← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§122.11-123.24

考察相似性的三项功用

关于亚里士多德《论题篇》第1卷第18章(108b7),亚历山大列举具体实例说明了对相似之物的考察为何对于三项目的(归纳论述、基于协议的假定推论,以及通过把握属来给出定义)是有用的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.71#1

" Ἡ δὲ τοῦ ὁμοίου θεωρία χρήσιμος πρός τε τοὺς ἐπακτικοὺς λόγους." Πρὸς τίνα χρήσιμος καὶ ἡ τοῦ ὁμοίου θεωρία, λέγει. καί φησιν αὐτὴν πρός τε τοὺς ἐπακτικοὺς τῶν λόγων εἶναι χρήσιμον, οἳ καὶ αὐτοὶ ἐδείχθησαν οἰκεῖοι τῆς διαλεκτικῆς ὄντες, ἔτι δὲ καὶ πρὸς τοὺς ἐξ ὑποθέσεως συλλογισμούς (λέγει δὲ νῦν ἐξ ὑποθέσεως συλλογισμοὺς τούτους οὓς λέγομεν ἐξ ὁμολογίας) καὶ πρὸς τὴν τῶν ὁρισμῶν ἀπόδοσιν. πρὸς μὲν τοὺς ἐπακτικοὺς λόγους, ὅτι διὰ τῆς τῶν κατὰ μέρος ὁμοιότητος τὸ καθόλου πιστὸν ἐν ταῖς ἐπαγωγαῖς δείκνυται γίνεσθαι· διὰ γὰρ τοῦ ἕκαστον τῶν κατὰ μέρος ἀνθρώπων λογικὸν εἶναι καὶ ταύτῃ ὅμοιον τὸ ὅτι πᾶς ἄνθρωπος λογικὸς ἡ ἐπαγωγὴ δείκνυσιν· ἀλλὰ καὶ ὅτι πᾶν τὸ γινόμενον ἐξ ἐναντίου γίνεται, ἐκ τοῦ τὸ λευκὸν ἐκ μέλανος γίνεσθαι καὶ τὸ μουσικὸν ἐξ ἀμούσου καὶ τὸ θερμὸν ἐκ ψυχροῦ· καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. τῇ οὖν ὁμοιότητι τῇ ἑκάστου τὸ καθόλου ἐδείχθη. ἀλλὰ καὶ ὅτι οὐδὲν τῶν μὴ ἐχόντων πνεύμονα ἀναπνεῖ ἢ τῶν κερασφόρων ἀμφόδον ἐστι, δι’ ἐπαγωγῆς καὶ τῆς τῶν ὁμοίων παραθέσεως γνώριμον γίνεται. πρὸς δὲ τοὺς ἐξ ὑποθέσεως συλλογισμούς, ὅτι τῷ ὅμοια ἀλλήλοις εἶναι ἀξιοῦμεν, ὃ ἂν ἐφ’ ἑνὸς δειχθῇ, τοῦτο καὶ ἐπὶ τῶν ἄλλων δεδεῖχθαι· οὐ γὰρ ἐν τοῖς τυχοῦσιν ὁ ἐξ ὑποθέσεως συλλογισμὸς ἀλλὰ ἐν ὁμοίοις. ὁ γὰρ ἐξ ὑποθέσεως συλλογισμὸς νῦν λεγόμενος ἐξ ὁμολογίας ἐστίν, ὡς προείρηται· ὑποθέμενοι γάρ, ὡς ἂν ἐπὶ τοῦδέ τινος δειχθῇ, οὕτως καὶ ἐπὶ τῶν ἄλλων τῶν ὁμοίων αὐτῷ ἔσεσθαι δεδειγμένον, ἐπὶ τοῦδέ τινος τὴν δεῖξιν ποιούμεθα. ἐπεὶ γὰρ ὁμοιότητά τινα ἔχει πρὸς ἄλληλα τὰ ἀντικείμενα, ἀξιοῦμεν, ὃ ἂν ἐφ’ ἑνὸς αὐτῶν δειχθῇ, τοῦτο καὶ ἐπὶ τῶν ἄλλων δεδεῖχθαι,1 καὶ δείξαντες ἐπὶ τῶν ἐναντίων—φέρε εἰπεῖν, ὅτι ἀδύνατόν ἐστιν αὐτὰ ἅμα τῷ αὐτῷ ὑπάρχειν, διὰ τοῦ τὰ ἐναντία ἀναιρετικὰ ἀλλήλων εἶναι, τὰ δὲ ἀναιρετικὰ ἀλλήλων ἀδύνατον ἅμα τῷ αὐτῷ ὑπάρχειν, ἡγούμεθα καὶ ἐπὶ τῶν ἄλλων ἀντικειμένων τὸ αὐτὸ δεδεῖχθαι διὰ τὴν ὁμολογίαν τὴν προγενομένην ὅτι, ὃ ἐφ’ ἑνὸς τῶν ἀντικειμένων, καὶ ἐπὶ τῶν ἄλλων· ὃ οὐδεὶς ἂν συνεχώρησεν εἰ μὴ διὰ τὴν ὁμοιότητα αὐτῶν τὴν πρὸς ἄλληλα. πάλιν ἂν πᾶσαν ψυχὴν θέλοντες ἀθάνατον δεῖξαι λάβωμεν τὸ ἐὰν ἡτισοῦν ἀθάνατος ψυχὴ δειχθῇ, ὅτι καὶ πᾶσα δι’ ὁμοιότητα, ἔπειτα δείξωμεν ὅτι ἡ λογικὴ ἀθάνατος, γίνεται ἐξ ὑποθέσεως καὶ πᾶσα δεδειγμένη. ἀλλὰ καὶ ὅτι πᾶσα κίνησις ποθὲν ποὶ γίνεται, ἀξιοῦμεν δεδεῖχθαι δείξαντες ἐπὶ τῆς κατὰ τόπον τοῦτο. πάλιν πρὸς τὴν τῶν ὁρισμῶν εὕρεσίν τε καὶ ἀπόδοσιν χρήσιμος ἡ τοῦ ὁμοίου θεωρία· δυνάμενοι γὰρ συνορᾶν, τί ἐν τοῖς διαφέρουσιν ἀλλήλων ὅμοιόν ἐστι καὶ κοινόν, δυναίμεθ’ ἂν τὸ γένος αὐτῶν λαμβάνειν. τὸ γὰρ τῶν κοινῶν τίσιν ἐν τῷ τί ἐστιν αὐτῶν κατηγορούμενον μάλιστα τοῦτό ἐστιν αὐτῶν γένος· ἡ δὲ τοῦ γένους εὕρεσις χρήσιμος πρὸς τὴν τῶν ὁρισμῶν ἀπόδοσιν. εἰ γὰρ λαβόντες ἵππον καὶ ἄνθρωπον καὶ κύνα καὶ βοῦν, ὁμοίως καὶ τῶν ἄλλων ἕκαστον ζῴων, τὰς ὁμοιότητας αὐτῶν τὰς πρὸς ἄλληλα ἐκλέξαντες, οἷον ὅτι ἐστὶ σῶμα ἔχοντα καὶ ψυχήν, ἀλλὰ καὶ χρῶμα, ἀλλὰ καὶ ἐν τόπῳ ἐστίν, ἀλλὰ καὶ αἰσθητικά ἐστιν, ἀλλὰ καὶ ζῷα, ἔπειτα πάντων τούτων τὴν σύγκρισιν ποιησόμεθα, ποῖον μάλιστα ἐν τῷ τί ἐστιν αὐτῶν κατηγορεῖται, ἔχοιμεν ἂν αὐτῶν τὸ γένος·2 τῶν γὰρ κοινῶν τισι τὸ ἐν τῷ τί ἐστιν αὐτῶν κατηγορούμενον ἢ εἶδός ἐστιν ἢ γένος.

