← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§107.12-108.26

通过非从属的类及相反者的类判定多义性

亚历山大阐明了即使在同一范畴内,若同名事物的直接门类相异且互不从属则该名称亦属同名异义这一论题(107a18,以“驴”等为例),并探讨了通过考察相反者的门类来证明所提术语具有同名异义性的方法(107a32)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.59

" Σκοπεῖν δὲ καὶ τὰ γένη τῶν ὑπὸ τὸ αὐτὸ ὄνομα, εἰ ἕτερα καὶ μὴ ὑπ’ ἄλληλα." Προστίθησι τῷ προειρημένῳ τόπῳ ὄντι ἀπὸ τῶν γενῶν καὶ τοῦτον ὄντα μὲν καὶ αὐτὸν ἀπὸ τῶν γενῶν, οὐ μὴν τὸν αὐτὸν ἐκείνῳ· ἐκεῖνος μὲν γὰρ ἦν ἀπὸ τῶν ἀνωτάτω γενῶν, ἃς κατηγορίας λέγει, οὗτος δὲ καθόλου λαμβάνεται, εἰ ὑπὸ διαφέροντα γένη τὰ σημαινόμενα ὑπὸ τοῦ ὀνόματος καὶ μὴ ὑπ’ ἄλληλα. ἔσται γὰρ τῶν πολλαχῶς λεγομένων, εἰ οὕτως ἔχοι· οὐ γὰρ μόνα τὰ ὑπὸ διαφόρους κατηγορίας ὁμώνυμα, ἀλλὰ κἂν ὑπὸ μίαν ᾖ κατηγορίαν τὰ σημαινόμενα ὑπὸ τοῦ ὀνόματος, ὑπὸ μέντοι διαφέροντα γένη τῶν ὑπὸ τὴν αὐτὴν κατηγορίαν ὄντων ἕκαστον αὐτῶν, εἰ καὶ μὴ εἴη τὰ γένη ταῦτα ὑπ’ ἄλληλα, καὶ οὕτως ὁμώνυμα. φησὶ γὰρ δεῖν ἐπιβλέπειν τὰ γένη τῶν ὑπὸ τὸ αὐτὸ ὄνομα, τοῦτ’ ἔστιν ἐν τίσιν ἐστὶ γένεσι τὰ ὑπὸ τοῦ αὐτοῦ ὀνόματος σημαινόμενα, κἂν ᾖ τὰ γένη αὐτῶν ἕτερα καὶ μὴ ὑπ’ ἄλληλα, ἡγεῖσθαι τὸ ὄνομα ὁμώνυμον εἶναι τὸ τῶν τοιούτων σημαντικόν. εἰ μὲν γὰρ καθ’ ὧν τὸ ὄνομα ἀληθεύεται, ἐν πλείοσιν εἴη γένεσιν ὑπαλλήλοις μέντοι, οὐκ ἀνάγκη τῶν πολλαχῶς αὐτὸ λεγομένων εἶναι. κατὰ γὰρ οὗ ὁ κόραξ τὸ ὄνομα κατηγορεῖται, καὶ ὑπὸ τὸ ὄρνεον ἐστιν ὡς γένος καὶ ὑπὸ τὸ ζῷόν ἐστι, καὶ οὐ γίνεται τὸ ὄνομα ὁ κόραξ κατὰ τοῦτο ὁμώνυμον·1 ὅ τε γὰρ εἰπὼν ὄρνεον καὶ ζῷον λέγει καὶ ὁ ζῷον πτηνὸν δίπουν πάλιν ὄρνεον· διὸ καὶ ἀμφότερα τὰ γένη τοῦ αὐτοῦ κατηγορεῖται. ὁ μέντοι ὄνος, ἐπεὶ καθ’ ὧν ἀληθεύεται, ταῦτα ὡς ὑπὸ γένη ἐστὶ τό τε ζῷον καὶ τὸ σκεῦος, καὶ οὐκ ἔστι ταῦτα ὑπ’ ἄλληλα· ἓν μὲν γὰρ αὐτῶν κοινὸν γένος καὶ μία κατηγορία κοινή, ἡ οὐσία, ἀλλ’ ὅτι τὰ ἐν οἷς ἐστι προσεχέσι γένεσι τὰ σημαινόμενα ὑπὸ τοῦ ὄνου, διαφέροντά τέ ἐστιν ἀλλήλων καὶ οὐχ ὑπ’ ἄλληλα, διὰ τοῦτο ὁ ὄνος τὸ ὄνομα ὁμώνυμον. οὔτε γὰρ ὁ σκεῦος εἰπὼν καὶ ζῷον λέγει, οὔτε ὁ τὸ ζῷον καὶ σκεῦος· ὥστε οὐχ ὑπ’ ἄλληλα. καὶ ὁ κόραξ, ὅταν μὴ μόνον ἐπὶ τοῦ ζῴου λεγόμενος λαμβάνηται, ὑπὸ διαφέροντα γένη ἔσται· τὸ μὲν γὰρ ὑπὸ τὸ ζῷον γένος, τὸ δὲ ὑπὸ τὸ ὄργανον.

