← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§110.1-111.5

复合定义共有项中潜藏的同名异义性

亚历山大阐释了亚里士多德论题的一个注意事项:从复合定义中去除特有要素后所保留的共同概念本身(如“健康的”中的“处于适度状态”或“运动”中的“可动者”)仍可能潜藏着同名异义性,因而必须进一步探究其含义上的区分。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.61#2

Πολλάκις δέ, φησί, καὶ ἐν αὐτοῖς τοῖς λόγοις τε καὶ διορισμοῖς τοῖς λαμβανομένοις ἢ τῶν συγκειμένων ἢ ὅλως τούτων, ἃ ζητοῦμεν εἰ πολλαχῶς λέγεται, λανθάνει παρακολουθοῦσα ἡ ὁμωνυμία, ὡς μήπω κατάδηλον εἶναι τὸ προκείμενον ὅτι ἐστὶ τῶν πολλαχῶς λεγομένων. διὸ οὐ δεῖ ἀφίστασθαι, ἀλλὰ ζητεῖν πάλιν καὶ τοῦ ἐν τῷ ὁρισμῷ κοινοῦ λόγου ποῖον τὸ ἴδιον· οὕτως γὰρ εὑρεθήσεται αὐτῶν ἡ πρὸς ἄλληλα διαφορά. οἷον εἴ τις, ἐπεὶ τὸ ὑγιεινὸν λέγεται καὶ ὡς ποιητικὸν καὶ ὡς σημαντικόν, βουλόμενος τῷ προειρημένῳ τόπῳ χρήσασθαι ὁρίσαιτο τὰ σύνθετα, τό τε ὡς ποιητικὸν ὑγιεινὸν καὶ τὸ ὡς σημαντικὸν ὑγιεινόν, καὶ τοῦ μὲν ἀποδοίη λόγον ‘τὸ συμμέτρως ἔχον πρὸς τὸ ὑγείαν ποιεῖν’, τοῦ δὲ ‘τὸ συμμέτρως ἔχον πρὸς τὸ ὑγείαν σημαίνειν’, ἐπεὶ τῶν λόγων τούτων ἀφαιρεθέντων τῶν ἰδίων, τοῦ μὲν τοῦ ‘πρὸς τὸ ὑγείαν ποιεῖν’, ὃ ἦν τοῦ ποιητικοῦ, τοῦ δὲ τοῦ ‘πρὸς τὸ ὑγείαν σημαίνειν’, ὃ ἦν πάλιν τοῦ ὡς σημείου ὑγιεινοῦ, τὸ καταλειπόμενον ἐν ἀμφοτέροις ταὐτόν ἐστι, τὸ συμμέτρως ἔχειν, ὃ ἦν λόγος τοῦ ὑγιεινοῦ, οὐ δόξει τὸ ὑγιεινὸν ὁμώνυμον εἶναι ἀλλὰ συνώνυμον, εἴ γε ἐστιν αὐτοῦ εἷς καὶ ὁ αὐτὸς λόγος. δεῖ οὖν, ὥς φησι, πάλιν καὶ αὐτὸ τὸ συμμέτρως ἔχειν καθ’ ἑκάτερον ζητεῖν τί σημαίνει· οὕτω γὰρ εὑρεθήσεται ἡ τοῦ ὑγιεινοῦ ὁμωνυμία. σημαίνει γὰρ ἐν μὲν τῷ ποιητικῷ τὸ ποσόν· τὸ γὰρ κατὰ ποσὸν σύμμετρον ποιητικὸν ὑγείας· ἐν γὰρ τῇ τοιαύτῃ συμμετρίᾳ τὸ ὡς ποιητικὸν ὑγιεινόν· ἐν δὲ τῷ ὡς σημείῳ τὸ συμμέτρως ἔχον οὐκέτι σημαίνει τὸ τοσοῦτον ἀλλὰ τὸ τοιοῦτον εἶναι, ὡς σημαίνειν τὴν ἕξιν ὅτι τοιαύτη. ὥστε τῶν σημαινομένων ὑπὸ τοῦ συμμέτρου ληφθέντων τῶν ὁρισμῶν μετὰ τοῦ τοῦ συμμέτρου ὁρισμοῦ καὶ τῶν ἰδίων τῶν ὁρισμῶν τούτων ἀφαιρεθέντων οὐ καταλέλειπται ὁ τοῦ συμμέτρου ὅρος·1 εἰ τοίνυν τὸ τοσοῦτον καὶ τὸ τοιοῦτον διαφέροντα, καὶ τὸ ὑγιεινὸν ὁμώνυμον. οὕτως εὑρίσκοιτ’ ἂν καὶ ὅτι ἡ κίνησις ὁμώνυμος καίτοι δοκοῦσα ἕνα λόγον ἔχειν· λέγεται γὰρ ἐνέργεια εἶναι τοῦ κινητοῦ ᾗ τοιοῦτον. ἀλλ’ ἐπεὶ μηδὲ τὸ κινητὸν κατὰ πᾶσαν κίνησιν ταὐτὸν ἀλλὰ ἄλλο καὶ ἄλλο, καθ’ ἣν μὲν τὸ κατ’ οὐσίαν μεταβλητόν, καθ’ ἣν δὲ τὸ κατὰ ποιότητα, καθ’ ἣν δὲ τὸ κατὰ ποσόν, ὡς δηλοῖ ἡ ἐνέργεια (ἄλλη γὰρ ἡ τῶν κατ’ εἶδος διαφερόντων τελειότης· τὸ γὰρ δυνάμει καθ’ ἕκαστον τῶν κινητῶν ἄλλο τῷ εἴδει· διὸ καὶ ἡ ἐνέργειά τε καὶ ἡ ἐντελέχεια· ἡ μὲν γὰρ φορά, ἡ δὲ ἀλλοίωσις, ἡ δὲ αὔξησις, ἡ δὲ μείωσις, ἡ δὲ γένεσις, ἡ δὲ φθορά), ἡ δὴ κίνησις ὁμώνυμος.2