“对相似之物的考察对于归纳论述也是有用的……” 他说,对相似之物的考察对于何种事情也是有用的。他说,它既对于归纳论述——这些论述本身也被表明是辩证法所固有的——是有用的,此外对于基于假定的推论(他现在把我们称为基于协议的推论称为基于假定的推论),以及对于定义的给出,都是有用的。首先,对于归纳论述而言,[它之所以有用,]是因为通过个别事物的相似性,普遍者在归纳中被表明获得了可信性。因为通过个别的人中的每一个都是有理性的且在这方面是相似的,归纳表明了每一个人都是有理性的;而且,一切生成之物都从对立面生成,这也[由以下事实表明]:白色从黑色生成,通晓音律者从未受音乐熏陶者生成,热从冷生成;在其他情况中也是同样。因此,凭借各自的相似性,普遍者得以被表明。而且,无肺之物皆不呼吸,或者有角之物皆非上下均有门齿,也是通过归纳以及对相似之物的并置而被认识的。另一方面,对于基于假定的推论而言,[它之所以有用,]是因为由于彼此相似,我们要求无论在一种情况中表明了什么,这也在其余情况中被表明;因为基于假定的推论并非在偶然的事物中进行,而是在相似的事物中进行。因为现在所说的基于假定的推论是基于协议的,正如前面所说;因为我们假定了,正如在这个特定事物上被表明的那样,在与其相似的其他事物上也同样将已被表明,于是我们在这个特定事物上进行证明。因为既然对立的事物彼此具有某种相似性,我们就要求无论在它们之中的一个事物上表明了什么,这也在其余事物上被表明,并且在证明了相反者之后——例如,它们不可能同时属于同一事物,这是通过相反者是相互排斥的,而相互排斥者不可能同时属于同一事物[而证明的]——,我们认为由于先前的协议(即无论在对立事物之一上[成立]者,在其余事物上也[成立]),同样的事情在其他对立事物上也已被表明;若非由于它们彼此之间的相似性,没有任何人会赞同这一点。再次,如果我们想要表明每一灵魂都是不灭的,我们便采取这一前提:如果任何一个灵魂被表明是不灭的,那么由于相似性,每一[灵魂]也是不灭的;接着我们如果表明了理性的[灵魂]是不灭的,那么基于假定,每一[灵魂]也就被表明了。而且,在关于位置的[运动]上表明了这一点之后,我们也要求承认:每一运动都是从某处向某处生成的,这一结论已被表明。此外,对相似之物的考察对于定义的发现和给出也是有用的;因为若能够看清在彼此不同的事物中有何种相似和共同之处,我们就能够把握它们所属的属。因为在对某些事物共通的事物中,在其“是什么”之中被述说得最为根本者,这便是它们的属;而属的发现对于定义的给出是有用的。因为如果我们选取了马、人、狗和牛,同样选取了其他动物中的每一种,并挑出它们彼此之间的相似之处——例如它们具有身体和灵魂,而且具有颜色,而且处于空间之中,而且具有感知能力,而且是动物——,然后对所有这些进行比较,看哪一个最在它们的“是什么”之中被述说,我们便能够获得它们的属;因为在对某些事物共通的事物中,在其“是什么”之中被述说者,要么是种,要么是属。