“亦当考察同名之下诸事物的门类,是否相异且互不从属。” 他在前述基于门类的论题之外,又补充了这一个同样基于门类、却绝非与前者相同的论题。因为前一论题是基于最高门类——即他所说的诸范畴,而这一个则是普遍地取义,考察由该名称所意指的事物是否属于相异且互不从属的门类。因为若是如此,它就将属于多重含义之列。因为不仅属于不同范畴的事物是同名异义的,即便该名称所意指的事物属于单一范畴,但它们各自属于同一范畴之下不同的门类,且若这些门类互不从属,在此情形下它们同样是同名异义的。因为他说必须观察同名之下诸事物的门类,即同一名称所意指的事物处于何种门类之中,若它们的门类相异且互不从属,就当认为表示此类事物的名称是同名异义的。因为若该名称能据以真实言说的对象处于多个门类中,而这些门类又是相互从属的,则它并不必然属于多重含义之列。因为“乌鸦”这一名称所表述的对象,既在作为门类的“鸟”之下,又在“动物”之下,但“乌鸦”这一名称并不因此成为同名异义的。因为说“鸟”的人亦说了“动物”,而说“两足有翼动物”的人反过来亦说了“鸟”;因此两个门类皆表述于同一对象。然而对于“驴”,既然它所能据以真实言说的对象处于作为门类的“动物”与“器物”之下,且二者互不从属——尽管它们的共同门类是一个,共同范畴亦是一个,即实体,但由于“驴”所意指的事物所处的直接门类彼此相异且互不从属,正因如此,“驴”这一名称是同名异义的。因为说“器物”的人并未同时说“动物”,说“动物”的人亦未同时说“器物”;从而它们互不从属。而“乌鸦”当不单单被理解为就动物而言时,亦将属于不同的门类;因为其一属于“动物”门类,另一则属于“工具”门类。

§1.60

"Σκοπεῖν δὲ μὴ μόνον ἐπὶ τοῦ προκειμένου εἰ ἕτερα τὰ γένη καὶ μὴ ὑπ’ ἄλληλα." Δεῖν φησι μὴ μόνον ἐπὶ τοῦ προκειμένου ζητεῖν εἰ τὰ σημαινόμενα ὑπ’ αὐτοῦ ἑτέρων ἐστὶ γενῶν καὶ μὴ ὑπ’ ἄλληλα, ἀλλὰ καί, εἰ ἐναντίον ἐστί τι τῷ προκειμένῳ, καὶ ἐπ’ ἐκείνου ταὐτὸ ζητητέον, εἰ τὰ ὑπ’ αὐτὸ ἑτέρων γενῶν ἐστι καὶ μὴ ὑπ’ ἄλληλα ὄντων. δεικνύοιτο γὰρ ἂν οὕτως ἐκεῖνο τῶν πολλαχῶς λεγομένων· εἰ δὲ ἐκεῖνο δειχθείη πολλαχῶς λεγόμενον, ἔσται καὶ τὸ προκείμενον δεδειγμένον ὅτι ὁμώνυμόν ἐστι, τῷ κεῖσθαι ἡμῖν, ἂν τὸ ἐναντίον τινὶ πολλαχῶς λέγηται, κἀκεῖνο τῶν πολλαχῶς λεγομένων εἶναι.2 εἰ γὰρ εἴη ζητούμενον περὶ τοῦ ἀμβλέος εἰ τῶν πολλαχῶς λεγομένων ἐστί, τὸ ἐναντίον αὐτῷ λαβόντες, τὸ ὀξύ, καὶ δείξαντες ὅτι καθ’ ὧν τὸ ὀξύ, ταῦτα ἐν διαφόροις γένεσίν ἐστι καὶ οὐχ ὑπ’ ἄλληλα οὖσι (τὸ μὲν γὰρ ἐν φωνῇ, τὸ δὲ ἐν χυμῷ, τὸ δὲ ἐν μαχαίρᾳ, καὶ ἔστι γένος τοῦ μὲν ψόφος τοῦ δὲ χυμὸς τοῦ δὲ σχῆμα, τοῦ γὰρ ἐν μαχαίρᾳ γένος τὸ σχῆμα, ἃ οὐκ ἔστιν ὑπ’ ἄλληλα), δεδειχότες ἐσόμεθα ὅτι καὶ τὸ ἀμβλὺ ὁμώνυμον· τὸ μὲν γὰρ αὐτοῦ ἐν φωνῇ καὶ ψόφῳ ἔσται, τὸ δὲ ἐν χυμῷ, τὸ δὲ ἐν μαχαίρᾳ τε καὶ σχήματι· τὰ γὰρ ἀλλήλοις ἐναντία ἐν τῷ αὐτῷ δοκεῖ γένει εἶναι.

