← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§111.6-112.24

通过可比较性与不同属的种差判定同名异义

亚历山大注释《论题篇》第一卷第十五章(107b13–19),阐述了辨别同名异义性的两个论题:其一是基于事物之间是否可比较(在同等或程度意义上),其二是基于述词是否属于相异且互不从属之属的种差。针对后者,他提出了关于“两足的”似乎兼属于相异属的难题,并通过将该规则限定于不具有更高共同属的根本相异之属而给出了解决方案。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.62

" Ἔτι εἰ μὴ συμβλητὰ κατὰ τὸ μᾶλλον ἢ ὁμοίως." Καὶ τοῦτον τὸν τόπον πρὸς τὴν ἐπίκρισίν τε καὶ εὕρεσιν τῶν πολλαχῶς λεγομένων παραδίδωσι, τὸν ἀπὸ τῆς συγκρίσεως.1 ἐπεὶ γὰρ πάντα τὰ τοῦ αὐτοῦ λόγου τε καὶ εἴδους κοινωνοῦντα συμβλητά ἐστιν ἀλλήλοις καὶ συγκριτικά (πάντα γὰρ τὰ τοῦ αὐτοῦ τινος μετέχοντα ἢ ὁμοίως αὐτοῦ μετέχει καὶ ἔστι συμβλητὰ κατὰ τὸ ὅμοιον, οἷον ὡς οἱ κύκλοι πάντες ὁμοίως ἀλλήλοις κύκλοι οἱ τὸν τοῦ κύκλου λόγον ἀναδεχόμενοι· ὁμοίως καὶ οἱ ἄνθρωποι, καὶ ὅλως ἐν οἷς μή ἐστι τὸ μᾶλλόν τε καὶ ἧττον, ταῦτα ὁμοίως τοῦ κοινοῦ μετέχει καὶ κατὰ τὸ ὅμοιόν ἐστι συμβλητά· ἐν οἷς δέ ἐστι καὶ τὸ μᾶλλον, δύναται ἡ τούτων σύγκρισις γίνεσθαι μὲν καὶ κατὰ τὸ ὅμοιον, γίνεσθαι δὲ καὶ κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον, ὡς ἐπὶ λευκοῦ· τὰ γὰρ τοῦ λευκοῦ τοῦ ὡς χρώματος μετέχοντα πάντα ἢ ὁμοίως αὐτοῦ μετέχει ἢ τὸ μὲν μᾶλλον τὸ δὲ ἧττον· καὶ τὰ ὁμοίως δὲ αὐτοῦ μετέχοντα κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον συγκριτικά), εἰ δὴ τὰ μετέχοντα τοῦ αὐτοῦ συγκριτικά, τὰ μὴ συγκριτικὰ δῆλον ὅτι οὐκ ἂν μετέχοι τοῦ αὐτοῦ. δεῖ οὖν, φησίν, ἐπιβλέπειν ἐπὶ τὰ ὑπὸ ἑνός τινος ὀνόματος σημαινόμενα, εἰ κατὰ τὸ σημαινόμενον ὑπὸ τοῦ ὀνόματος καθ’ ἕκαστον αὐτῶν μή ἐστι συμβλητά· ἂν γὰρ μὴ ᾖ, ὁμώνυμον ἔσται τὸ ὄνομα, ὃ κοινὸν ἔχοντα ταῦτα οὐκ ἔστιν ἀλλήλοις κατ’ αὐτὸ συμβλητά.2 οἷον τὸ λευκὸν καὶ κατὰ φωνῆς καὶ κατὰ ἱματίου κατηγορεῖται· ἀλλ’ οὐκ ἔστι συμβλητὰ φωνὴ καὶ ἱμάτιον κατὰ τὸ λευκόν· οὐδεὶς γὰρ ζητεῖ πότερον μᾶλλον λευκὸν τὸ ἱμάτιον ἢ ἡ φωνή, ὡς ζητεῖ ἐπὶ γύψου καὶ χιόνος· οὔτε γὰρ ὁμοίως οὔτε τὸ μὲν μᾶλλον αὐτῶν τὸ δὲ ἧττον ἔστι τοιοῦτον· διὸ οὐ τοῦ αὐτοῦ σημαντικὸν ἐφ’ ἑκατέρου αὐτῶν ὂν τὸ λευκὸν ὁμώνυμον ἂν εἴη. οὐκέτι δὲ ὁμώνυμον τὸ κατὰ γύψου καὶ χιόνος. πάλιν τὸ ὀξὺ καὶ ἐπὶ χυμοῦ καὶ ἐπὶ φωνῆς κατηγορεῖται, καὶ οὐκ ἔστι ταῦτα συμβλητὰ κατὰ τὸ ὀξύ, ὥστε ὁμώνυμον τὸ ὀξύ.

