- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:121.16-122.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者释读了亚里士多德《论题篇》第1卷第18章(108a37)关于发现差异之有用性的论述,结合具体事例阐明:把握差异主要有两方面功用,即用于同与异的推论(如区分明智与节制、放荡与不能自制)以及通过定义认识事物的本质。
" Τὸ δὲ τὰς διαφορὰς εὑρεῖν χρήσιμον πρός τε τοὺς συλλογισμοὺς τοὺς περὶ ταὐτοῦ καὶ ἑτέρου καὶ πρὸς τὸ γνωρίζειν τί ἕκαστον." Εἰπὼν πρὸς πόσα καὶ τίνα χρήσιμος ἡ τοῦ πολλαχῶς λεγομένου διαίρεσις, μεταβέβηκεν ἐπὶ τὸ χρήσιμον τὸ ἀπὸ τῆς γνώσεως τῶν διαφορῶν καθ’ ἃς ἄλλο ἄλλου διαφέρει. καί φησιν πρὸς δύο χρήσιμον εἶναι τὸ δύνασθαι τὰς διαφορὰς συνορᾶν αἷς ἄλλο ἄλλου διαφέρει, πρός τε τοὺς περὶ ταὐτοῦ καὶ ἑτέρου συλλογισμούς, οἳ τοῖς ὁρικοῖς ὑπάγονται προβλήμασι, καὶ πρὸς τὸ γνωρίζειν τὴν ἑκάστου οὐσίαν. πρὸς μὲν οὖν τοὺς περὶ ταὐτοῦ καὶ ἑτέρου συλλογισμούς, ὅτι εὑρόντες διαφορὰς τῶν προκειμένων ὡς ταὐτῶν δεδειχότες ἂν εἴημεν ὅτι μὴ ταὐτά.1 οἷον ζητουμένου εἰ ταὐτὸν ἐγκράτεια καὶ σωφροσύνη, εὑρόντες ὅτι διαφέρει σωφροσύνη ἐγκρατείας τῷ αὐτὴν μὲν ἠρεμαίας ἔχειν τὰς ἐπιθυμίας τὴν δὲ σφοδράς,2 εἴημεν ἂν δεδειχότες ὅτι μὴ ταὐτά. πάλιν ζητουμένου εἰ ἡ ἀκρασία καὶ ἡ ἀκολασία αἱ αὐταί, εὑρόντες ὅτι ἡ μὲν κατὰ προαίρεσιν πράττει τὰ αἰσχρά, ἡ ἀκολασία, ἡ δὲ παρὰ προαίρεσιν, ὅτι μὴ αἱ αὐταί, εἴημεν ἂν δεδειχότες. ὁμοίως καὶ ὅτι μὴ ταὐτὸν ἐλευθεριότης μεγαλοπρεπείᾳ, δεικνύοιμεν ἂν ἐκ τοῦ εἰδέναι αὐτῶν τὴν διαφοράν, ὅτι ἡ μὲν ἐν μεγέθει ἀναλωμάτων ἐστίν, ἡ δὲ ἐλευθεριότης περὶ τὰ συνήθη ἀναλώματα ἐνεργεῖ. πρὸς δὲ τὸ γνωρίζειν τὴν οἰκείαν ἑκάστου οὐσίαν χρήσιμος ἡ τῶν διαφορῶν γνῶσις, ὅτι ὁ ἑκάστου ὁρισμὸς ἐκ γένους τε καὶ διαφορῶν· εἰδότες οὖν τὰς οἰκείας ἑκάστου διαφοράς, αἷς τῶν ἄλλων διαφέρει, χωρίζειν τε ἂν αὐτὸ ἀπὸ τῶν ἄλλων δυναίμεθα καὶ τὴν οὐσίαν αὐτοῦ γνωρίζειν. καὶ πρὸς τὴν τῶν γενῶν δὲ εἰς τὰ εἴδη τομὴν χρήσιμος ἡ τῶν διαφορῶν γνῶσις, ὡς προεῖπον. ἀλλὰ καὶ πρὸς τὰς ἐνστάσεις τῶν ἐπακτικῶν λόγων. καὶ πρὸς ἄλλα δέ τινα χρήσιμος ἡ γνῶσις τῶν διαφορῶν, ὧν καὶ αὐτῶν ὀλίγῳ πρότερον ἐμνημονεύσαμεν· ἀλλὰ τά γε κυριώτατά ἐστιν ἃ αὐτὸς παρέθετο.
“发现差异对于关于同与异的推论,以及对于认识每一事物是什么,都是有用的。” 在说明了以多种方式被述说之物的区分对于多少以及何种事情是有用的之后,他进而转向了从关于一物凭以不同于另一物的差异的知识中[产生的]有用性。他说,能够看出一物凭以不同于另一物的差异,对于两件事是有用的:既对于关于同与异的推论——这些推论从属于关于定义的问题——,又对于认识每一事物的本质[是有用的]。首先,对于关于同与异的推论而言,[它之所以有用,]是因为通过发现被提出来当作相同之物的诸事物的差异,我们就能够证明它们不是相同的。例如,在探究节制与明智是否相同的情况下,如果我们发现明智不同于节制在于它自身具有温和的欲望而节制具有强烈的欲望,我们就能够证明它们不是相同的。又如,在探究不能自制与放荡是否相同的情况下,如果我们发现放荡是出于抉择而行可耻之事,而另一者[不能自制]则是违反抉择,我们就能够证明它们不是相同的。同样地,我们也可以通过知晓它们的差异来表明慷慨与阔绰不是相同的:因为阔绰在于开支的巨大,而慷慨则是在通常的开支方面运作。另一方面,差异的知识对于认识每一事物固有的本质之所以有用,是因为每一事物的定义都是由属和种差构成的;因此,如果我们知道了每一事物所固有的、凭以不同于其余事物的差异,我们就既能够将它与其余事物区分开来,又能够认识它的本质。而且,正如我之前所说,差异的知识对于将属划分为种也是有用的;此外,对于归纳论述的反驳也是[有用的]。差异的知识对于其他若干事情也是有用的,我们在不久前也提到了它们;但他自己所列举的乃是最主要的。
- 1.70πρὸς μὲν οὖν τοὺς περὶ ταὐτοῦ καὶ ἑτέρου συλλογισμούς, ὅτι εὑρόντες διαφορὰς τῶν προκειμένων ὡς ταὐτῶν δεδειχότες ἂν εἴημεν ὅτι μὴ ταὐτά.
在介词短语 πρὸς ... συλλογισμούς 之后省略了谓语(如 χρήσιμός ἐστιν),随后的 ὅτι 从句起到原因说明的作用(“[之所以有用,是]因为……”)。此外,归结分句中的谓语 δεδειχότες ἂν εἴημεν 采用了完成时分词加 ἄν 及愿望式 optative 的迂回式潜能表达(“我们就能够证明了”)。
- 1.70τῷ αὐτὴν μὲν ἠρεμαίας ἔχειν τὰς ἐπιθυμίας τὴν δὲ σφοδράς
带冠词不定式的与格 τῷ ... ἔχειν 表示前面动词 διαφέρει 的差异依据/原因(原因与格,“在于……”)。宾格代词 αὐτήν(指 σωφροσύνη)与 τήν(指 ἐγκράτεια)并列充当不定式 ἔχειν 的逻辑主语。
