- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:120.11-121.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大借助财富、学习者、处所运动、阿贾克斯等具体事例,解释了亚里士多德所提出的探究多义性的功用(防止谬误推理与使对手陷入谬误推理),并论述了基于同名性的谬误推理成立的条件及其在辩证训练中的有限使用。
εἴη δ’ ἂν τὸ μὲν πρῶτον εἰρηκὼς περὶ τῶν ἀποκρινομένων, τὸ δὲ δεύτερον περὶ τῶν ἐρωτώντων τε καὶ συλλογιζομένων.1 Χρήσιμον δέ φησιν εἶναι τὴν γνῶσιν τῶν πολλαχῶς λεγομένων καὶ πρὸς τὸ μὴ παραλογισθῆναι· εἰδὼς γάρ τις, πόσα σημαίνει τὸ λεγόμενον, οὐ συγχωρεῖ ταῖς κατ’ ἄλλο τι σημαινόμενον παρὰ τὸ ὑφ’ αὑτοῦ τιθέμενον ἐρωτωμέναις προτάσεσιν. ὁ γὰρ θέμενος τὸν πλοῦτον ἀγαθόν, ἂν εἰδῇ τὴν τοῦ ἀγαθοῦ ὁμωνυμίαν, οὐ συγχωρήσει τῷ λέγοντι τὸ ἀγαθὸν ἀγαθοὺς ποιεῖν· οὐ γὰρ τὸ ὡς κτῆμα ἀγαθὸν οὐδὲ τὸ ὡς δύναμις ἀγαθοὺς ποιεῖ· ὡς κτῆμα δὲ καὶ ὡς δύναμις ἀγαθὸν ὁ πλοῦτος. χρήσιμον δέ φησιν εἶναι τὴν γνῶσιν τῶν πολλαχῶς λεγομένων καὶ πρὸς τὸ παραλογίσασθαί τινα, εἰ βουληθείη· εἰδὼς γὰρ τὰ σημαινόμενα ὑπὸ τῆς κειμένης λέξεως ἐπ’ ἄλλο τι σημαινόμενον μεταφέρων τὸν λόγον, ἐφ’ οὗ οὐκ ἔστιν ἀληθῆ τὰ ὑπὸ τοῦ ἀποκρινομένου λεγόμενα, παρακρούοιτ’ ἂν αὐτὸν καὶ παραλογίζοιτο. οἷον εἰ ὁ μὲν λέγοι τοὺς οὐκ εἰδότας μανθάνειν, ὁ δὲ δεικνύοι τοὺς γραμματικοὺς εἶναι τοὺς μανθάνοντας, οἵ εἰσιν εἰδότες τε καὶ ἐπιστήμονες· καὶ εἰ συγχωρήσαντός τινος τὸν κινούμενον ἀμείβειν τόπον ὁ δὲ λαβὼν τὸν ἀλλοιούμενον κινεῖσθαι συνάγοι τὸν ἀλλοιούμενον κινεῖσθαι κατὰ τόπον.2 προσέθηκε δὲ καὶ ἐφ’ ὧν οἷόν τε ἔσται τὸ ποιεῖσθαι παραλογισμὸν παρὰ τὸ πολλαχῶς λεγόμενον, ἐφ’ ὧν γὰρ τῷ μὲν ὑπάρχει τὸ λεγόμενον τῷ δὲ μή·3 ἂν γὰρ πᾶσιν ὁμοίως ἢ ὑπάρχῃ ἢ μὴ ὑπάρχῃ τὸ λεγόμενον τοῖς σημαινομένοις ὑπὸ τοῦ ὀνόματος, οὐ χρήσιμος ἡ ἀπ’ ἄλλου ἐπ’ ἄλλο μετάβασις. τὸ γὰρ ‘Αἴας ἐπὶ Ἴλιον ἐστράτευσεν’ ἀληθὲς ἐπ’ ἀμφοτέρων τῶν Αἰάντων· διὸ ἐφ’ ὃν ἂν μεταφέρηται, οὐδεὶς γίνεται παραλογισμός· τὸ μέντοι ‘Αἴας Ἕκτορι ἐμονομάχησεν’ οὐκέτ’ ἐπ’ ἀμφοτέρων ἀληθές· διὸ ἂν κειμένου τοῦ ‘Αἴας Ἕκτορι ἐμονομάχησεν’ ἐπὶ τὸν Ὀιλέως μεταβὰς ἐξετάζῃ εἰ μὴ Αἴας ἐστὶν ὁ Ὀιλέως, καὶ λαβὼν ὅτι ἔστι προσλάβῃ ὅτι μὴ ἐμονομάχησεν Ἕκτορι, παραλογίζοιτο ἂν τὸν θέμενον ὅτι Αἴας Ἕκτορι ἐμονομάχησεν ὡς ψευδόμενον· ὁμοίως καὶ ἐπὶ τοῦ ‘ὁ ἀνδρεῖος ἀνδρείαν ἔχει’· τῶν γὰρ ὑπὸ τοῦ ἀνδρείου σημαινομένων ὁ μὲν ἔχει τὸ κατηγορούμενον ὁ δὲ οὔ. τὸ αὐτὸ καὶ ἐπὶ τοῦ τὸν κινούμενον ἀμείβειν τόπον. τὸν δὲ παρὰ τὸ πολλαχῶς λεγόμενον παραλογισμὸν οὔ φησιν οἰκεῖον εἶναι τῆς διαλεκτικῆς· ἐπιπόλαιος γὰρ καὶ σοφιστικός· διό φησι δεῖν εὐλαβεῖσθαι πρὸς τοῦτο διαλέγεσθαι γυμναζομένους, ἂν μὴ ἄλλως ἐξαδυνατῶσι περὶ τοῦ προκειμένου συλλογίζεσθαι.4 οὐδαμῶς γὰρ διαλεκτικὸν τὸ λαβόντα ‘ἃ λαλεῖς, διὰ τοῦ στόματός σου διέρχεται’, ὡς τῶν ῥημάτων ὄντων τῶν λαλουμένων, μεταφέρειν τὸν λόγον ἐπὶ τὴν ἅμαξαν ὡς λαλουμένην. φανερὸν δὲ τὸ χρήσιμον τῆς τῶν πολλαχῶς λεγομένων διαιρέσεως· εἰ γὰρ τὰ εἰρημένα χρήσιμα πρὸς τὸ διαλέγεσθαι, ἤρτηται δὲ ταῦτα τῆς διαιρέσεως τῆς τῶν πολλαχῶς λεγομένων, ἡ διαίρεσις χρήσιμος πρὸς τοὺς λόγους τοὺς διαλεκτικούς.
他大概是就回答者而言述说了前一点,而就提问并进行推论的人而言述说了后一点。他还说,关于以多种方式被述说之物的知识,对于不陷入谬误推理也是有用的;因为知道所说的词项表示多少种含义的人,不会赞同按照不同于自己所设定的另一种含义而被提问的前提。事实上,设定财富为善物的人,如果知道“善”的同名性,就不会赞同声称善物使人变善的人;因为既非作为财产的善物,亦非作为能力的善物能使人变善;而财富正是作为财产以及作为能力的善物。他还说,关于以多种方式被述说之物的知识,对于在一个人想要使某人陷入谬误推理时使之陷入谬误推理也是有用的;因为知道了所设定的措辞所表示的诸含义,通过将论述转向另一种含义——针对此含义,回答者所说的话并不是真的——,他就能迷惑对方并使其陷入谬误推理。例如,如果一个人说“不知者在学习”,而另一个人表明“文法家是学习者,而他们是既知晓又具有知识的人”;又如,若在某人赞同“运动之物改变处所”之后,另一个人获取了“发生变异之物在运动”这一前提,进而得出结论说“发生变异之物依处所而运动”。