- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:126.20-128.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大举例说明了如何从相反者以及更多与较少的论题中引申出具体前提,随后从偶性的更大普遍性、本性上的优先性以及论述的整饬次序出发,解释了亚里士多德为何首先传授针对偶性的论题。
οὐ μὴν ἀλλ’ ἀπ’ αὐτοῦ ὁρμωμένους ἔστιν ἐπιχειρεῖν1 περὶ ἑκάστου τῶν ἐναντίων· εἰ μὲν γὰρ ζητοῖτο περὶ ἀγαθοῦ εἰ ὠφελεῖ, ληψόμεθα ἀπὸ τοῦ προκειμένου τόπου ὁρμώμενοι προσεχῆ πρότασιν τῷ προκειμένῳ προβλήματι τὴν ‘εἰ τὸ κακὸν βλάπτει, τὸ ἀγαθὸν ὠφελεῖ’· παρὰ γὰρ τοῦ προκειμένου τόπου τό τε εἶναι τῇδε τῇ προτάσει καὶ τὸ πιστὸν ὑπάρξει. εἰ δὲ εἴη ζητούμενον πότερον τὸ λευκὸν χρῶμα διακριτικόν ἐστιν ὄψεως, πάλιν οἰκείαν καὶ προσεχῆ τούτῳ τῷ προβλήματι πρότασιν ληψόμεθα ἀπὸ τοῦ προκειμένου τόπου τὴν ‘εἰ τὸ μέλαν χρῶμα συγκριτικόν ἐστιν ὄψεως, καὶ τὸ λευκὸν χρῶμα διακριτικόν ἐστιν ὄψεως’. ἀλλ’ εἰ καὶ περὶ ἡδονῆς ζητοῖτο εἰ ἀγαθόν, ληφθήσεται πρότασις ἀπὸ τοῦ προκειμένου τόπου ἡ λέγουσα ‘εἰ ἡ λύπη κακόν, ἡ ἡδονὴ ἀγαθόν’. πάντα γὰρ ταῦτά τε καὶ τὰ τοιαῦτα δυνάμει τε καὶ ἀορίστως ἐν τῷ προκειμένῳ περιέχεται τόπῳ. πάλιν τόπος μὲν ἓν περὶ δύο2 ‘εἰ τὸ μᾶλλον τινι δοκοῦν ὑπάρχειν μὴ ὑπάρχει, οὐδὲ τὸ ἧττον δοκοῦν ὑπάρχειν ὑπάρχοι ἂν αὐτῷ’. καὶ γὰρ οὗτος ὁ λόγος τῷ μὲν καθόλου ὥρισται (ὅτι γὰρ περὶ τοῦ μᾶλλον καὶ ἧττον ὑπάρχοντος λέγει, δηλοῖ, ὥσπερ καὶ ὁ πρὸ αὐτοῦ ὅτι περὶ ἐναντίων), τοῖς μέντοι καθ’ ἕκαστά ἐστιν ἀόριστος· οὐ γὰρ δηλοῦται ἐν αὐτῷ περὶ τοῦ ἐν τίνι μᾶλλον· ἔστι γὰρ καὶ ἐπὶ χρώματος λαβεῖν τὸ μᾶλλόν τε καὶ ἧττον καὶ ἐπὶ χυμοῦ καὶ ἐπὶ ἀγαθοῦ. ἔστι μέντοι πρὸς ἕκαστον τῶν τῷ μᾶλλόν τε καὶ ἧττον προσχρῆσθαι δυναμένων προβλημάτων ὁρμωμένους ἀπὸ τοῦ προειρημένου τόπου οἰκείων εὐπορεῖν προτάσεων. ζητουμένου γάρ, ἂν οὕτω τύχῃ, πότερον ὁ πλοῦτος ἀγαθὸν ἢ οὔ, βουλόμενός τις ὅτι μὴ ἀγαθὸν δεῖξαι ὁρμώμενος ἀπὸ τοῦ προειρημένου τόπου λήψεται προσεχῆ πρότασιν τῷ προκειμένῳ, δι’ ἧς ὅτι μὴ ἔστιν ἀγαθὸν συλλογιεῖται. εἰ γὰρ ἡ ὑγεία μᾶλλον οὖσα τοῦ πλούτου