- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:117.3-118.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注释亚里士多德提出的辩证法四个工具中的最后一项,即关于类似性的考察(108a7),阐明了在不同属事物之间依比例探求类似性的两种途径,以及在同属不同种事物中通过共有属性探求类似性的方法。
" Τὴν δὲ ὁμοιότητα σκεπτέον ἐπί τε τῶν ἐν ἑτέροις γένεσι." Τοῦτο ἔτι ὑπελείπετο τῶν προτεθέντων ὑπ’ αὐτοῦ τεσσάρων ὀργάνων ὡς χρησίμων πρὸς τὴν εὕρεσίν τε καὶ εὐπορίαν τῶν διαλεκτικῶν λόγων, ἡ τοῦ ὁμοίου γνῶσις. ἔμπαλιν δέ φησι δεῖν τὴν τοῦ ὁμοίου θήραν ποιεῖσθαι τῆς τῶν διαφορῶν.1 τὰς μὲν γὰρ διαφορὰς τὰς ἐν τοῖς ὁμοίοις ἠξίου πειρᾶσθαι γνωρίζειν· τοῦτο γὰρ χαλεπώτερον καὶ περὶ τούτων ἡ ἀμφισβήτησις εἰ διαφέρει ἢ μή, οἷον τίνι φάττα περιστερᾶς, καὶ τίνι κύων λύκου, καὶ τίνι ἀκολασία ἀκρασίας ἢ σωφροσύνη ἐγκρατείας ἢ ἐλευθεριότητος μεγαλοπρέπεια· τὰ γὰρ φανερῶς διεστῶτα φανερὰς πᾶσιν ἔχει2 τὰς πρὸς ἄλληλα διαφοράς. τὴν δέ γε ὁμοιότητα χαλεπώτερον πάλιν τὴν ἐν τοῖς πολὺ διεστῶσι συνιδεῖν· οὐ γὰρ ζητεῖ τις εἰ ᾠὸν ᾠῷ ὅμοιον ἢ ἡμίονος ὄνῳ ὅμοιος ἢ Κάστωρ Πολυδεύκει, ἀλλ’ εἰ Ἀχιλλεὺς Θερσίτῃ, εἰ ἄνθρωπος ἵππῳ, εἰ αἴσθησις ἐπιστήμῃ. δεῖ οὖν, φησί, γυμνάζεσθαι περὶ τὴν τοῦ ὁμοίου γνῶσιν ἐν τοῖς πολὺ διεστῶσι· καὶ κατὰ γένος διαφέρουσιν. καὶ ἔστιν ἴσον τὸ εἰρημένον ἐπ’ ἀμφοτέρων τῷ λεγομένῳ ὑπὸ τῶν ῥητορικῶν ‘τὰ κοινὰ ἰδίως καὶ τὰ ἴδια κοινῶς δεῖ λέγειν’· ὁ μὲν γὰρ ἀξιῶν τὰ κοινὰ ἰδίως λέγειν ἀξιοῖ ἐν τοῖς ὁμογενέσι τε καὶ κοινοῖς εὑρίσκειν τινὰς διαφοράς, ὁ δὲ τὰ ἴδια κοινῶς ἐν τοῖς διαφέρουσιν ἀξιοῖ πάλιν λαβεῖν ὁμοιότητας. καὶ διχῶς γέ φησι δεῖν τὴν ἐν τοῖς διαφέρουσι γένεσι ζητεῖν ὁμοιότητα. ἢ γὰρ λαμβάνοντάς τι ἔχον σχέσιν πρός τινα ὁμογενῆ ἀλλήλοις χρὴ ζητεῖν, τί οὕτως [ἢ] πρὸς ἄλλα