← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§112.25-114.22

通过属之种差以及种与种差的相异判定同名异义

亚历山大注解了亚里士多德在《论题篇》第一卷第15章(107b27–38)中提出的判定多重含义的论题——包括同名之下属自身的种差相异,以及一者为种而另一者为种差的情形——并顺应全章结语,补充了正文中未明言的基于种与个体、普遍与特殊、不同感觉器官的多重含义类型。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.64

" Πάλιν εἰ αὐτῶν τῶν ὑπὸ τὸ αὐτὸ ὄνομα ἕτεραι αἱ διαφοραί, οἷον χρώματος." Δείξας τὸ τῶν διαφορῶν ὄνομα τῶν πολλαχῶς λεγομένων ὄν, διότι ἦν τὰ σημαινόμενα ὑπ’ αὐτοῦ διαφερόντων γενῶν διαφοραί, πάλιν δείκνυσι τὸ τῶν γενῶν ὄνομα τῶν πολλαχῶς λεγομένων ὄν, ἂν ὦσι τῶν ὑπ’ αὐτοῦ σημαινομένων ἕτεραι διαφοραί. οὐ μόνον γάρ, ἂν τὰ σημαινόμενα ὑπό τινος ὀνόματος “ἑτέρων γενῶν καὶ μὴ ὑπ’ ἄλληλα τεταγμένων” ὦσι διαφοραί, ὁμώνυμον ἔσεσθαι τὸ ταῦτα σημαῖνον ὄνομα λέγει, ἀλλὰ κἂν αὐτῶν τῶν ὑπό τινος ὀνόματος σημαινομένων γενῶν ἕτεραι ὦσι διαφοραί, καὶ τὸ ταῦτα σημαῖνον ὄνομα ὁμώνυμον ἔσεσθαί φησι, καὶ εἰκότως· εἰ γὰρ τῶν ἑτέρων γενῶν ἕτεραι διαφοραί, καὶ ὧν ἕτεραι διαφοραί, ταῦτα ἕτερα. χρῶμα γὰρ σημαίνει καὶ τὸ ἐν τοῖς σώμασιν, ὡς τὸ λευκὸν καὶ τὸ μέλαν καὶ τὰ τούτων μεταξύ, σημαίνει καὶ τὸ ἐν τοῖς μέλεσι· λέγεται γάρ τι καὶ κατὰ μουσικὴν χρῶμα· τρία γὰρ μέρη τῆς μελῳδίας οἱ ἁρμονικοὶ εἶναί φασιν, ἁρμονίαν, χρῶμα, διάτονον, ὧν τοῦ χρώματος διαφοράς φασιν, ἃς ἰδίως χρόας καλοῦσι, τήν τε τοῦ μαλακοῦ χρώματος καὶ τὴν τοῦ ἡμιολίου καὶ τὴν τοῦ τονιαίου χρώματος. ἐπεὶ οὖν εἰσιν ἄλλαι μὲν διαφοραὶ τοῦ ἐν τοῖς σώμασι χρώματος, ὡς τὸ συγκριτικὸν καὶ διακριτικὸν ὄψεως, ἄλλαι δὲ τοῦ ἐν τοῖς μέλεσι (τὸ γὰρ ἡμιτονιαῖον καὶ διεσιαῖον καὶ τὸ μαλακόν), ὁμώνυμον τὸ λευκόν.1 εἰ γὰρ ἦν ἕν τι τὸ σημαινόμενον ὑπ’ αὐτοῦ, οὐκ ἂν εἶχεν ἑτέρας τῷ εἴδει διαφοράς· τῶν γὰρ αὐτῶν γενῶν αἱ αὐταὶ διαφοραί.

“此外,若同一名称之下的事物自身的种差是相异的,例如颜色的种差。” 在表明了种差的名称由于其所意指者是相异之属的种差而属于具有多重含义之物之后,他又表明,若某个属的名称所意指的事物其种差相异,该属名同样属于具有多重含义之物。因为他不仅谈到,若由某一名称所意指的事物是“相异且互不从属之属”的种差,意指这些事物的名称便将是同名异义的,而且他说,即使由某一名称所意指的属其自身的种差相异,意指这些事物的名称亦将是同名异义的,这合情合理;因为若相异之属的种差是相异的,那么种差相异的事物彼此也是相异的。因为“颜色”既意指物体中的颜色,如白、黑以及二者的中间物,亦意指旋律中的颜色;因为在音乐方面亦有所谓颜色;和声理论家们称旋律有三个组成部分:和声、颜色、自然音阶,他们称其中颜色的种差(他们特称为音色)有软音阶之色、半三进之色与整音之色。既然物体中颜色的种差(如凝聚视觉或分散视觉者)与旋律中颜色的种差(即半音的、微分音的和软调的)互不相同,那么“白色的”[=颜色]便是同名异义的。因为若由它所意指者为单一之物,它便不会具有在种上相异的种差;因为相同的属具有相同的种差。