ἀγαθὸν μή ἐστιν ἀγαθόν, οὐδὲ ὁ πλοῦτος ἀγαθὸν ἂν εἴη· ἧς ληφθείσης προτάσεως, εἰ προσληφθείη τις πρότασις ἡ λέγουσα ὅτι μή ἐστιν ἡ ὑγεία ἀγαθὸν διὰ τὸ φέρε εἰπεῖν γενέσθαι τισὶ πρὸς κακοῦ μηδὲν δὲ ἀγαθὸν αἴτιον γίνεσθαι κακοῦ, εἴη ἂν κατὰ τὸν προκείμενον τόπον δεδειγμένον ὅτι μὴ ἀγαθὸν ὁ πλοῦτος. Ποιεῖται δὲ πρώτην τῶν τόπων τὴν τῶν πρὸς τὰ ἀπὸ τοῦ συμβεβηκότος προβλήματα παράδοσιν, ὅτι τε κοινότερον τοῦτο καὶ κατὰ τοῦτο πρῶτον (τὸ γὰρ ὑπάρχον πᾶσιν ὑπάρχει) οὕτω τε τεταγμένη γίνεται καὶ διακεκριμένη ἡ τῶν τόπων παράδοσις. ἔστι γὰρ συμβεβηκός, ὡς εἶπεν ἐν τῷ πρὸ τούτου, ὃ “μήτε γένος ἐστὶ μήτε ὅρος μήτε ἴδιον, ὑπάρχει δὲ τῷ πράγματι”. ἀλλὰ μὴν τὸ ὑπάρχειν καὶ τοῖς ἄλλοις παρακολουθεῖ· οὔτε γὰρ γένος οὔτε ἴδιον οὔτε ὅρον οἷόν τε εἶναί τινος μὴ ὑπάρχοντα αὐτῷ. διὸ ἀναιρουμένου τοῦ ὑπάρχοντος, ᾧ τὸ συμβεβηκὸς ὁρίζεται, ἀναιρεῖται καὶ τῶν ἄλλων ἕκαστον· οὐκέτι μέντοι ἐκείνων τινὸς ἀναιρουμένου συναναιρεῖται τὸ συμβεβηκός. ὥστε πρῶτον τῇ φύσει κατὰ τοῦτο τῶν ἄλλων τὸ συμβεβηκός. ἔτι καὶ διότι ἀπὸ τοῦ συμβεβηκότος αὐτῷ τῆς τῶν τόπων ἀρχομένῳ παραδόσεως3 ἔμελλε τεταγμένη τε γίνεσθαι καὶ διακεκριμένη ἡ τῶν τόπων παράδοσις, ὡς ἄλλους μὲν εἶναι τοὺς πρὸς τὸ συμβεβηκὸς ἄλλους δὲ τοὺς πρὸς τὸ γένος ἄλλους δὲ τοὺς πρὸς τὸ ἴδιον καὶ ἄλλους τοὺς πρὸς τὸν ὁρισμόν. εἰ γὰρ ἀπὸ τοῦ ὁρισμοῦ τὴν ἀρχὴν τῆς τῶν τόπων παραδόσεως ἐποιεῖτο, ἐπειδὴ δεῖ τὸν ὁρισμὸν μὴ μόνον τὸ τί ἦν εἶναι σημαίνειν, ἀλλὰ πρῶτον μὲν ὑπάρχειν ἐκείνῳ οὗ ἐστιν ὁρισμός, ἔπειτα καὶ ἐν τῷ τί ἐστιν αὐτοῦ κατηγορεῖσθαι, ἀλλὰ καὶ ἀντικατηγορεῖσθαι αὐτοῦ, ἀναγκαίως ἂν καὶ τῶν τοῦ ὑπάρχοντος κατασκευαστικῶν ἢ ἀνασκευαστικῶν τόπων ὡς ὁρικῶν ἐμνημόνευσεν,4 οἵτινές εἰσιν οἰκεῖοι τῷ συμβεβηκότι, καὶ τῶν δεικνύντων ὅτι ἐν τῷ τί ἐστι κατηγορεῖται, οἳ πάλιν εἰσὶν οἰκεῖοι τῶν γενικῶν προβλημάτων, ἀλλὰ καὶ τῶν δεικνύναι δυναμένων ὅτι ἀντικατηγορεῖται, οἳ τῶν ἀπὸ τοῦ ἰδίου προβλημάτων εἰσὶν οἰκεῖοι.
