← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§114.23-115.32

把握种差的用处及其探求范围

在亚里士多德转向辩证法第三种工具即种差的把握(107b39)之际,注解者列举了种差在同一性问题、属的划分、反驳归纳与自然哲学学说以及定义等方面的用处,并解释了为何应当在同一属或相近的属之中而非相隔遥远的事物中寻求种差。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.67#1

" Τὰς δὲ διαφορὰς ἐν αὐτοῖς τοῖς γένεσι τοῖς πρὸς ἄλληλα θεωρητέον." Τρίτον ἦν εἶδος τῶν ὀργάνων τῶν πρὸς τὴν εὐπορίαν τῶν διαλεκτικῶν λόγων συναίρεσθαι κειμένων ἡ τῶν ἐν ἑκάστοις διαφορῶν γνῶσις, περὶ οὗ νῦν τὸν λόγον ποιεῖται. χρήσιμος δέ, ὡς ἐρεῖ, ἡ τῶν διαφορῶν γνῶσις πρός τε τὰ περὶ ταὐτοῦ προβλήματα (δυνάμενοι γὰρ γνωρίζειν τὰς διαφορὰς τῶν προκειμένων δεικνύοιμεν ἂν ὅτι μὴ ταὐτά, οἷον δόξα καὶ ἐπιστήμη μηδὲ αἴσθησις καὶ ἐπιστήμη μηδὲ ἐγκράτεια καὶ σωφροσύνη, ἀλλὰ καὶ ὅτι ἡ ἀρετὴ μὴ τέχνη), ἀλλὰ καὶ πρὸς τὰς τῶν γενῶν διαιρέσεις τὰς εἰς τὰ εἴδη· ἡ γὰρ εὕρεσις τῶν διαφορῶν τῶν ἐν τῷ αὐτῷ γένει εὐπορία τῆς εἰς τὰ εἴδη διαιρέσεως αὐτῶν. ἔτι πρὸς τὰς ἐνστάσεις τῶν ἐπακτικῶν λόγων· ἂν γὰρ εἰδῶμεν τίνι διαφέρει τὸ λαμβανόμενον, ἐνίστασθαι ἂν δυναίμεθα τῷ ἐπάγοντι ὡς μὴ ὅμοια λαμβάνοντι. ἔτι πρὸς τὰς ἐνστάσεις τὰς πρὸς τὰς ὑπολήψεις τινὸς τῶν φυσικῶν, οἷον ὅτι ἓν τὸ ὄν, ὡς ἐδόκει Παρμενίδῃ τε καὶ Μελίσσῳ· δυνάμενοι γὰρ τὰς τῶν ὑπὸ τὸ ὂν συνορᾶν διαφορὰς ἀναιροίημεν ἂν τήνδε τὴν δόξαν. χρήσιμος δὲ ἡ τῶν διαφορῶν γνῶσις καὶ πρὸς τὴν γνῶσιν τῶν ἠθικῶν ἀρετῶν, πότερόν εἰσι πολλαὶ κατ’ εἶδος ἀλλήλων διαφέρουσαι ἢ μία ἐξ ἁπασῶν ὅλη. ἀλλὰ καὶ πρὸς τοὺς ὁρισμούς, εἴ γε ὁ ὁρισμὸς ἐκ γένους καὶ διαφορῶν. ἐρεῖ δὲ καὶ αὐτὸς τὸ χρήσιμον ἑκάστου τῶν προειρημένων ὀργάνων, ὡς προεῖπον. λέγων δὲ περὶ τῶν διαφορῶν τόπους μὲν οὐ παραδίδωσι δι’ ὧν γνωσόμεθα αὐτάς, ὥσπερ παρέδωκεν ἐπί τε τῶν προτάσεων καὶ ἐπὶ τῆς τῶν ὁμωνύμων διαιρέσεως· ἐν οἷς δὲ δεῖ ζητεῖν τὰς διαφορὰς καὶ περὶ ἃ γυμνάζεσθαι πρὸς τὴν ῥᾳδίαν ἐπίγνωσιν τῶν ἐν ἑκάστοις διαφερόντων, ὑποτίθεται. δεῖν γάρ φησι ζητεῖν τὰς διαφορὰς μὴ τῶν πόρρω διεστώτων (φανερὰ γὰρ ἡ τῶν οὕτως ἑτέρων πρὸς ἄλληλα διαφορά· οὐδὲ γὰρ ζητεῖ τις τίνι ἄνθρωπος ξύλου διαφέρει) ἀλλὰ ἐν τοῖς σύνεγγυς ἀλλήλων, περὶ ἃ δύναται καὶ πλάνη τις ὡς ὄντα τὰ αὐτὰ γενέσθαι, οἷον ἔν τε τοῖς ὑπὸ ταὐτὸ γένος (τῶν γὰρ οὕτως ἐγγὺς ἀλλήλων οὐ πρόδηλοι αἱ διαφοραί· τοῦτο γάρ ἐστι τὸ ἐν αὐτοῖς τοῖς γένεσιν ἀντὶ τοῦ ‘ἐν τοῖς ὑπὸ ταὐτὸ γένος’,1 καὶ εἶεν ἂν αἱ τούτων διαφοραὶ αἱ κυρίως λαμβανόμεναι διαφοραί) καὶ τῶν ἐν τοῖς διαφέρουσι μὲν γένεσιν ὄντων2 μὴ πολὺ μέντοι διεστώτων ἀλλήλων. καὶ σχεδὸν ἀξιοῖ ἐν τοῖς αὐτοῖς κατά τι τὰς διαφορὰς ἐπιζητεῖν· ἢ γὰρ ἐν τοῖς ὁμογενέσιν ἢ ἐν τοῖς κατ’ ἀναλογίαν τοῖς αὐτοῖς. οὐ γὰρ ῥᾴδιον τὰ δοκοῦντα ταὐτὰ ἀλλήλοις εἶναι χωρίζειν ταῖς διαφοραῖς· δεῖ δὲ τοὺς γυμναζομένους ἐν τοῖς χαλεπωτέροις τὰς γυμνασίας ποιεῖσθαι· ῥᾳδία γὰρ ἡ ἀπὸ τῶν χαλεπωτέρων ἐπὶ τὰ ῥᾴω μετάβασις.