他说,往往在所选取的陈述与界定本身之中——无论属于复合之物,抑或总括地属于我们探究其是否具有多重含义的那些事物——都伴随着隐蔽的同名异义性,以致摆在面前的事物尚未昭然显出属于具有多重含义之列。因此绝不可就此放弃,而必须进一步探究定义中的共同说明究竟具有何种固有特性;因为唯有如此,它们彼此之间的差异才会被发现。例如,既然“健康的”既作为产生性的被言说,又作为标志性的被言说,如果有人意欲运用上述论题而对复合之物加以定义,即定义作为产生性的健康者与作为标志性的健康者,并对前者给出说明为“适度对应于产生健康者”,对后者给出“适度对应于表示健康者”,那么,从这些说明中去除了固有属性之后——即属于产生性的“对应于产生健康”,以及转而属于作为标志的健康者的“对应于表示健康”——既然在两者中剩余的是同一的,即“处于适度状态”,而这本是“健康的”之说明,若其确有单一且相同的说明,则“健康的”将显得并非同名异义,而是同名同义。因此,正如他所言,必须进一步探究“处于适度状态”本身在各自之中意指什么;因为唯有如此,“健康的”之同名异义性才会被发现。因为在产生性的一方,它意指数量;因为依数量而适度的东西产生健康,作为产生性的健康者正存在于此类均齐之中;而在作为标志的一方,“处于适度状态”不再意指具有如此数量,而是意指具有如此性质,从而表示该状态是如此这般的。因此,当“适度”所意指诸事物的定义与“适度”本身的定义结合起来被选取,并且这些定义的固有部分被去除时,“适度”的界定便并未被留存下来;既然如此数量与如此性质是不同的,则“健康的”亦是同名异义的。以此方式亦能发现,“运动”虽然看似具有单一说明,却亦是同名异义的;因为运动被称为可动者作为此类者的现实活动。然而,既然在每一种运动中可动者并非同一,而是各不相同的——在一种运动中是依实体可变的,在另一种中是依性质,在另一种中是依数量,正如其现实活动所表明的那样(因为在种上相异之物的完善是不同的;在各个可动者中潜在存在者在种上是不同的,因此其现实活动与完全现实态亦不同;因为一者是位移,一者是变质,一者是增长,一者是减损,一者是生成,一者是毁灭)——那么,运动确实是同名异义的。

语法注2 条
  1. 1.61ὥστε τῶν σημαινομένων ὑπὸ τοῦ συμμέτρου ληφθέντων τῶν ὁρισμῶν μετὰ τοῦ τοῦ συμμέτρου ὁρισμοῦ καὶ τῶν ἰδίων τῶν ὁρισμῶν τούτων ἀφαιρεθέντων οὐ καταλέλειπται ὁ τοῦ συμμέτρου ὅρος

    连续两个独立属格结构(ληφθέντων τῶν ὁρισμῶν... 与 ἀφαιρεθέντων [τῶν ἰδίων])被嵌入由连接词 ὥστε 引导的结果从句中,充当主句动词和主语(οὐ καταλέλειπται ὁ τοῦ συμμέτρου ὅρος)的前提条件。属格短语 τῶν σημαινομένων ὑπὸ τοῦ συμμέτρου 修饰其后的 τῶν ὁρισμῶν,意为“由‘适度’所意指诸事物的定义”。

  2. 1.61ἀλλ’ ἐπεὶ μηδὲ τὸ κινητὸν κατὰ πᾶσαν κίνησιν ταὐτὸν ἀλλὰ ἄλλο καὶ ἄλλο ... ἡ δὴ κίνησις ὁμώνυμος

    原因从句(ἀλλ' ἐπεὶ μηδὲ...)通过一段解释各属现实活动差异的冗长插入句(ἄλλη γὰρ ἡ τῶν κατ’ εἶδος διαφερόντων τελειότης...),与句末的主句(ἡ δὴ κίνησις ὁμώνυμος [ἐστι])形成了长距离的离隔结构。小词 δή 起到在漫长的铺垫后引出主句结论的作用。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:110.1-111.5