“亦当不仅就所提出的论题考察其门类是否相异且互不从属。” 他说不仅应当就所提出的论题探究其所意指的事物是否属于相异且互不从属的门类,而且若所提出的论题有某种相反者,亦当就那相反者探究同一问题,即其属下的事物是否属于相异且互不从属的门类。因为如此一来,那相反者便可被表明属于多重含义之列。而若那相反者被表明是具有多重含义的,则所提出的论题亦将被表明是同名异义的,这是由于我们设定:若某物的相反者具有多重含义,则该物自身亦属于多重含义之列。因为若正被探讨的是“钝”是否属于多重含义之列,我们取其相反者“锐”,并表明“锐”所据以表述的对象处于相异且互不从属的门类之中(因为一者在于声音,一者在于滋味,一者在于刀,且第一者的门类是声响,第二者是滋味,第三者是形状,因为刀中之物的门类是形状,而这些门类互不从属),我们将已经表明“钝”亦是同名异义的;因为其一将在声音与声响中,另一在滋味中,另一则在刀与形状中;因为彼此相反者似乎处于同一门类之中。

语法注2 条
  1. 1.59ὁ μέντοι ὄνος, ἐπεὶ καθ’ ὧν ἀληθεύεται, ταῦτα ὡς ὑπὸ γένη ἐστὶ τό τε ζῷον καὶ τὸ σκεῦος, καὶ οὐκ ἔστι ταῦτα ὑπ’ ἄλληλα· ἓν μὲν γὰρ αὐτῶν κοινὸν γένος καὶ μία κατηγορία κοινή, ἡ οὐσία, ἀλλ’ ὅτι τὰ ἐν οἷς ἐστι προσεχέσι γένεσι τὰ σημαινόμενα ὑπὸ τοῦ ὄνου, διαφέροντά τέ ἐστιν ἀλλήλων καὶ οὐχ ὑπ’ ἄλληλα, διὰ τοῦτο ὁ ὄνος τὸ ὄνομα ὁμώνυμον.

    句首的 ὁ μέντοι ὄνος 是悬垂主格(nominativus pendens),在句末的主句 διὰ τοῦτο ὁ ὄνος τὸ ὄνομα ὁμώνυμον 中被再次引出并作结。由原因连词 ἐπεὶ 引导的从句在提出动物与器物这两个互不从属的门类后,插入了说明性成分(ἓν μὲν γὰρ...),继而由 ἀλλ’ ὅτι... 承接其因果链条,最终归结于 διὰ τοῦτο。

  2. 1.60τῷ κεῖσθαι ἡμῖν, ἂν τὸ ἐναντίον τινὶ πολλαχῶς λέγηται, κἀκεῖνο τῶν πολλαχῶς λεγομένων εἶναι.

    带冠词不定式 τῷ κεῖσθαι 为表示原因或根据的与格(“由于我们设定……”)。动词 κεῖσθαι 支配一个宾格加不定式结构(κἀκεῖνο ... εἶναι,间接引语),其内部嵌套着条件分句 ἂν ... λέγηται。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:107.12-108.26