← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§12.16-13.31

推论定义中的必然性与依赖前提的限定

亚历山大完成了关于选言推论中结论与附加前提因首要含义不同而非同一命题的论证,随后阐明了亚里士多德推论定义中“必然地”(将推论与归纳区分开来,并表明推论联系的必然性)以及“由于所设定的前提”(排除单前提言论及冗余前提)这两个限定短语的功能。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.2#4

οὕτως οὖν, εἰ καὶ τὸ ‘οὐκ ἔστι νύξ’ τὸ ἡμέραν εἶναι ὁμοίως ἐσήμαινεν τῷ ‘ἡμέρα ἐστίν’, οὐ διὰ τὸ ἑτέραν εἶναι τὴν λέξιν ἕτεραι ἂν αἱ προτάσεις ἐγένοντο,1 ἥ τε λέγουσα ‘ἡμέρα ἐστί’ καὶ ἡ λέγουσα ‘οὐκ ἔστι νύξ’, ἀλλ’ ἐπεὶ ταὐτὸν προηγουμένως ἑκάτερον οὐ σημαίνει, τό τε ‘ἡμέρα ἐστί’ καὶ ‘οὐκ ἔστι νύξ’, διὰ τοῦτο ἕτερα καὶ οὐ ταὐτὰ ἀλλήλοις. τὸ μὲν γὰρ ‘ἡμέρα ἐστί’ προηγουμένως μὲν τίθησι τὸ ἡμέραν εἶναι, κατὰ συμβεβηκὸς δὲ ἀναιρεῖ τὸ εἶναι νύκτα· τὸ δὲ μὴ εἶναι νύκτα προηγουμένως μὲν ἀναιρεῖ τὴν νύκτα, κατὰ συμβεβηκὸς δὲ τίθησι τὴν ἡμέραν τῷ μὴ οὔσης νυκτὸς ἐξ ἀνάγκης ἡμέραν εἶναι), ὡς οὖν ἐπὶ τούτων, οὕτως ἔχει καὶ τὸ ‘ἡμέρα ἐστί’, τοῦτ’ ἔστι τό τε προσλαμβανόμενον καὶ τὸ ἐπιφερόμενον, ἐν τῷ προειρημένῳ διαιρετικῷ· οὐ γὰρ ὡς ταὐτὸν προηγουμένως σημαίνοντα λαμβάνεται. εἰ δὲ τοῦτο, οὐχ ὅτι τῇ λέξει ἐστὶ τὰ αὐτά, ἤδη καὶ ἁπλῶς τὰ αὐτὰ ἂν εἴη, ἀλλ’ ὅτι μὴ τοῦ αὐτοῦ προηγουμένως δηλωτικά, ἕτερα. ὅτι γὰρ οὐχ ἱκανὴ ἡ ταὐτότης τῆς λέξεως τὴν αὐτὴν πρότασιν ποιεῖν, ὥσπερ οὐδὲ ἡ ἑτερότης διαφέρουσαν, δηλοῦσιν αἱ ὁμωνυμίαι. ὅτι δὲ μὴ ὡς τοῦ αὐτοῦ δηλωτικὰ ἀμφότερα λαμβάνεται, δῆλον ἐκ τοῦ τὸ μὲν ἐν τῇ προσλήψει λαμβανόμενον ‘ἡμέρα ἐστίν’ ὡς προηγουμένως τοῦ εἶναι ἡμέραν δηλωτικὸν προσλαμβάνεσθαι, τὸ δὲ ἐπιφερόμενον ὡς τοῦ ‘οὐκ ἔστιν ἡμέρα’ ἀναιρετικὸν ἐπιφέρεσθαι, ὡς ἴσον ὂν τῷ ‘οὐκ ἄρα οὐκ ἔστιν ἡμέρα’. ὡς οὖν τοῦτο οὐ προηγουμένως τὸ ἡμέραν εἶναι τίθησιν, ἀλλ’ ἀναιρεῖ τὸ ‘οὐκ ἔστιν ἡμέρα’, οὕτως καὶ τὸ ‘ἀλλὰ μὴν ἡμέρα ἐστί’ τὸ ἀντ’ αὐτοῦ λαμβανόμενον· λαμβάνεται γὰρ ἐν τῇ ἐπιφορᾷ ὡς ἀναιροῦν ἐκεῖνο, οὐ ταὐτὸν δὲ τὸ ἢ ὡς ἀναιρετικῷ τοῦ μὴ εἶναι ἡμέραν χρῆσθαι αὐτῷ ἢ ὡς ἡμέραν εἶναι τιθέντι. ὁ μὲν γὰρ ὑπὲρ τοῦ ἀνελεῖν τὸ ἡμέραν μὴ εἶναι χρώμενος αὐτῷ, εἰ ἄλλο τι ἦν τὸ ἀναιροῦν αὐτὸ καὶ μὴ τὸ ἡμέραν εἶναι, ἐκείνῳ ἂν καὶ τούτῳ ἐχρήσατο· ὁ δὲ βουλόμενος τὸ ἡμέραν εἶναι σημῆναι οὐκ ἂν ἄλλῳ τινὶ ἢ τῷ τούτου δηλωτικῷ χρήσαιτ’ ἄν. Τὸ δ’ ἐξ ἀνάγκης προσκείμενον ἐν τῷ ὅρῳ τῆς ἐπαγωγῆς χωρίζει τὸν συλλογισμόν. ἔστι μὲν γὰρ καὶ2 ἡ ἐπαγωγὴ λόγος ἐν ᾧ τεθέντων τινῶν ἕτερόν τι τῶν κειμένων συμβαίνει, ἀλλ’ οὐκ ἐξ ἀνάγκης· οὐ γὰρ ἀναγκαῖον τὸ δεικνύμενον ἐν ταῖς ἐπαγωγαῖς τῷ μήτε πάντα, δι’ ὧν ἡ δεῖξις τοῦ προκειμένου, δύνασθαι ληφθῆναι μήτε, εἰ μὴ πάντα ληφθείη, ἐξ ἀνάγκης δύνασθαι λέγειν οὕτως ἔχειν, ὡς ἕκαστον ἦν τῶν εἰλημμένων, καὶ τὸ καθόλου. ἔστι γὰρ τὸ ἐξ ἀνάγκης συμβαίνειν οὐ τοῦ ἀναγκαῖον γίνεσθαι τὸ συμπέρασμα ἐν τοῖς συλλογισμοῖς δηλωτικόν (οὐ γὰρ ἐν πᾶσι τοῖς συλλογισμοῖς ἀναγκαῖον τὸ συμπέρασμα· ἔστι γὰρ ἐν πολλοῖς καὶ ἐνδεχόμενον συμπέρασμα· τὸ γὰρ ἐξ ἐνδεχομένων προτάσεων ἐνδεχόμενον), ἀλλὰ τοῦ ἐξ ἀνάγκης ἕπεσθαι ταῖς προτάσεσι τὸ δεικνύμενον δι’ αὐτῶν, ὃ ποιᾶς ἂν εἴη σχέσεως τῶν τεθέντων πρὸς τὸ συμπέρασμα,3 δηλωτικὸν τὸ ἐξ ἀνάγκης. εἰ γοῦν μὴ ἕποιτο τοῖς κειμένοις ἐξ ἀνάγκης τὸ ἐπιφερόμενον, κἂν ἀναγκαῖον ᾖ, οὐ συλλογισμὸς τοῦτο. Τὸ δὲ διὰ τῶν κειμένων προσκείμενον εἴη μὲν ἂν οὐ μόνον τοὺς μονολημμάτους λόγους λεγομένους ἀποκρῖνον τῶν συλλογισμῶν (οὐ γὰρ διὰ τῶν κειμένων τὸ ἐπιφερόμενον αὐτοῖς δείκνυται· λείπει γὰρ ἐν αὐτοῖς πρὸς τὴν συλλογιστικὴν δεῖξιν τὸ παραλειπόμενον, ὡς εἰρήκαμεν), ἀλλὰ καὶ τοὺς παρέλκοντας· ἐν οἷς γὰρ λόγοις πρότασίς τις εἴληπται παρέλκουσα, οὗτοι οὐ διὰ τῶν κειμένων συνάγουσι τὸ συμπέρασμα, εἴ γε καὶ ἀφαιρεθείσης ἐκείνης ἔτι οἷόν τε τὸ αὐτὸ συνάγεσθαι.

