← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§125.3-126.20

第一卷总结与论题的本质及定义

亚历山大总结了《论题篇》第一卷的内容(推论与公认意见的定义、前提与问题的区分、四种谓词及论辩工具等),预告第二卷将转向论题的传授,并结合例证探讨了论题的实质及其在狄奥弗拉斯托斯处的定义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.0#1

Ἐν τῷ πρώτῳ τῶν Τοπικῶν εἰπὼν περὶ ὧν ἦν ἀναγκαῖον εἰπεῖν πρὸ τῆς τῶν τόπων παραδόσεως (ταῦτα δὲ ἦν τίς τέ ἐστιν ἡ πρόθεσις ἡ κατὰ τὴν πραγματείαν, καὶ τί ἐστι συλλογισμός, καὶ τίνες αὐτοῦ διαφοραί, καὶ τίνι τῶν ἄλλων συλλογισμῶν ὁ διαλεκτικὸς διαφέρει, καὶ τί ποτέ ἐστι τὸ ἔνδοξον), ὑποθέμενος δὲ καὶ πῶς δεῖ καὶ τὸ ἐν τοῖς τοιούτοις λόγοις ἀπαιτεῖν ἀκριβές, εἰπὼν δὲ καὶ πρὸς πόσα τε καὶ τίνα χρήσιμος ἡ πραγματεία, ἔτι δὲ δηλώσας τί τὸ ἐν αὐτῇ τέλειον, καὶ μετὰ ταῦτα εἰπὼν ἐν τίσιν αὐτῇ τὸ εἶναι, ὅτι ἐν προβλήμασί τε καὶ προτάσεσι καὶ τοῖς ὀργάνοις δι’ ὧν οἷόν τε εὐπορεῖν τῶν τοιούτων συλλογισμῶν, ἐπὶ τούτοις πρῶτον μὲν περὶ τῶν προτάσεών τε καὶ τῶν προβλημάτων ἐποιήσατο τὸν λόγον κοινῶς, καὶ δείξας ὅτι κατὰ τὸ ὑποκείμενον ἕν ἐστι ταῦτα, ὥσπεροῦν καὶ τὸ συμπέρασμα καὶ τὸ λῆμμα (πάντα γὰρ ταῦτα τῷ γένει προτάσεις, τό τε πρόβλημα καὶ ἡ πρότασις καὶ τὸ λῆμμα καὶ τὸ συμπέρασμα, κατὰ τὸν τρόπον τῆς ἐκφορᾶς καὶ τὴν ποιὰν σχέσιν τὴν πρός τινα τὴν διαφορὰν ἔχοντα), ἔπειτα εἰπὼν πόσα γένη τῶν προβλημάτων ἐστὶ καὶ τῶν προτάσεων, καὶ δείξας ὅτι τέσσαρα καὶ τίνα, περὶ ἑκάστου αὐτῶν τί ἐστιν εἶπεν. εἰπὼν δὲ καὶ περὶ τῶν οἰκείων τε καὶ παρακειμένων ἑκάστῳ αὐτῶν, ἃ δι’ ὁμοιότητα συντάσσεται αὐτοῖς, ἀλλὰ καὶ δι’ ὅ τι τοσαῦτα τὰ γένη δείξας καὶ δι’ ἐπαγωγῆς καὶ διὰ συλλογισμοῦ, μετὰ ταῦτα διαίρεσιν ἐποιήσατο τοῦ ταὐτοῦ, ἐπεί ἐστί τινα καὶ ἀπὸ ταὐτοῦ προβλήματα τοῖς ὁρικοῖς συντασσόμενα. εἶτα ὁρισάμενος τὴν διαλεκτικὴν πρότασιν καὶ τὸ διαλεκτικὸν πρόβλημα καὶ δείξας αὐτῶν τὴν πρὸς ἄλληλα διαφοράν, εἰπὼν δὲ καὶ περὶ θέσεως, ἐπεὶ καὶ ἡ θέσις πρόβλημά τι, ἀλλὰ καὶ περὶ ἐπαγωγῆς ποιησάμενος τὸν λόγον καὶ δείξας τί ἐστι, καὶ εἰπὼν ὅτι μέρος ἐστὶ τῶν διαλεκτικῶν λόγων καὶ ἡ ἐπαγωγὴ ὥσπερ καὶ ὁ συλλογισμός, μετὰ ταῦτα τίνα ἐστὶ καὶ πόσα τὰ ὄργανα, δι’ ὧν οἷόν τε εὐπορεῖν τῶν διαλεκτικῶν λόγων, εἶπε, καὶ περὶ ἑκάστου αὐτῶν ἰδίᾳ διεξελθὼν ἔδειξε καὶ τὸ ἀφ’ ἑκάστου αὐτῶν χρήσιμον πρὸς τὴν διαλεκτικήν. περὶ τούτων ποιησάμενος ἐν τῷ πρώτῳ τῶν Τοπικῶν τὸν λόγον ὡς ἀναγκαίων γνωρίζεσθαι πρὸς τὴν τῶν παραδοθησομένων τόπων χρῆσιν, ἐν τῷ δευτέρῳ τῆς τῶν τόπων τῶν πρὸς ἕκαστον πρόβλημα χρησίμων παραδόσεως ἄρχεται.1 ἔστι δὲ ὁ τόπος ἀρχὴ καὶ ἀφορμὴ ἐπιχειρήματος· ἐπιχείρημα δὲ καλοῦσι τὸν διαλεκτικὸν συλλογισμόν. διὸ καὶ ὁρίζεται ὁ Θεόφραστος τὸν τόπον, ὡς ἤδη ἡμῖν ἐν τοῖς πρώτοις εἴρηται, οὕτως· “τόπος ἐστὶν ἀρχή τις ἢ στοιχεῖον, ἀφ’ οὗ λαμβάνομεν τὰς περὶ ἕκαστον ἀρχάς, τῇ περιγραφῇ μὲν ὡρισμένος, τοῖς δὲ καθ’ ἕκαστα ἀόριστος”.2 οἷον τόπος ἐστὶν ‘εἰ τὸ ἐναντίον τῷ ἐναντίῳ ὑπάρχει, καὶ τῷ ἐναντίῳ τὸ ἐναντίον’· οὗτος γὰρ ὁ λόγος καὶ ἡ πρότασις αὕτη τῷ μὲν καθόλου ὥρισται (ὅτι γὰρ περὶ ἐναντίων καθόλου λέγεται, δηλοῖ), οὐκέτι μέντοι, εἰ περὶ τῶνδε ἢ τῶνδε τῶν ἐναντίων λέγεται, ἔστιν ὡρισμένον ἐν αὐτῷ.