他还补充说明了在哪些情况下能够基于以多种方式被述说之物作出谬误推理:即在所说的事情属于其中之一而不属于另一者的情况下;因为如果所说的事情同样属于或不属于该名称所表示的一切含义,那么从一种含义转向另一种含义就是无用的。因为“阿贾克斯出征伊利昂”对两个阿贾克斯都是真的;因此无论转向哪一个,都不会产生谬误推理;然而,“阿贾克斯与赫克托尔单挑决斗”对于两者却不再是真的;因此,若在设定了“阿贾克斯与赫克托尔单挑决斗”的情况下,他转向奥伊琉斯之子并审问奥伊琉斯之子是否不是阿贾克斯,而在取得他是阿贾克斯这一前提之后,又附加取得他未曾与赫克托尔单挑决斗这一前提,那么他就能将设定阿贾克斯与赫克托尔单挑决斗的人当作说谎者而使其陷入谬误推理;在“勇敢者具有勇敢”的情况下也是同样如此;因为在“勇敢者”所表示的诸事物中,一种事物具有所断言的属性,而另一种事物则不具有。同样的情况也适用于“运动之物改变处所”。然而他说,基于以多种方式被述说之物的谬误推理并不适于辩证术;因为它是肤浅且诡辩的;因此他说,练习者们若非完全不能以其他方式围绕所提问题进行推论,就必须警惕为了这一目的而进行讨论。因为在取得了“你所说[口吐]的东西穿过你的口”,而在所说[吐]之物是词语的情况下,将论述转向作为所说之物的大车,这绝不是辩证的。而以多种方式被述说之物的区分的有用性是显而易见的;因为如果所说的事情对于辩证讨论是有用的,而这些事情又依存于对以多种方式被述说之物的区分,那么这种区分对于辩证论述就是有用的。
- 1.69εἴη δ’ ἂν τὸ μὲν πρῶτον εἰρηκὼς περὶ τῶν ἀποκρινομένων, τὸ δὲ δεύτερον περὶ τῶν ἐρωτώντων τε καὶ συλλογιζομένων.
由 ἄν 与愿望式 εἴη 加上完成时分词 εἰρηκώς 构成的迂回式过去推测句结构:“他大概是就……述说了前一点,而就……述说了后一点”。此句概括前一语段所讨论的两大功用(明晰性与针对事情本身的推论)分别对应问答过程中的回答者与提问者。
- 1.69καὶ εἰ συγχωρήσαντός τινος τὸν κινούμενον ἀμείβειν τόπον ὁ δὲ λαβὼν τὸν ἀλλοιούμενον κινεῖσθαι συνάγοι τὸν ἀλλοιούμενον κινεῖσθαι κατὰ τόπον.
在 εἰ 之后首先出现独立属格短语 συγχωρήσαντός τινος...,随后条件从句的主语带有表对照/承接的连接词 δέ(ὁ δέ)。这是用来引出后续部分并与前置独立属格相对照的 apodotic δέ 用法,表现了回答者让步与提问者立论之间的角色转换。
- 1.69προσέθηκε δὲ καὶ ἐφ’ ὧν οἷόν τε ἔσται τὸ ποιεῖσθαι παραλογισμὸν παρὰ τὸ πολλαχῶς λεγόμενον, ἐφ’ ὧν γὰρ τῷ μὲν ὑπάρχει τὸ λεγόμενον τῷ δὲ μή·
首个 ἐφ’ ὧν 是省略先行词的关系从句,作 προσέθηκε 的宾语(“补充说明了在……情况下”)。紧接其后的 ἐφ’ ὧν γάρ... 带有表原因的 γάρ,具体阐明其条件,构成同位/解释性结构,说明基于多义性的谬误推理唯有在所说属性属于其一而不属于另一者时方能成立。
- 1.69διό φησι δεῖν εὐλαβεῖσθαι πρὸς τοῦτο διαλέγεσθαι γυμναζομένους, ἂν μὴ ἄλλως ἐξαδυνατῶσι περὶ τοῦ προκειμένου συλλογίζεσθαι.
不定式 εὐλαβεῖσθαι 带有补足不定式 διαλέγεσθαι(“警惕进行讨论”),而宾格分词 γυμναζομένους 作该不定式的逻辑主语。πρὸς τοῦτο 意为“朝着这一目的/针对这一点”(即利用多义性制造谬误推理)。