因此,即使“并非夜幕降临”如同“天亮了”那样同样意味着天亮了,两道命题——即表述为“天亮了”的命题与表述为“并非夜幕降临”的命题——也不会是因为言辞不同而成为不同的命题;而是因为这两者——即“天亮了”与“并非夜幕降临”——各自并不是首要地意味着同一事物,由于这个缘故,它们是不同的且并非彼此相同的。因为“天亮了”首要地确立天亮了,而附带地取消夜幕降临;而并非夜幕降临首要地取消夜幕,附带地由于没有夜幕时必然是白天而确立白天)。正如在这些情形中一样,前述选言式的言论中的“天亮了” ——即附加采纳的前提与所引出的结论——也是如此;因为它们并不是作为首要地意味着同一事物而被采纳的。如果确实如此,它们并不会仅仅因为言辞上相同就已经是单纯同一的,而是因为它们并非首要地表明同一事物,因而是不同的。因为言辞的同一性不足以构成同一命题,正如言辞的相异不足以构成不同的命题一样,同音异义现象清楚地表明了这一点。而两者并非作为表明同一事物而被采纳,这一点从以下事实便显而易见:在附加前提中所采纳的“天亮了”乃是作为首要表明天亮了而被附加采纳的,而所引出的结论则是作为取消“并非天亮了”而被引出的,相当于“因此并非不是天亮了”。因此,正如这并不是首要地确立天亮了,而是取消“并非天亮了”一样,用来代替它的“然而确实天亮了”也是如此;因为它在引出结论时乃是作为取消那一陈述而被采纳的,而将其用作取消并非天亮了与用作确立天亮了并不是同一回事。因为为了取消并非天亮了而使用它的人,如果有某种其他事物取消它而不是天亮了,他也会使用那件事物,正如使用这个陈述一样;但意图表明天亮了的人,则绝不会使用除了表明此点以外的任何其他事物。 另一方面,在定义中附加“必然地”将推论与归纳区分开来。因为归纳也是一种在设定某些事物之后、有别于所设定事物的某种结果随之出现的言论,但并非必然地;因为在归纳中所证明的事物并不是必然的,这是由于既不能采纳赖以证明所提论题的全部个体,而如果不采纳全部个体,也不能必然地说全称事物正如所采纳的每个个体那样成立。因为“必然地随之出现”并不是表明在推论中结论变为必然的(因为并非在所有推论中结论都是必然的;在许多推论中结论也是偶然的;因为由偶然前提出发的结论是偶然的),而是“必然地”表明,无论所设定前提对结论具有何种关联,通过前提所证明的事物都必然地随前提出现。无论如何,如果所引出的结论并非必然地随所设定的前提出现,哪怕结论本身是必然的,这也不是推论。 而附加“由于所设定的前提”不仅会将所谓单前提言论排除在推论之外(因为在它们之中,所引出的结论并非由于所设定的前提而被证明;正如我们所言,在它们之中为了构成推论性的证明缺少了被省略的前提),而且也会排除包含冗余前提的言论;因为在采纳了冗余命题的言论中,既然即使去除了该命题仍有可能得出相同的结论,它们就并不是由于所设定的前提而推导出结论的。

语法注3 条
  1. 1.2οὐ διὰ τὸ ἑτέραν εἶναι τὴν λέξιν ἕτεραι ἂν αἱ προτάσεις ἐγένοντο

    由 εἰ καὶ... ἐσήμαινεν 引导的与事实相反条件句的归结节。接续前一分块末尾的开括号 (οὐ γάρ...,说明仅凭言辞的相异并不构成命题的差异,随后通过 ἀλλ’ ἐπεὶ... 指出真正的差异在于“首要含义”的不同。

  2. 1.2Τὸ δὲ διὰ τῶν κειμένων προσκείμενον εἴη μὲν ἂν οὐ μόνον... ἀλλὰ καὶ...

    主语为名词化短语 Τὸ... διὰ τῶν κειμένων προσκείμενον(附加的“由于所设定的前提”)。主要谓语为潜在希求法 εἴη ἄν 与分词 ἀποκρῖνον(区分、排除者)结合构成的迂回谓语结构,通过 οὐ μόνον... ἀλλὰ καὶ... 统辖单前提言论与冗余前提言论。

  3. 1.2ὃ ποιᾶς ἂν εἴη σχέσεως τῶν τεθέντων πρὸς τὸ συμπέρασμα

    作为属格性质的间接疑问或关系从句,意为“无论所设定的前提与结论具有何种关联”。带有 ἄν 的希求法 εἴη 表示普遍假设或潜在状态,文末的 δηλωτικὸν τὸ ἐξ ἀνάγκης 闭合了整个句式结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:12.16-13.31