在《论题篇》第一卷中,他谈论了在传授论题之前所必须谈论的事项(这些事项是:本论著的目的何在,什么是推论,推论有哪些差别,辩证推论与其余推论有何不同,以及公认意见究竟是什么);并且假定了在诸如此类的论辩中应当如何要求精确性;并且谈论了本论著对于多少事物以及何种事物是有用的;此外还阐明了在本论著中什么是完备的;而在这些之后,谈论了它的存在何在——即在于问题、前提以及赖以能够充分获得此类推论的工具;在此之上,他首先共同地论述了前提与问题,表明它们在底层主体上是一体的——正如同结论与小前提一样(因为所有这些,即问题、前提、小前提和结论,在属上都是命题,其区别在于表述方式以及对某物的某种关联);接着,谈论了问题和前提有多少属,并表明有四种属以及它们是什么,论述了它们各自是什么。并且在谈论了从属于且邻近于它们各自的事项(这些事项由于相似性而与它们一同归类)之后,不仅通过归纳而且通过推论表明了为何恰有这么多的属,在此之后他对同一性进行了划分,因为也有某些源于同一性的问题是与定义性的问题一同归类的。随后,在界定了辩证前提与辩证问题并表明了它们彼此之间的差别之后,并且由于论点亦为某种问题而谈论了论点,不仅论述了归纳并表明了它是什么,还说明了归纳如同推论一样也是辩证论辩的一个组成部分,在此之后他说明了赖以能够充分获得辩证论辩的工具是什么以及有多少,并逐一详细考察了它们各自,表明了从它们各自中所得出的对辩证法有用之处。在《论题篇》第一卷中对这些事项进行了论述,认为它们对于使用即将传授的论题而言是必须认识的,随后在第二卷中,他开始传授对各个问题都有用的论题。论题是论证的始元与出发点;而人们将辩证推论称为论证。因此,正如我们在开头部分所已经指出的那样,狄奥弗拉斯托斯也把论题界定如下:“论题是某种始元或要素,我们由此获取关于各个具体事物的始元,它在轮廓上是确定的,但在各个具体事例中是不确定的。”例如,论题是:“如果相反者属于相反者,那么相反者亦属于相反者。”因为这句话以及这个命题就普遍层面而言是确定的(因为它表明它是关于相反者普遍地被述说的),然而在它之中却绝未确定它是关于这些还是那些特定的相反者而言的。

语法注2 条
  1. 2.0Ἐν τῷ πρώτῳ τῶν Τοπικῶν εἰπὼν ... ἄρχεται

    从句首 Ἐν τῷ πρώτῳ τῶν Τοπικῶν εἰπὼν 开始的连串长篇分词结构(包括 εἰπών、ὑποθέμενος、δηλώσας、ποιησάμενος、δείξας、ὁρισάμενος 等)配合途中若干主句限定动词(ἐποιήσατο、εἶπεν、ἔδειξε)全面列举了第一卷的内容,最后由 περὶ τούτων ποιησάμενος ... ἐν τῷ δευτέρῳ τῆς τῶν τόπων ... παραδόσεως ἄρχεται(“对这些事项进行了论述之后……在第二卷中他开始传授论题……”)加以总结。需要把握从总结第一卷跨越到揭示第二卷主题的句子主干骨架。

  2. 2.0τῇ περιγραφῇ μὲν ὡρισμένος, τοῖς δὲ καθ’ ἕκαστα ἀόριστος

    τῇ περιγραφῇ 与 τοῖς καθ’ ἕκαστα 均为表示关涉/限定的与格(“在轮廓方面”、“在个别事例方面”)。它们构成了狄奥弗拉斯托斯这一定义的对比性骨架:论题在其普遍的外延公式/轮廓(περιγραφή)上是确定的(ὡρισμένος),但在应用于各个具体实例(τὰ καθ’ ἕκαστα)时则是不确定的(ἀόριστος)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:125.3-126.20