τινὰ ὁμογενῆ μὲν ἀλλήλοις ἀνομογενῆ δὲ τοῖς προειρημένοις ἔχει· ἂν γὰρ εὑρεθῇ, ὅμοια ταῦτα ἔσται κατ’ ἀναλογίαν ἀλλήλοις ὄντα ἐν γένεσι διαφόροις. οἷον ἐπεὶ ἡ ἐπιστήμη πρὸς ἐπιστητὸν ἔχει οὕτως ὡς τῶν ἀντικειμένων εἶναι γνωστική, ζητεῖν ἄλλο τι ἀνομογενὲς τῇ ἐπιστήμῃ, ὃ πρὸς τὸ ὑπ’ αὐτὸ οὕτως ἔχει ὡς ἡ ἐπιστήμη πρὸς τὰ ἐπιστητά· τὸ γὰρ εὑρεθὲν ἔσται τῷ κειμένῳ κατὰ ἀναλογίαν ὅμοιον. ἐπεὶ οὖν ἡ αἴσθησις καὶ αὐτὴ οὕτως ἔχει πρὸς τὰ αἰσθητὰ ὡς ἡ ἐπιστήμη πρὸς τὰ ἐπιστητά, ὅμοια ἐπιστήμη καὶ αἴσθησις κατὰ ἀναλογίαν. ὅτι δὲ ἕτερα γένη ἐπιστήμη καὶ αἴσθησις, δῆλον ἐκ τοῦ ἄλλα μὲν ἐπιστήμης εἴδη εἶναι ἄλλα δὲ αἰσθήσεως. εἶεν δ’ ἂν καὶ ὑπὸ ἕτερα γένη δεικνύμεναι, καθ’ ὅσον ἡ μὲν αἴσθησις ὑπὸ τὰ φύσει, ἡ δὲ ἐπιστήμη οὐ φύσει ἀλλὰ διδασκαλίᾳ. πάλιν ἐπεὶ ὡς νοῦς πρὸς ἐπιστήμην (ἀρχὴ γάρ), οὕτως αἴσθησις πρὸς δόξαν, ὅμοια νοῦς τε καὶ αἴσθησις. καὶ ἐπεὶ ὡς ἡδὺ πρὸς ἡδονήν (ποιητικὸν γὰρ ἡδονῆς τὸ ἡδύ), οὕτως συμφέρον πρὸς ἀγαθόν, ὅμοια τὸ ἡδὺ καὶ τὸ συμφέρον. καὶ ἡ μὲν κατὰ τὴν πρός τι σχέσιν ἐν τοῖς διαφέρουσι κατὰ γένος τῆς ὁμοιότητος θήρα τοιαύτη. ἄλλην δὲ ὑποτίθεται ἀφορμὴν τῆς τοῦ ὁμοίου ζητήσεως τῆς ἐν διαφέρουσι γένεσιν, ἂν λαβόντες γένος τι ὂν ἔν τινι ζητήσωμεν τί οὕτως ἄλλο ἐν ἄλλῳ γένει ἐστίν. οἷον ἐπεὶ ὡς ὄψις ἐστὶν ἐν ὀφθαλμῷ, οὕτως νοῦς ἐν ψυχῇ (ἐν ἑκατέρῳ γὰρ ὡς κυριώτατον τῶν γινομένων ἐν αὐτοῖς), ὅμοια κατὰ τοῦτο νοῦς τε καὶ ὄψις. πάλιν εἰ ὡς ἀρετὴ ἐν ψυχῇ, οὕτως ὑγεία ἐν σώματι (τελειότητες γὰρ τῶν ὑποκειμένων αὐταῖς), ὅμοια ἀρετὴ καὶ ὑγεία. καὶ ἐπεὶ ὡς γαλήνη ἐν θαλάσσῃ, νηνεμία ἐν ἀέρι (ἠρεμία γὰρ τῶν ὑποκειμένων), ὅμοια γαλήνη τε καὶ νηνεμία. οὕτως καὶ δικαιοσύνη κάλλει ὅμοιον· ἑκάτερον