§1.65

"Ἔτι ἐπεὶ τὸ εἶδος οὐδενός ἐστι διαφορά." Δεῖν φησι καὶ τοῦτο ἐπισκοπεῖν, εἰ τῶν ὑπὸ τοῦ αὐτοῦ σημαινομένων ὀνόματος τὸ μὲν εἶδός τινός ἐστι τὸ δὲ διαφορά.2 εἰ γὰρ εἴη τι σημαῖνον τοιαῦτα, ὁμώνυμον ἂν εἴη, ἐπεὶ τὸ εἶδός τινος οὐχ οἷόν τε διαφορὰν εἶναί τινος· τὸ μὲν γὰρ ποιητικόν ἐστιν εἴδους, ἡ διαφορά, τὸ δὲ γινόμενον ὑπ’ αὐτῆς, τὸ εἶδος, καὶ τὸ μὲν ἐν τῷ τί ἐστι κατηγορεῖται, τὸ εἶδος, τὸ δὲ ἐν τῷ ποιόν τί ἐστι, καὶ τὸ μὲν εἶδος ὅπερ τὸ γένος ἐστίν, ἡ δὲ διαφορὰ τοῦ μὲν γένους ἐστίν, οὐχ ὅπερ δὲ τὸ γένος, καὶ εἴδη μέν ἐστιν εἰς ἃ τὰ γένη διαιρεῖται, διαφοραὶ δὲ καθ’ ἃς διαιρεῖται ἢ καθ’ ἃς τὰ εἴδη διαφέρει ἀλλήλων. τὸ δὴ λευκὸν διὰ τοῦτο ἐστιν ὁμώνυμον, ὅτι τὸ μέν τι εἶδός ἐστι τῶν ὑπ’ αὐτοῦ σημαινομένων (τὸ γὰρ ἐν χρώματι λευκὸν εἶδος χρώματος), τὸ δὲ διαφορά· τὸ γὰρ ἐν φωνῇ λευκὸν οὐκ εἶδός ἐστι φωνῆς ἀλλὰ διαφορά· διαφέρει γὰρ φωνὴ φωνῆς τῷ λευκὴ εἶναι ἢ μή.

“此外,既然种绝非任何事物的种差。” 他说必须考察这一点:由同一名称所意指的事物中,是否一者为某物的种,另一者为种差。因为若有某物意指此类事物,它便会是同名异义的,因为某物的种不可能是任何事物的种差。因为一者即种差能生成种,而另一者即种则是由种差生成的;且一者即种是在“是什么”中被陈述,另一者则是在“何种样”中被陈述;且种即属本身,种差则属于属而非属本身;种是属被分割成的对象,而种差则是属据以被分割,或各种据以彼此区分的根据。因此“白色的”因如下理由是同名异义的:由它所意指的事物中,某一者是种(颜色中的白是颜色的种),而另一者是种差(声音中的白并非声音的种而是种差;因为声音借由是白色的或非白色的而彼此有别)。

