσικός’.

“在问题中,有些是普遍的,有些是部分的。” 他现在所称的“问题”,似乎不是作为疑问提出的那些(因为那些包含了矛盾对立),而是指已经按照矛盾对立的一方被确定下来的事项,对于这些事项,人们必须随时具备充足的推论。因为正如在前提命题中,有些是以疑问形式包含着矛盾对立,有些则已经作为推论的组成部分被获取,成为矛盾对立的一方(因为这些是被普遍认可的命题,不是疑问,而是已经被承认且设立的命题,辩证推论正是通过它们进行的),同样在问题中,有些是作为提出的疑问,有些则是已经确定的,他现在所谈论的正是后者。他现在所说的“普遍”,就是他在《解释篇》中所说的“在普遍上普遍地”。因为凡共通的事物都是普遍的,即便被非限定地述说;而这样的普遍是与个体相对立区分的,例如“人”是普遍,而“卡利亚斯”是个体。但当把“每个”或“没有”加到普遍者上时,普遍就被普遍地述说;例如“每个人都是两足的”,“没有人是有翅膀的”。对于以这种方式述说的事项,他现在单纯地称为普遍,与它们相对立区分的是部分命题,它们本身也是关于普遍者而产生的,如“有的人是有教养的”,“并非每个人都是有教养的”。

语法注3 条
  1. 2.0ὁ γὰρ λέγων τινὸς ἐμψύχου τὸ ζῷον γένος ὅτι ἐπὶ μέρους μὲν λέγει, δῆλον

    主格分词短语 ὁ λέγων τινὸς ἐμψύχου τὸ ζῷον γένος 在句首独立悬挂(破格结构),随后由 ὅτι 从句中的动词 λέγει 的主语予以承接,δῆλον 则充当全句的述语(“……是显而易见的”)。

  2. 2.0τῷ οὖν χρησιμωτέρους καὶ ἀναγκαιοτέρους εἶναι τοὺς καθόλου ἀνασκευαστικοὺς τοῖς διαλεκτικοῖς ἀπὸ τούτων ἄρξεται

    带冠词不定式与格 τῷ ... εἶναι 修饰主句谓语动词 ἄρξεται,表示原因。在不定式结构内部,τοὺς καθόλου ἀνασκευαστικούς 充当主词宾格,χρησιμωτέρους καὶ ἀναγκαιοτέρους 为其表语补足语。

  3. 2.1Προβλήματα νῦν ἔοικε λέγειν οὐ τὰ προτεινόμενα

    Προβλήματα 作不定式 λέγειν 的表语宾格,其真正的宾语是 οὐ τὰ προτεινόμενα, ἀλλὰ τὰ ὡρισμένα ἤδη(“他现在似乎将‘问题’指称不是被提出的事项,而是已经被确定的事项”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:128.5-129.32