- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:108.27-109.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注释亚里士多德《论题篇》第1卷第15章(107a36),阐明通过考察复合定义的论题,并以“人”(同名同义)与“白”(同名异义)为例,说明去除特有属性后检验剩余定义是否同一的具体步骤。
" Χρήσιμον δὲ καὶ εἰς τὸν ὁρισμὸν ἐπιβλέπειν τὸν ἐκ τοῦ συντιθεμένου γινόμενον." Ὃν παραδίδωσι τόπον, τοιοῦτός ἐστιν. ὅταν ὄνομά τι κατὰ πλειόνων κατηγορῆται, ἄδηλον δὲ ᾖ πότερον ταῦτα τὰ ὑπὸ τὸ κοινὸν ὄνομα ὁμωνύμως ἀλλήλοις λέγεται ἢ συνωνύμως, δεῖ, φησίν, ἕκαστον λαμβάνοντας τούτων, καθ’ ὧν κατηγορεῖται, μετὰ τοῦ κοινοῦ ὀνόματος ὁρίζεσθαι, ἔπειτα ἐκ τῶν ὁρισμῶν τῶν τοῦ συνθέτου τὸν ἴδιον ἑκάστου λόγον τῶν εἰς τὸ κοινὸν ὄνομα προσκειμένων ἀφελόντας τὸν καταλειπόμενον λόγον, εἰ ὁ αὐτός ἐστιν ἐν ἀμφοτέροις.1 εἰ μὲν γὰρ ὁ αὐτός, οὐχ ὁμώνυμον ἔσται τὸ ζητούμενον· εἰ δὲ μὴ ὁ αὐτός, ὁμώνυμον ἠξίωσε δὲ τοῦ συναμφοτέρου τὸν λόγον λαμβάνειν ὑπὲρ τοῦ τὸ οἰκεῖον ἑκάστῳ τῶν οἷς ὑπάρχει τὸ πολλαχῶς λεγόμενον λαμβάνεσθαι. οἷον ὁ ἄνθρωπος καὶ κατὰ ἄρρενος καὶ κατὰ θηλείας κατηγορεῖται· ζητοῦντες οὖν εἰ ὁμωνύμως κατὰ τούτων ὁ ἄνθρωπος κατηγορεῖται, ἑκατέρου αὐτῶν μετὰ τοῦ ἄνθρωπος τὸν λόγον λαμβάνομεν, ἄρρενος ἀνθρώπου καὶ θηλείας ἀνθρώπου. ἔστι δὴ τοῦ μὲν ‘ζῷον πεζὸν δίπουν ἐν ἄλλῳ γεννᾶν δυνάμενον’, τῆς δὲ ‘ζῷον πεζὸν δίπουν ἐν ᾧ ἕτερον γεννᾶν πέφυκεν’. ἂν δὴ ἀφέλωμεν ἀπ’ αὐτῶν τὰ ἴδια τοῦ τε ἄρρενος καὶ τῆς θηλείας (ἦν δὲ τὸ ἐν ἄλλῳ γεννᾶν δύνασθαι καὶ τὸ ἐν ᾧ ἄλλο γεννᾶν δύναται), ἐπεὶ τὸ καταλειπόμενον τὸ ‘ζῷον πεζὸν δίπουν’ ἐν ἀμφοτέροις ἐστὶ τὸ αὐτό, τοῦτο δὲ ἦν ὁ τοῦ ἀνθρώπου λόγος, οὐ γίνεται ὁ ἄνθρωπος τῶν πολλαχῶς λεγομένων· εἷς γὰρ ὁ τοῦ κοινοῦ φαίνεται λόγος ὤν. ἂν μέντοι ἀφαιρεθέντων ἀπὸ τῶν συνθέτων λόγων τῶν ἰδίων τῶν προσκειμένων τὸ καταλειπόμενον μὴ ταὐτὸν ᾖ, γίνεται τὸ κοινὸν πολλαχῶς λεγόμενον. τὸ γὰρ λευκὸν κατηγορεῖται μὲν καὶ κατὰ σώματος, κατηγορεῖται δὲ καὶ κατὰ φωνῆς· ἂν δὴ λευκοῦ σώματος καὶ λευκῆς φωνῆς ὅρον ἀποδιδόντων ἡμῶν μετὰ τὴν ἀφαίρεσιν τοῦ λόγου, ὃς ἴδιός ἐστι τοῦ σώματος καὶ τῆς φωνῆς, ὁ καταλειπόμενος λόγος ὢν τοῦ λευκοῦ μὴ ὁ αὐτὸς ἐν ἀμφοτέροις ᾖ, ὁμώνυμον τὸ λευκόν.2 λευκοῦ μὲν οὖν σώματος λόγος ‘μέγεθος τριχῇ διεστὼς ἔχον χρῶμα διακριτικὸν ὄψεως’, τῆς δὲ λευκῆς φωνῆς ‘ψόφος ἐμψύχου γινόμενος διὰ τῶν φωνητικῶν μορίων κατὰ ὁρμὴν εὐήκοος’· ὧν λόγων ἂν ἀφέλωμεν τό τε ‘ψόφος ἐμψύχου γινόμενος διὰ τῶν φωνητικῶν μορίων κατὰ ὁρμήν’ φωνῆς ὂν ἴδιον καὶ τὸ ‘μέγεθος τριχῇ διαστατόν’ σώματος ὂν δηλωτικόν, τὰ καταλειπόμενα γίνεται ἐν μὲν τῷ τὸ ‘ἔχον χρῶμα διακριτικὸν ὄψεως’, ἐν δὲ τῷ τὸ εὐήκοον, ἃ τοῦ ἐν ἀμφοτέροις λευκοῦ ἐστι δηλωτικά· 〈ἃ〉 ἐπεὶ μὴ ταὐτά ἐστι, τὸ λευκὸν ἂν ἐν τοῖς ὁμωνύμοις εἴη.