“然而种差应当在各属自身彼此的关系中加以考察。” 为有助于辩证论证的充裕供给而设立的诸工具的第三个种类,乃是对各事物中种差的认识,如今他正对此展开论述。正如他将要说明的那样,对种差的认识既对于关于同一性的论题是有用的(因为通过能够认识所提出事物的种差,我们便能表明它们并非同一的,例如意见与知识、感觉与知识、自制与节制[不是同一的],而且亦能表明美德并非技艺);不仅如此,它对于将属划分为种的划分亦是有用的;因为在同一属中对种差的发现,是将其划分为种的充裕手段。此外,它对于反驳归纳论证亦是有用的;因为若我们知晓所取之物因何而相异,我们便能够对进行归纳者提出反驳,理由是他所取的并非相似之物。此外,它对于反驳某位自然哲学家的假定亦是有用的,例如“存在是一”,正如巴门尼德与墨利梭所认为的那样;因为通过能够看清存在之下的诸事物的种差,我们便能驳倒这一看法。而且,对种差的认识对于伦理美德的认识亦是有用的,即探究它们是依种类彼此相异的多数,还是由所有美德所构成的一个整体。再者,对于定义亦是有用的,倘若定义确实是由属和种差构成的。而他自己亦将阐明前述每一种工具的用处,正如我先前所说。然而,他在论述种差时,并未传授我们据以认识它们的论题,正如他在关于前提和关于同名异义之物的划分中所传授的那样;相反,他提出应当在何种事物中寻求种差,以及应当就何种事物进行练习以容易地辨识在各类事物中相异者。因为他说,应当不是在相隔遥远的事物中寻求种差(因为如此彼此相异的事物的差异是显而易见的;确实没有人会寻求人因何与木头相异),而是在彼此相近的事物中寻求,关于这些事物可能会产生它们是同一之物的某种误解,例如既在同一属之下的事物中(因为对于如此彼此相近的事物而言种差并不显明;因为这就是用‘在各属自身中’来代替‘在同一属之下的事物中’,而这些事物的种差将是本义上所理解的种差),亦在虽然处于相异的属中然而彼此相隔并不甚远的事物中。他几乎要求人们在某方面同一的事物中寻求种差;因为要么是在同属的事物中,要么是在依比例同一的事物中。因为要用种差将看似彼此同一的事物区分开来绝非易事;而练习者应当在较困难的事物中进行操练;因为从较困难的事物过渡到较容易的事物是容易的。

语法注2 条
  1. 1.67τὸ ἐν αὐτοῖς τοῖς γένεσιν ἀντὶ τοῦ ‘ἐν τοῖς ὑπὸ ταὐτὸ γένος’

    中性单数冠词 τό 将引文(lemma)中的短语 ἐν αὐτοῖς τοῖς γένεσιν 整体作为引用对象名词化并作主语,构成了注解中说明用法的惯用句式,意为“……这一短语代替了‘在同一属之下的事物中’”。介词短语 ἀντί 连同属格在句中起表语作用。

  2. 1.67καὶ τῶν ἐν τοῖς διαφέρουσι μὲν γένεσιν ὄντων

    此句是紧接在介词短语 ἐν τοῖς σύνεγγυς ἀλλήλων(以及例示的 ἔν τε τοῖς ὑπὸ ταὐτὸ γένος)之后的并列成分,但它并未延续前述的与格结构,而是与前文否定的对照成分 μὴ τῶν πόρρω διεστώτων 保持格的一致,构成了属格分词短语(格的交替)。在句意上,它从属于 ζητεῖν τὰς διαφορὰς(意为“[应当探求]彼此相隔不远的事物的[种差]”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:114.23-115.32