§1.66

"Περὶ μὲν οὖν τοῦ πολλαχῶς διὰ τούτων καὶ τῶν τοιούτων σκεπτέον." Παραδοὺς τοὺς κυριωτάτους τόπους δι’ ὧν ἄν τις γνωρίζοι τὰ πολλαχῶς τε καὶ ὁμωνύμως λεγόμενα, ἐπεὶ ἐνδέχεται τινας καὶ παρὰ τοὺς εἰρημένους τόπους εὑρεθῆναι τρόπους τῆς τῶν πολλαχῶς λεγομένων εὑρέσεως, διὰ τοῦτο εἶπε διὰ τούτων καὶ τῶν τοιούτων. δύναται γάρ τις γνωρίζειν τι ὁμωνύμως λεγόμενον καὶ ἀπὸ τοῦ τῶν σημαινομένων ὑπ’ αὐτοῦ τὸ μὲν εἶδος εἶναι τὸ δὲ ἄτομον,3 ὡς τὸ ἄνθρωπος· ἦν γὰρ καὶ ἴδιον ὄνομα τοῦτο τοῦ Ὀλυμπιονίκου πύκτου, οὗ ἐν Ἠθικοῖς ἐμνημόνευσεν. ὁμοίως καὶ τὸ κόραξ ὄνομα οὐ τὸ εἶδος τὸ τοῦ ὀρνέου μόνον ἐσήμαινεν ἀλλὰ καὶ τὸν ῥήτορα. ἀλλὰ κἂν τὸ κοινόν τι σημαίνῃ καί τι τῶν ὑπὸ τὸ κοινὸν εἶδος, ὁμώνυμον κἀκεῖνο, ὡς τὸ ἴδιον· καὶ γὰρ τὸ κοινόν, ὃ καὶ κατὰ τοῦ ὁρισμοῦ κατηγορεῖται καὶ κατὰ τοῦ οὕτως λεγομένου ἰδίου, σημαίνει καὶ τὸ ἀντιδιαιρούμενον τῷ γένει ἐκ τοῦ κοινοῦ ἰδίου. ἀλλὰ καὶ ἡ δικαιοσύνη καὶ τὴν κοινὴν ἀρετὴν σημαίνουσα καὶ τὴν ἀντιδιαιρουμένην ταῖς ἄλλαις ἀρεταῖς ὁμώνυμος. ὁμοίως καὶ τὸ μέλαν· καὶ γὰρ τὸ ἀντιδιαιρούμενον τῷ λευκῷ χρώματι μέλαν καλεῖται, καὶ ἰδίως καλεῖται ᾧ γράφομεν. εἴη δ’ ἂν καὶ ἀπὸ τῶν πρός τι λαμβανόμενον τὸ πολλαχῶς, ὡς ἐρρέθη, οὗ οὐδὲ αὐτοῦ ἐμνημόνευσεν. ἀλλὰ κἂν ὑπὸ διαφερουσῶν αἰσθήσεων κρίνηται τὰ ὑπό τινος σημαινόμενα, ὁμώνυμον καὶ τοῦτο, ὡς ἐλέγομεν ἐπὶ τοῦ χρώματος· τὸ μὲν γὰρ ὑπὸ ὄψεως τὸ δὲ ὑπὸ ἀκοῆς. ἢ τούτου ἐμνημόνευσε. διὰ δὴ τὰ τοιαῦτα οὕτως εἶπε.

“因此,关于具有多重含义之物,必须通过这些以及此类途径来进行考察。” 在传授了人们据以认识多重含义且同名异义之物的最主要论题之后,由于在所言论题之外亦可能有发现多重含义之物的方式被找寻到,为了这个缘故,他说“通过这些以及此类途径”。因为人们亦能够从所意指的事物中一者为种而另一者为个体来认识同名异义之物,正如“人”一样;因为这也是他在《伦理学》中所提及的那位奥林匹亚拳击获胜者的专名。同样,“渡鸦”这一名称不仅意指该鸟类的种,亦意指那位演说家。再者,若它既意指某种普遍者,又意指属于该普遍者之下的种,它同样也是同名异义的,正如“固有属性”;因为它既意指普遍者(既陈述定义亦陈述如此被称为的固有属性),又意指从普遍固有属性中与属相对立而划分出的事物。而且“正义”既意指普遍的美德,又意指与其他诸美德相对立而划分出的美德,因而是同名异义的。同样,“黑色的”亦是如此;因为与白色相对立而划分出的颜色被称为黑色,而我们用以书写的事物[墨]亦特称为黑色。正如所言,多重含义之物亦可从关系概念中获得,这一点他也没有提及。此外,若由某物所意指的事物是由不同的感觉器官来判定的,这也是同名异义的,正如我们在颜色的情形中所说的那样;因为一者由视觉判定,另一者由听觉判定。或者说,这一点他也曾提及。正是由于这些缘故,他才如此说道。

语法注3 条
  1. 1.64ὁμώνυμον τὸ λευκόν

    在紧接的前文中讨论的是物体中的“颜色(χρῶμα)”与旋律中的“颜色(χρῶμα)”其种差的差异,因此逻辑上的主语本应是 χρῶμα,但手抄本读作 τὸ λευκόν。在语法上,τὸ λευκόν 直接作主语(“‘白色的’是同名异义的”),在此作为颜色的代表例或笔误来表述对“颜色”多义性的结论。

  2. 1.65τὸ μὲν εἶδός τινός ἐστι τὸ δὲ διαφορά

    τὸ μέν 与 τὸ δέ 分别作为实质化的主语(“一者……”、“另一者……”),分别对应谓词 εἶδός τινός(某物的种)与 διαφορά(种差)。τινός 为依附于 εἶδος 的属格,表示所属或关联。

  3. 1.66ἀπὸ τοῦ τῶν σημαινομένων ὑπ’ αὐτοῦ τὸ μὲν εἶδος εἶναι τὸ δὲ ἄτομον

    由介词 ἀπό 所支配的冠词 τοῦ 引导了一个带不定式的宾格句结构(τὸ μὲν εἶδος εἶναι τὸ δὲ ἄτομον)。其中 τῶν σημαινομένων ὑπ’ αὐτοῦ 为部分属格,修饰不定式从句的主格语义成分(宾格的 τὸ μέν 与 τὸ δέ)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:112.25-114.22