然而,以此为出发点,人们可以就每一对相反者进行论证。因为如果探讨善是否是有益的,我们将从所提出的论题出发,针对所提出的问题获得一个切近的前提:“如果恶有害,那么善就是有益的”;因为源于所提出的论题,存在与说服力都将属于这个前提。而如果探讨白色是否是使视线离散的,我们又将从所提出的论题中针对该问题获得一个固有且切近的前提:“如果黑色是使视线凝聚的,那么白色也是使视线离散的”。而且如果探讨快乐是否是善,从所提出的论题中也将获得这样说的前提:“如果痛苦是恶,那么快乐就是善”。因为所有这些以及诸如此类的事项,都潜能地且不确定地包含在所提出的论题之中。 再者,“关于两物的一物”这一论题是:“如果看来更属于某物者不属于,那么看来较少属于者也不会属于它”。因为这个说法在普遍层面上也是确定的(因为它表明它是关于更属于和较少属于者而说的,正如同在此之前的那个论题表明它是关于相反者而说的一样),然而在具体事例中它是不确定的;因为在其中并没有表明关于在何种事物中较多;因为不仅在颜色上,而且在滋味上以及在善上,都可以取其更多与较少。然而,对于能够利用更多与较少的各个问题,人们从上述论题出发,可以充分获得固有的前提。例如,假若碰巧探讨财富是否是善,某人若想表明它不是善,从上述论题出发,他将针对所提出的事项获得一个切近的前提,并通过它推论出它不是善。因为如果比财富更有资格作为善的健康都不是善,那么财富也不会是善;当获取了这一前提之后,如果再额外获取一个命题,说明健康不是善是因为(比方说)它对某些人成了祸害,而没有任何善的事物会成为祸害的原因,那么按照所提出的论题,财富不是善这一点就得到了证明。 他之所以将针对源于偶性的问题的论题作为论题中传授的第一项,既是因为这更为普遍且在这方面居先(因为“属于”属于所有事物),也是因为这样一来论题的传授便成为有序且被区分开来的。因为偶性正如他在前一卷中所说,是“既非属,亦非定义,亦非固有属性,但属于该事物者”。然而,“属于”确实也伴随着其他各项;因为若不属于某物,就不可能作为它的属、固有属性或定义。因此,当界定偶性的“属于者”被取消时,其余各项中的每一项亦被取消;然而,当那些事项中的某一项被取消时,偶性却不再一同被取消。所以在这一方面,偶性在本性上先于其余各项。此外,还因为如果他从偶性开始传授论题,论题的传授便注定会变得有序且被区分开来,以致针对偶性者是一类,针对属者是一类,针对固有属性者是一类,而针对定义者又是另一类。因为如果他从定义开始传授论题,既然定义不仅必须表示本质,而且首先必须属于它是其定义的那项事物,其次必须在其“是什么”中被述说,再者还必须与它相互换位述说,那么他就必然会把确立或反驳“属于者”的论题——这些论题本是偶性所固有的——作为定义性的论题来提及,并且必然会提及那些表明是在“是什么”中被述说的论题——它们又是属的问题所固有的——,而且也必然会提及那些能够表明是相互换位述说的论题——它们是源于固有属性的问题所固有的。
- 2.0ὁρμωμένους ἔστιν ἐπιχειρεῖν
非人称动词 ἔστι(可能)后接“宾格加不定式”结构,宾格分词 ὁρμωμένους 作为不定式 ἐπιχειρεῖν 的逻辑主语,泛指论辩者。
- 2.0ἓν περὶ δύο
修饰 τόπος 的表语性短语,意为“涉及两项(更多与较少)的一个论题”。它表明该论题处理两个比较项,与前面涉及相反者的论题相类似。
- 2.0αὐτῷ τῆς τῶν τόπων ἀρχομένῳ παραδόσεως
αὐτῷ ... ἀρχομένῳ 是与格,依附于随后的动词 ἔμελλε,作关涉与格表示动作的主体(“因他开始传授论题,[论题的传授]注定会变得……”)。属格 τῆς ... παραδόσεως 则由分词 ἀρχομένῳ 所支配,作其补足语(“开始……”)。
- 2.0εἰ γὰρ ἀπὸ τοῦ ὁρισμοῦ τὴν ἀρχὴν τῆς τῶν τόπων παραδόσεως ἐποιεῖτο ... ἀναγκαίως ἂν ... ἐμνημόνευσεν
反事实条件句结构。条件从句使用未完成过去时直陈式 ἐποιεῖτο(“如果他[事实上并非如此]从定义开始……”),主句使用 ἂν 加上不定过去时直陈式 ἐμνημόνευσεν(“他就必然会提及……”),表达对过去的与事实相反的假设。