语法注2 条
  1. 1.71ἐπεὶ γὰρ ὁμοιότητά τινα ἔχει πρὸς ἄλληλα τὰ ἀντικείμενα... ἡγούμεθα καὶ ἐπὶ τῶν ἄλλων ἀντικειμένων τὸ αὐτὸ δεδεῖχθαι

    这是一个由表示原因的从属从句(ἐπεὶ γὰρ...)开始的长复合句。主句由 καί 连接 ἀξιοῦμεν 与 ἡγούμεθα 两个主动词,分词短语 δείξαντες ἐπὶ τῶν ἐναντίων... 作为副词性分词与主语(“我们”)一致并修饰 ἡγούμεθα。虽然中间插入了举例说明的插入语 φέρε εἰπεῖν, ὅτι... ὑπάρχειν,使得分词与主动词之间距离拉开,但句子的核心骨架为:“因为对立事物具有相似性(ἐπεί),我们要求在一者上表明的也在其余事物上被表明(ἀξιοῦμεν),并在相反者上证明了之后(δείξαντες),由于先前的协议,我们认为在其余对立事物上也已被证明(ἡγούμεθα)”。

  2. 1.71εἰ γὰρ λαβόντες ἵππον καὶ ἄνθρωπον... ἔπειτα πάντων τούτων τὴν σύγκρισιν ποιησόμεθα... ἔχοιμεν ἂν αὐτῶν τὸ γένος

    这是一个在前件中使用 εἰ 搭配将来时直说语气(ποιησόμεθα,部分抄本为连接语气 ποιησώμεθα),而在后件中使用 ἄν 搭配祈愿语气(ἔχοιμεν ἄν)的混合条件句。前件设定了一个思想实验的操作步骤(“如果我们选取马……然后进行比较”),后件则以祈愿语气加 ἄν 引出其潜在推论的结果(“我们便能够获得它们的属”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:122.11-123.24