“此外,若它们在更甚或同样程度上不可比较。” 为了判定和发现具有多重含义之物,他也传授了这一论题,即源自比较的论题。因为凡是分有相同的说明和种的事物,彼此之间都是可比较且可对照的(因为凡是分有某种相同事物者,要么同样地分有它,并在同等性上可比较——例如所有接受圆的说明的圆,彼此之间都同样是圆;人也是同样,并且总体而言在不存在更甚与更弱的事物中,这些事物都同样地分有共同者,并在同等性上可比较;而在存在更甚的事物中,它们的比较既可以在同等性上进行,亦可以在更甚与更弱上进行,正如在白色的情形中;因为凡是将白色作为颜色分有的事物,要么同样地分有它,要么一者更甚一者更弱;即使那些同样分有它者,在更甚与更弱上也属可比较之列),既然分有相同者之物是可比较的,那么不可比较者显然就不会分有相同者。因此他说,必须审视被单一名称所意指的事物,看它们在各自中依该名称所意指者而言是否不可比较;因为若不可比较,该名称将是同名异义的,这些事物虽共同拥有该名称,在它上面却彼此不可比较。例如,“白色的”既陈述声音,亦陈述斗篷;但声音与斗篷在白色上是不可比较的;因为无人会像在石膏和雪的情形中探究那样,去探究究竟是斗篷更白还是声音更白;因为它们既非同样地如此,亦非其中一者更甚一者更弱地如此;因此“白色的”在它们各自之中并非意指相同者,故而当是同名异义的。但陈述石膏与雪的则不再是同名异义的。再次,“锐利的”既陈述滋味,亦陈述声音,而它们在锐利上是不可比较的,因此“锐利的”是同名异义的。

§1.63

"Ἐπεὶ δὲ τῶν ἑτέρων γενῶν καὶ μὴ ὑπ’ ἄλληλα τεταγμένων ἕτεραι τῷ εἴδει καὶ αἱ διαφοραί." Ὅτι τῶν ἑτέρων γενῶν καὶ μὴ ὑπ’ ἄλληλα τεταγμένων ἕτεραι τῷ εἴδει καὶ αἱ διαφοραί, εἴρηκεν ἐν Κατηγορίαις· ἀπὸ δὴ τούτου τόπον τινὰ ἡμῖν παραδίδωσι πρὸς εὕρεσιν τῶν πολλαχῶς λεγομένων. ἂν γάρ τι ὄνομα κατὰ πλειόνων κατηγορῆται, ἃ διαφοραί εἰσι διαφερόντων γενῶν καὶ μὴ ὑπ’ ἄλληλα ὄντων, ὁμώνυμον ἔσται τὸ ταῦτα σημαῖνον ὄνομα· τῷ γὰρ διαφερόντων εἶναι γενῶν διαφορὰς ταῦτα καὶ ἕτερα τῷ εἴδει ἀλλήλων ἔσται,3 ἐπεὶ τῶν ἑτέρων γενῶν καὶ μὴ ὑπ’ ἄλληλα τεταγμένων ἕτεραι τῷ εἴδει καὶ αἱ διαφοραί. διὰ τοῦτο τὸ ὀξὺ ὁμώνυμον, ὅτι τὸ ὀξὺ καὶ φωνῆς ἐστι διαφορὰ καὶ ὄγκου, ἃ ἕτερά ἐστι γένη καὶ οὐχ ὑπ’ ἄλληλα. ἐπιζητήσαι δ’ ἄν τις πῶς τὸ λεγόμενον ἀληθὲς ἐπὶ πάντων. τὸ γὰρ δίπουν δοκεῖ καὶ τοῦ ζῴου πεζοῦ καὶ τοῦ ζῴου πτηνοῦ διαφορὰ εἶναι ἑτέρων γενῶν καὶ μὴ ὑπ’ ἄλληλα ὄντων, καὶ οὐκ ἔστιν ὁμώνυμον. ἢ δεῖ ἐπὶ τούτων τῶν γενῶν χρῆσθαι τῷ προκειμένῳ,4 ἂν πάντῃ ᾖ ἕτερα ἀλλήλων καὶ μὴ ὑπὸ ἓν κείμενα γένος, ὥσπερ ἐφ’ ὧν αὐτὸς τὸν λόγον ἐποιήσατο· ζῷον γὰρ καὶ ἐπιστήμη καὶ φωνὴ καὶ ὄγκος οὕτως ἕτερα. τὰ δὲ προειρημένα, εἰ καὶ μὴ ὑπ’ ἄλληλά ἐστιν, ἀλλ’ ὑπὸ ἕν γε κοινὸν γένος, τὸ ζῷον· διὸ ἡ διαφορὰ ἡ δίπουν ὥσπερ ἑκατέρου τούτων ἐστὶ διαφορά, οὕτως καὶ τοῦ ζῴου εἴη ἂν διαφορά· οὖσα δὲ ἐν ἑνὶ γένει ἡ αὐτὴ ἂν εἴη κατὰ τὸ εἶδος.