γὰρ αὐτῶν ἐν ἰσότητι τῇ κατὰ ἀναλογίαν, τὸ μὲν κάλλος τῶν μερῶν τε καὶ μελῶν τοῦ σώματος, ἡ δὲ δικαιοσύνη ἐν διανομαῖς τε καὶ συναλλάγμασι τῶν νεμομένων. Ἡ μὲν οὖν ἐν τοῖς διαφόροις γένεσιν ὁμοιότης κατὰ ἀναλογίαν εὑρίσκεται οὕτως. λέγει δὲ δεῖν καὶ ἐπὶ τῶν ὁμογενῶν μὲν ἀλλήλοις ἀνομοειδῶν δέ, τί πᾶσιν αὐτοῖς ὑπάρχει ταὐτό, ζητεῖν· κατὰ γὰρ τὸ κοινὸν τοῦτο καίτοι ὄντα ἀνομοειδῆ ὅμοια ἔσται. ἣν ὅπως δεῖ 〈θῆραν〉 θηρᾶν λέγει.3 εἰ γάρ τισιν ἐν τῷ αὐτῷ γένει οὖσι καὶ κατ’ εἶδος ἀλλήλων διαφέρουσι ταὐτόν τι ὑπάρχει, ταῦτα ὅμοια κατὰ τοῦτο. ἀνθρώπῳ γὰρ καὶ ἵππῳ καὶ κυνὶ τὸ πεζὸν κοινόν· διὸ ὅμοια ταυτὶ κατὰ τοῦτο· καὶ ἀνθρώπῳ καὶ κόρακι καὶ ἰχθύι τὸ αἰσθητικόν· καὶ ἰχθύσιν, ὅσοι βράγχια ἔχουσι, καὶ τοῖς ἐντόμοις τῶν πτηνῶν τὸ μὴ ἔχειν πνεύμονα. βοῒ δὲ καὶ ἐλάφῳ καὶ προβάτῳ καὶ αἰγὶ τὸ μὴ ἀμφόδον· πάλιν ἐπὶ δένδρων πλατάνῳ μὲν καὶ ἀμπέλῳ καὶ συκῇ τὸ πλατύφυλλόν τε καὶ λεπτόφυλλον, διὸ φυλλορροεῖ, ἐλαίᾳ δὲ καὶ δάφνῃ καὶ μυρρίνῃ τὸ πιόφυλλόν τε καὶ στενόφυλλον, διὸ ἀείφυλλα ταῦτα.
“类似性不仅应当在属于不同属的事物中考察。” 在他所提出的作为对发现及丰富辩证论证有用的四个工具中,尚且留下的正是这一工具,即对相似者的认识。他说,对相似者的探寻应当以与对差异的探寻相反的方式进行。因为对于差异,他要求尝试去认识相似事物之中的差异;因为这更为困难,且人们所争议的正是关于这些事物究竟相异与否,例如斑鸠因何与鸽子相异,狗因何与狼相异,放纵因何与无自制、节制因何与自制相异,或者大度因何与慷慨相异;因为明显相隔的事物,其彼此间的差异对所有人而言都是显而易见的。然而相反,更困难的是洞察大为相隔的事物之中的类似性;因为没有人探究鸡蛋是否与鸡蛋相似,或者骡子是否与驴相似,或者卡斯托尔是否与波吕丢刻斯相似,而是探究阿喀琉斯是否与忒耳西忒斯相似,人是否与马相似,感觉是否与知识相似。因此他说,应当针对大为相隔且在属上相异的事物之中的相似者的认识进行操练。在两者之上所说的,正等同于修辞学家们所说的“必须将共通之事个别地表述,将个别之事共通地表述”;因为要求将共通之事个别地表述的人,要求在同属且共通的事物中找出某些差异;而要求将个别之事共通地表述的人,则反过来要求在相异的事物中把握类似性。而且他说,必须以两种方式探求不同属中的类似性。因为要么选取某种相对于彼此同属的某些事物具有某种关系之物,去探求什么事物以同样方式相对于彼此同属然而与前述事物不同属的另一些事物具有这种关系;因为若被找到,这些处于不同属中的事物便依比例彼此相似。