- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:123.24-124.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阐述对相似者的考察如何有助于在同种及异种事物中发现属并构成定义,列举基于类比的远隔范例(风平浪静与无风、点与单子),并总结辨证法的四种工具,预告接下来向论题论的过渡。
ἀλλ’ ἐπὶ μὲν τῶν ὁμοειδῶν πρόχειρος ἡ τοῦ εἴδους γνῶσις τῷ κατ’ ἀριθμὸν μόνον ἀλλήλων διαφέρειν τὰ τῷ εἴδει τὰ αὐτά·1 διὸ οὐδὲ ζητήσεως δεῖται· ἐπὶ δὲ τῶν ἀνομοειδῶν οὐχ ὁμοίως ῥᾳδία ἡ τοῦ οὕτως κοινοῦ λῆψις· διὸ τῶν ἐν τούτοις ὁμοίων τὸ μάλιστα ἐν τῷ τί ἐστι κατηγορούμενον γένος ἐστί. μάλιστα δὲ εἶπεν ἐν τῷ τί ἐστι κατηγορεῖσθαι τὸ γένος, ὅτι δύνανται καὶ αἱ κοιναὶ διαφοραὶ αὐτῶν φαντασίαν ἀποτελεῖν ὡς ἐν τῷ τί ἐστι κατηγορούμεναι.2 οἷον κατὰ πάντων τῶν ζῴων τὸ ἔμψυχον, τὸ αἰσθητικόν· διὸ εἰ καὶ ταῦτά τις οὕτως κατηγορεῖσθαι λέγοι αὐτῶν, ἀλλὰ μᾶλλόν γε καὶ γνωριμώτερον ὂν τὸ ζῷον αὐτῶν ἐν τῷ τί ἐστι κατηγορεῖται· διὸ τοῦτο γένος αὐτῶν. δύναται καὶ τὸ τῶν γὰρ κοινῶν τὸ μάλιστα ἐν τῷ τί ἐστι κατηγορούμενον οὕτως εἰρῆσθαι ‘τῶν γὰρ κοινῶν τὸ μάλιστα κοινὸν καὶ ἐν τῷ τί ἐστι κατηγορούμενον γένος’· καὶ εἴη ἂν τῷ μάλιστα κοινῷ χωρίζων τὸ γένος ἀπὸ τοῦ εἴδους· ἀμφότερα μὲν γὰρ ἐν τῷ τί ἐστιν, ἀλλὰ μάλιστα κοινὸν ὃ ἐν πᾶσίν ἐστι καὶ τοῖς πλείοσι. τὸ μὲν οὖν γένος ἐκ τῆς τοῦ ὁμοίου θεωρίας, αἱ δὲ διαφοραὶ ἐκ τῆς τῶν διαφόρων γνώσεως· ἐκ τούτων δὲ ὁ ὁρισμός. Οὐ μόνον δέ φησιν ἐν τοῖς μὴ πολὺ διεστῶσι χρήσιμον τὴν τοῦ ὁμοίου θεωρίαν εἶναι πρὸς τὴν τοῦ γένους αὐτῶν εὕρεσιν ἀλλὰ καὶ ἐν τοῖς πολὺ διεστῶσι· καὶ γὰρ καὶ ἐπ’ ἐκείνων τὰ ὅμοια λαβόντες εὕροιμεν ἂν κοινόν τι ἐν αὐτοῖς γένος, ᾧ προσθέντες τὸ ἴδιον ἑκάστῳ τῶν οὕτως διαφερόντων εἴημεν ἂν αὐτὰ ὡρισμένοι.3 εἰ γὰρ εὕροιμεν ἔν τισιν ὁμοιότητά τινα πρὸς ἄλληλα κατά τινα ἀναλογίαν οὖσαν, τὴν ὁμοιότητα καὶ τὴν ταὐτότητα αὐτῶν ταύτην λαβόντες ὡς γένος, προσθέντες τούτῳ τὸ ἐν ᾧ ἢ ἑκάτερον αὐτῶν ἢ ἕκαστόν ἐστι τῶν ἐχόντων ταύτην τὴν ὁμοιότητα, εἴημεν ἂν ἕκαστον αὐτῶν ὡρισμένοι. οἷον ταὐτόν ἐστι γαλήνη μὲν ἐν θαλάσσῃ, νηνεμία δ’ ἐν ἀέρι· ἑκάτερον γὰρ αὐτῶν ἐν τῷ οἰκείῳ ἡσυχία ἐστί· τὴν δὲ ἡσυχίαν λαβόντες, ἣ ἦν τῇ τε γαλήνῃ καὶ τῇ νηνεμίᾳ κοινόν, ταύτῃ προσθέντες τὸ μὲν ἐν θαλάσσῃ γαλήνης ἀποδώσομεν ὁρισμόν, τὸ δ’ ἐν ἀέρι νηνεμίας. πάλιν ἐπεὶ ταὐτόν ἐστιν ἐν στιγμῇ καὶ μονάδι ἡ ἀρχή (ὡς γὰρ στιγμὴ ἐν γραμμῇ, οὕτως μονὰς ἐν ἀριθμῷ· ἀρχὴ γὰρ ἀμφότερα), προσθέντες τῇ ἀρχῇ ἑκατέρου τὸ οὗ ἐστιν ἀρχή, ὡρισμένοι ἂν αὐτὰ εἴημεν· ἔστι γὰρ στιγμὴ μὲν ἀρχὴ γραμμῆς, μονὰς δὲ ἀριθμοῦ. ὅλως δὲ ἡ τοῦ ὁμοίου θεωρία οἰκειοτάτη ἐπιστήμῃ τε καὶ πάσῃ λογικῇ γνώσει· τὸ γὰρ καθόλου δι’ ὁμοιότητος λαμβάνεται, ἡ δὲ τοῦ καθόλου γνῶσις ἐπιστημονική. Καὶ τὰ μὲν ὄργανα, δι’ ὧν οἱ συλλογισμοί, τὰ εἰρημένα τέσσαρα. ἑξῆς δὲ προτίθεται τοὺς τόπους παραδιδόναι ἀφ’ ὧν αἱ ἀφορμαὶ τῶν ἐπιχειρημάτων, πρὸς οὓς χρήσιμα τὰ ἐν τῷδε τῷ βιβλίῳ προειρημένα τε καὶ προτετεχνολογημένα.