“既然在相异且互不从属的属中,种差在种上也是相异的。” 在相异且互不从属的属中,种差在种上也是相异的,这一点他在《范畴篇》中已经言明;正是由此,他为我们传授了用于发现具有多重含义之物的某个论题。因为若某个名称陈述多个事物,而这些事物是相异且互不从属之属的种差,那么意指这些事物的名称便将是同名异义的;因为凭借这些事物是相异之属的种差,它们彼此在种上亦将是相异的,既然在相异且互不从属的属中,种差在种上也是相异的。因此“锐利的”是同名异义的,因为“锐利的”既是声音的种差,亦是体积的种差,而声音与体积是相异且互不从属的属。但有人可能会质疑,所说之理在一切情形中如何为真。因为“两足的”看似既是陆行动物又是翼行动物的种差,它们是相异且互不从属的属,然而它却并非同名异义。或者说,在这些属完全彼此相异且不置于单一属之下的情形中,才必须运用所提出的论题,正如他本人借以进行论述的那些情形一样?因为动物、知识、声音和体积正是以这种方式相异的。而上述事物即使互不从属,至少也在单一的共同属即动物之下;因此,“两足的”这一种差正如它是它们各自的种差一样,同样亦会是动物的种差;既然它存在于单一属之中,在种上便会是同一的。

语法注4 条
  1. 1.62τὸν ἀπὸ τῆς συγκρίσεως

    带介词短语 ἀπὸ τῆς συγκρίσεως 的定冠词 τὸν 与前文的 τὸν τόπον 构成同位修饰,具体指“源自比较的论题”。

  2. 1.62ὃ κοινὸν ἔχοντα ταῦτα οὐκ ἔστιν ἀλλήλοις κατ’ αὐτὸ συμβλητά

    关系代词 ὃ 的先行词为 τὸ ὄνομα。分词短语 κοινὸν ἔχοντα 修饰 ταῦτα,带有让步意味(“尽管共同拥有该名称”),引出谓语 οὐκ ἔστιν ... συμβλητά。

  3. 1.63τῷ γὰρ διαφερόντων εἶναι γενῶν διαφορὰς ταῦτα καὶ ἕτερα τῷ εἴδει ἀλλήλων ἔσται

    带冠词不定式 τῷ ... εἶναι 作原因与格(“凭借……是”)。ταῦτα 为不定式 εἶναι 的主格性宾格,διαφορὰς 为宾格表语。主句承接 ταῦτα 作为主语:καὶ ἕτερα τῷ εἴδει ... ἔσται。

  4. 1.63ἢ δεῖ ἐπὶ τούτων τῶν γενῶν χρῆσθαι τῷ προκειμένῳ

    连词 ἤ 用于引出针对前文疑问的解答或修正(“抑或应当……”)。非人称动词 δεῖ 统辖不定式 χρῆσθαι,后者支配与格补足语 τῷ προκειμένῳ。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:111.6-112.24