← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§115.32-117.2

同属事物与比例相关事物的具体差异

亚历山大考察了亚里士多德所举的同属事物(正义与勇敢)以及不同属但依比例相似的事物(感觉与知识)的例子,列举了它们各自的具体相异之处,并论证此处的“种差”是在宽泛意义上的差异,而不限于属向种的划分。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.67#2

οἷον ζητήσαι ἄν τις τίνι τύχη τοῦ αὐτομάτου διαφέρει, καὶ τίνι κίνησις γενέσεως καὶ φθορᾶς, καὶ τίνι ἐγκράτεια σωφροσύνης καὶ ἀκρασία ἀκολασίας καὶ θηριότης κακίας καὶ ἴδιον ὅρου. παραδείγματι δὲ τῶν μὲν ὁμογενῶν ἐχρήσατο αὐτὸς δικαιοσύνῃ καὶ ἀνδρείᾳ ὡς οὐσῶν ὑπὸ γένος ἕν, τὴν ἀρετήν· τίνι γὰρ διαφέρει δικαιοσύνη ἀνδρείας; ὁμοίως καὶ τῶν ἄλλων ἀρετῶν ἑκάστη, οἷον ὅτι ἄλλως μὲν ἡ ἀνδρεία μεσότης ἄλλως δὲ ἡ δικαιοσύνη· ἡ μὲν γὰρ δύο κακιῶν, θρασύτητος καὶ δειλίας, ἡ δὲ πλεονεξίας καὶ μειονεξίας, ἐξ ὧν ἡ ἀδικία· ἐν γὰρ τούτοις τῇ ἀδικίᾳ τὸ εἶναι·1 καὶ περὶ ἄλλα μὲν ἡ ἀνδρεία, περὶ γὰρ τὰς τῶν κινδύνων ὑπομονάς, περὶ ἄλλα δὲ ἡ δικαιοσύνη, περὶ γὰρ τὸ ἴσον τό τε ἐν διανομῇ καὶ τὸ ἐν συναλλάγμασι. τῶν δὲ ἀνομογενῶν μὲν μὴ πολὺ δὲ διεστώτων αἰσθήσει καὶ ἐπιστήμῃ,2 ἅ ἐστι μὲν ἕτερα ἀλλήλων κατὰ γένος (τῆς μὲν γὰρ ἐπιστήμης ἡ ὑπόληψις γένος, ἡ δὲ αἴσθησις οὐχ ὑπόληψις), κατὰ ἀναλογίαν μέντοι ταὐτά ἐστιν· ὡς γὰρ αἴσθησις πρὸς αἰσθητά, οὕτως ἐπιστήμη πρὸς ἐπιστητά, καὶ ἀμφότερα κριτικά· ἤδη γοῦν τινες διὰ τὴν ὁμοιότητα αὐτῶν ταὐτὸν ἐπιστήμην τε καὶ αἴσθησιν εἶπον εἶναι. διαφέρουσι δὲ ἀλλήλων· ἡ μὲν γὰρ αἴσθησις καὶ περὶ τὰ ἐνδεχόμενα ἄλλως ἔχειν, ἐπιστήμη δὲ οὐδενὸς ἐνδεχομένου· καὶ ἡ μὲν ἐπιστήμη τῆς ἑκάστου τῶν ἐπιστητῶν οὐσίας γνωστική, ἡ δὲ αἴσθησις οὐδενὸς τῶν αἰσθητῶν τῆς οὐσίας ἐστὶν ἐπιγνωστική· καὶ ἡ μὲν ἐπιστήμη ἐπίκτητος, ἡ δὲ ἐξ ἀρχῆς· καὶ ἡ μὲν κοινὴ καὶ τῶν ἄλλων ζῴων, ἡ δὲ ἴδιος ἀνθρώπων ἢ ὅλως λογικῶν· καὶ ἡ μὲν φύσει, ἡ δὲ διδασκαλίᾳ· καὶ τῆς μὲν αἰσθήσεως προάγει ἡ ἕξις τὰς ἐνεργείας (ὁρατικοὶ γὰρ ὄντες εἴδομεν), τὰς 〈δὲ〉 κατὰ τὰς ἐπιστήμας ἕξεις [ἃς] διὰ τῶν ἐνεργειῶν κτώμεθα· ἐνεργοῦντες γὰρ κατὰ τὰ γραμματικὰ γραμματικοὶ γινόμεθα· καὶ αἰσθήσεως μὲν ἀναιρουμένης συναναιρεῖται καὶ τὸ ζῷον· ἀδύνατον γὰρ ζῷον εἶναι χωρὶς ἁφῆς· ἐπιστήμη δὲ ἀναιρουμένη οὐκ [ἂν] ἀναιρεῖ τὸν ἔχοντα αὐτήν· ἔτι ἐπιστήμην μὲν οἷόν τε ἀποβαλόντας πάλιν ἀναλαβεῖν, αἴσθησιν δὲ ἀδύνατον· καὶ ἡ μὲν χωρὶς λόγου, τῇ δὲ ἐν λόγῳ τὸ εἶναι· καὶ αἴσθησις μὲν παρόντων μόνον, ἐπιστήμη δὲ καὶ παρεληλυθότων καὶ ἐνεστώτων καὶ μελλόντων. ἔτι δὲ ἐπιστήμης μὲν αἴσθησις ἀρχή, οὐκέτι δὲ καὶ αἰσθήσεως ἐπιστήμη· ἐκ γὰρ αἰσθήσεως μνήμη, ἐκ δὲ μνήμης ἐμπειρία, ἥτις ἐστὶν ἐπιστήμης ἀρχή. ἔοικε δὲ νῦν κοινότερον διαφορὰν λέγειν καθ’ ἣν ἄλλο ἄλλου διαφέρει, οὐ μόνον ταύτην καθ’ ἣν ἡ τῶν γενῶν εἰς τὰ εἴδη διαίρεσις γίνεται· οὐ γὰρ ἂν καὶ τὰς τῶν ἀνομογενῶν διαφορὰς ἠξίου ζητεῖν.3