“着眼于由复合而成之物所产生的定义亦是有用的。” 他所提供的论题如下:每当某个名称表述于多个事物,而尚不清楚属于该共同名称下的这些事物彼此之间是同名异义地被言说还是同名同义地被言说时,他说,就应当将这些被表述的对象中的每一者与该共同名称结合起来加以定义,继而从这复合之物的诸定义中去除附加于共同名称上的诸对象各自特有的说明,[考察]剩余的说明在两者中是否同一。因为若是同一的,所探究的对象便不是同名异义的;若非同一,则是同名异义的。他之所以要求选取兼含二者的说明,是为了把握具有多重含义之物所归属的每一对象的固有性质。例如,“人”既表述于男性,亦表述于女性;因此,在探究“人”表述于这些对象是否为同名异义时,我们选取它们各自与“人”结合起来的说明,即“男人”与“女人”的〔说明〕。前者的说明是“能够在另一者中生育的两足陆生动物”,后者的说明则是“另一者天生在其中生育的两足陆生动物”。那么,若我们从中去除男性与女性特有的属性(即在另一者中生育的能力,以及另一者能在其中生育之物),既然剩余的“两足陆生动物”在两者中是同一的,而这本就是人的说明,则“人”便不属于多重含义之列;因为共同者的说明显见为单一的。然而,若从复合说明中去除了附加的特有说明之后,所剩余的并非同一,则该共同者便具有多重含义。因为“白”既表述于物体,亦表述于声音;因此,当我们给出白物体与白声音的定义时,在去除了属于物体与声音的特有说明之后,若属于白色的剩余说明在两者中并非同一,则“白”是同名异义的。白物体的说明是“具有辨析视觉之颜色的三维延展之量度”,白声音的说明则是“依冲动通过发声器官产生的易于听闻的有灵者之声响”;在这些说明中,若我们既去除属于声音特有的“依冲动通过发声器官产生的有灵者之声响”,又去除表示物体的“三维延展之量度”,所剩余的在前者中是“具有辨析视觉之颜色的”,在后者中是“易于听闻的”,它们分别表示两者之中的白;既然这些并不相同,“白”就将属于同名异义之列。
- 1.61ἀφελόντας τὸν καταλειπόμενον λόγον, εἰ ὁ αὐτός ἐστιν ἐν ἀμφοτέροις
在分词 ἀφελόντας 之后,句法上省略了表示“考察”的不定词(如 σκοπεῖν 或 ἐπιβλέπειν)。此外,τὸν καταλειπόμενον λόγον 属于先行/前提结构(prolepsis),即间接疑问从句 εἰ ὁ αὐτός ἐστιν 的主语被提前作为宾格提出,构成“[考察]剩余的说明在两者中是否同一”的结构。
- 1.61ἂν δὴ λευκοῦ σώματος καὶ λευκῆς φωνῆς ὅρον ἀποδιδόντων ἡμῶν μετὰ τὴν ἀφαίρεσιν τοῦ λόγου, ὃς ἴδιός ἐστι τοῦ σώματος καὶ τῆς φωνῆς, ὁ καταλειπόμενος λόγος ὢν τοῦ λευκοῦ μὴ ὁ αὐτὸς ἐν ἀμφοτέροις ᾖ, ὁμώνυμον τὸ λευκόν
句首的条件连词 ἂν 引导由后方遥隔出现的虚拟语气 ᾖ 所构成的条件从句前件,其间嵌套了属格绝对结构 λευκοῦ σώματος... ὅρον ἀποδιδόντων ἡμῶν(“当我们给出……定义时”)以及介词短语 μετὰ τὴν ἀφαίρεσιν...。后件 ὁμώνυμον τὸ λευκόν 则省略了系动词(如 ἔσται)。