然而在同种的事物中,由于在种上相同的事物仅在数量上彼此不同,对种的认识是现成的;因此它甚至不需要探求。但在异种的事物中,把握这样共通的事物并非同样容易;因此在这些事物中的相似者之中,最在“是什么”之中被述说者乃是属。他说属最在“是什么”之中被述说,是因为它们共同的属差也能够造成仿佛是在“是什么”之中被述说的假象;例如,对于一切动物而言,“有灵魂的”与“有感知能力的”。因此,即使有人说这些也这样被述说于它们,然而“动物”作为更根本且更为人所知者,是在“是什么”之中被述说于它们的;因此这是它们的属。也可以把“因为在共通者之中最在‘是什么’之中被述说者”这句话理解为:“因为在共通者之中最具有共通性且在‘是什么’之中被述说者乃是属”;这样他便可以通过“最具有共通性”将属与种区分开来。因为两者都在“是什么”之中,但存在于一切事物以及更多事物之中的乃是最具有共通性的。因此,属来自于对相似者的考察,而属差则来自于对相异者的认识;定义正是由这些构成的。 而且他说,对相似者的考察不仅在相距不远的事物中有助于发现它们的属,而且在相距甚远的事物中也是如此。因为在那些事物中,通过选取相似之处,我们也能够在它们之中发现某种共同的属,并且将对如此相异的各个事物而言特有的东西加于其上,我们便能够界定它们。因为如果我们发现某些事物之间具有某种基于类比的相似性,将它们的这种相似性和同一性作为属来把握,并且在这个属上加上具有这种相似性的两者各自或各个事物所存在于其中的场所,我们便能够界定它们中的每一个。例如,海中的风平浪静与空中的无风平静是同一回事;因为它们各自都是在固有媒介中的静止。于是把握了对风平浪静和无风平静共通的“静止”,并将“在海中”加于其上,我们将给出风平浪静的定义;将“在空中”加于其上,[我们将给出]无风平静的[定义]。再次,既然在点与单子中始元是同一的(因为正如点在线中,单子也在数中;因为两者都是始元),那么通过在各自的始元上加上它是其始元的对象,我们就能够界定它们;因为点是线的始元,而单子是数的始元。总之,对相似者的考察对于科学知识和一切理性认识而言都是最为固有的;因为普遍者是通过相似性被把握的,而对普遍者的认识乃是科学的。 推论赖以构成的工具就是所说的这四种。接下来他打算传授论题,论证的出发点便来自这些论题,而在这卷书中先前所论述并技术性地整理的内容对于这些论题正是大有用处的。
- 1.71τῷ κατ’ ἀριθμὸν μόνον ἀλλήλων διαφέρειν τὰ τῷ εἴδει τὰ αὐτά
表原因的定冠词加不定式结构(τῷ διαφέρειν)。宾格名词短语 τὰ τῷ εἴδει τὰ αὐτά(“在种上相同的事物”)作不定式 διαφέρειν 的逻辑主语。
- 1.71φαντασίαν ἀποτελεῖν ὡς ἐν τῷ τί ἐστι κατηγορούμεναι
动词短语 φαντασίαν ἀποτελεῖν(“产生假象/印象”)后接 ὡς 加分词 κατηγορούμεναι(与主语 αἱ κοιναὶ διαφοραί 一致),表示主观或表象上的状态:“仿佛在‘是什么’之中被述说”。
- 1.71ᾧ προσθέντες τὸ ἴδιον ἑκάστῳ τῶν οὕτως διαφερόντων εἴημεν ἂν αὐτὰ ὡρισμένοι
关系代词 ᾧ 指向前行词 γένος,为分词 προσθέντες 所支配的与格间接宾语。谓语 εἴημεν ἂν ὡρισμένοι 是由 εἰμί 的祈愿语气与完成时分词构成的迂回式潜在表达,构成主句的结论部分。