例如,既然知识相对于可知事物具有能够认识其对置事物的关系,那么便探求另一种与知识不同属的事物,它相对于其下的事物具有正如知识相对于可知事物所具有的关系;因为被找到的事物将依比例与预设的事物相似。因此,既然感觉自身相对于可感事物亦具有正如知识相对于可知事物所具有的关系,那么知识与感觉便依比例相似。而知识与感觉属于不同的属,这从知识的种与感觉的种各不相同便很清楚。它们亦可被表明处于不同的属之下,因为感觉属于依本性的事物之下,而知识则不依本性而是出于教导。再次,既然正如理智之于知识(因为它是本原),感觉之于意见亦是如此,那么理智与感觉便是相似的。又既然正如令人愉悦之物之于快乐(因为令人愉悦之物是产生快乐的),有益之物之于善亦是如此,那么令人愉悦之物与有益之物便是相似的。依据关系在属上相异的事物中对类似性的探寻便是如此。另一方面,若我们选取存在于某物之中的一个属,去探求另一种在别的属中以此种方式存在的事物是什么,这便是他为探求不同属之中的相似者所设定的另一条途径。例如,既然正如视觉在眼睛中,理智亦在灵魂中(因为在两者之中,它们都是在其中生成的事物中最占主导地位的),在这方面理智与视觉是相似的。再次,若正如德性在灵魂中,健康亦在身体中(因为它们是承载它们的主体的完满状态),那么德性与健康便是相似的。又既然正如平静在海中,无风在空气中(因为它们是底层承载物的静止),那么平静与无风便是相似的。同样,正义亦与美相似;因为它们各自都存在于依比例的均等之中,美存在于身体的部分与肢体的[均等]之中,而正义存在于所分配之物的分配与交易之中。因此,不同属之中的类似性便是依比例这样被发现的。但他指出,在彼此同属然而不同种的事物上,亦必须探求有什么相同之物属于它们全体;因为依据这共通之物,它们尽管不同种,却将是相似的。他说明了应当如何去进行这种探寻。因为如果在处于同一属中且在种上彼此相异的某些事物中存在某种相同之物,那么这些事物在这方面便是相似的。因为步行对于人、马和狗是共通的;因此它们在这方面是相似的;具有感觉能力对于人、乌鸦和鱼是[共通的];没有肺对于凡具有鳃的鱼以及有翅者中的昆虫是[共通的]。两颌不都有齿对于牛、鹿、绵羊和山羊是[共通的];再次在树木上,叶片宽而薄对于悬铃木、葡萄树和无花果树是共通的,因此它们落叶;而叶片肥厚且窄对于油橄榄树、月桂树和香桃木是共通的,因此它们是常绿的。
- 1.68ἔμπαλιν δέ φησι δεῖν τὴν τοῦ ὁμοίου θήραν ποιεῖσθαι τῆς τῶν διαφορῶν.
副词 ἔμπαλιν 后接表示比较的属格 τῆς τῶν διαφορῶν[θήρας],意为“与对差异的[探寻]相反”。这构成了在相似事物中寻求差异与在悬殊事物中寻求相似之间的对比。
- 1.68ἢ γὰρ λαμβάνοντάς τι ἔχον σχέσιν πρός τινα ὁμογενῆ ἀλλήλοις χρὴ ζητεῖν, τί οὕτως [ἢ] πρὸς ἄλλα τινὰ ὁμογενῆ μὲν ἀλλήλοις ἀνομογενῆ δὲ τοῖς προειρημένοις ἔχει
非人称动词 χρὴ 支配带有宾格分词 λαμβάνοντας(指代一般泛指主体)的不定式结构 λαμβάνοντας ... ζητεῖν,其后接由 τί 引出的间接疑问句 τί οὕτως ... ἔχει。校勘放入角括弧的 [ἢ] 为被删除的多余异文;两选其一的第二种方式随后由 ἄλλην δὲ ὑποτίθεται ἀφορμήν 引入。
- 1.68ἣν ὅπως δεῖ 〈θῆραν〉 θηρᾶν λέγει.
尖括号内的补文 〈θῆραν〉 作为同源宾语,与动词 θηρᾶν 以及关系代词 ἣν 相呼应。构成为:“他说明了应当如何去进行这种探寻(猎取这种猎物)”。