例如,人们可以探求运气因何与自发相异,运动因何与发生及毁灭相异,自制因何与节制、无自制因何与放纵、兽性因何与恶德、固有属性因何与定义相异。作为同属事物的例子,他自己采用了正义与勇敢,因为它们同处于一个属即美德之下;因为正义因何与勇敢相异?其余各类美德亦同样如此,例如勇敢是在一种方式下的中庸,而正义是在另一种方式下的中庸;因为前者是两种恶德即鲁莽与怯懦之间的[中庸],而后者是贪多与过少之间的[中庸],不正义便源于此;因为不正义的所是即在于这些之中;而且勇敢关涉别的事物,即关于对危险的忍耐,而正义关涉别的事物,即关于在分配中与在交易中的平等。另一方面,作为并非同属然而相隔不远的事物的[例子,他采用了]感觉与知识,它们在属上彼此相异(因为判断是知识的属,而感觉并不是判断),然而依比例它们是同一的;因为正如感觉之于可感事物,知识之于可知事物亦是如此,且二者都是评判性的;事实上,已有某些人由于它们的相似性而声称知识与感觉是同一的。然而它们彼此相异;因为感觉亦关涉可以具有其他状态的事物,而知识不关涉任何可变之物;知识认识可知事物各自的本质,而感觉不认识任何可感事物的本质;知识是后天获得的,而感觉是自始就有的;感觉亦为其他动物所共有,而知识为人类或普遍的理性存在者所独有;前者出于本性,后者出于教导;对于感觉而言是状态先于现实活动(因为具有视觉能力,我们才看见),而对于各种知识的状态,我们是通过现实活动获得的;因为通过进行语法方面的现实活动,我们才成为语法学家;感觉被取消时,动物亦随之被取消(因为没有触觉就不可能有动物),但知识被取消时,并不取消拥有它的人;此外,失去知识的人有可能再次重新获得它,但对于感觉则是不可能的;感觉没有理性,而知识的存在就在于理性;感觉仅关涉当下的事物,而知识兼涉过去、现在与未来的事物。此外,感觉是知识的本原,而知识不再是感觉的本原;因为从感觉产生记忆,从记忆产生经验,而这[经验]正是知识的本原。而且看来,他如今是在更宽泛的意义上谈论事物借以相互区别的差异,而不仅仅是各属借以划分为种的那种种差;否则他就不会要求也去探求非同属事物的差异了。

语法注3 条
  1. 1.67ἐν γὰρ τούτοις τῇ ἀδικίᾳ τὸ εἶναι

    定冠词加不定词 τὸ εἶναι 与所有与格 τῇ ἀδικίᾳ 结合,构成表达本质(“不正义的本质/所是”)的习用结构。谓语省略了系动词 ἐστί,意为“因为不正义的本质即在于这些(贪多与过少)之中”。

  2. 1.67τῶν δὲ ἀνομογενῶν μὲν μὴ πολὺ δὲ διεστώτων αἰσθήσει καὶ ἐπιστήμῃ

    本句与前句 παραδείγματι δὲ τῶν μὲν ὁμογενῶν ἐχρήσατο αὐτὸς δικαιοσύνῃ καὶ ἀνδρείᾳ 相对称,承前省略了动词 ἐχρήσατο 及名词 παραδείγματι。属格短语 τῶν ἀνομογενῶν 表明所举例子的范畴,与格 αἰσθήσει καὶ ἐπιστήμῃ 则作为省略动词 ἐχρήσατο 的宾语。

  3. 1.67οὐ γὰρ ἂν καὶ τὰς τῶν ἀνομογενῶν διαφορὰς ἠξίου ζητεῖν

    由 ἄν 与未完成过去时直陈式 ἠξίου 构成的非真实条件句结论部分。它为前文“他如今是在更宽泛的意义上谈论差异”这一判断提供推论依据:即“[若非如此]他就不会要求亦去探求非同属事物的差异了”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:115.32-117.2