- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:105.17-107.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德提出的通过考察表述门类(范畴)是否相同来辨别词义多样性的论位(107a3),亚历山大具体阐释了“善”、“白”与“锐”如何分别归属于主动、性质、关系等不同范畴,从而证明它们是同名异义的。
" Σκοπεῖν δὲ καὶ τὰ γένη τῶν κατὰ τοὔνομα κατηγοριῶν, εἰ ταὐτά ἐστιν ἐπὶ πάντων." Δεῖν φησιν ἐπισκοπεῖν καὶ τὰ γένη τῶν κατηγοριῶν, ὑφ’ ἃς ἐστι τὰ ὑπὸ ταὐτὸν ὄνομα, τοῦτ’ ἔστι τὰς κατηγορίας· ταῦτα δέ ἐστι τὰ ἀνωτάτω γένη. δεῖν δέ φησι καὶ τὰς τῶν σημαινομένων ὑπὸ τῶν ὀνομάτων τῶν προκειμένων κατηγορουμένας κατηγορίας ἐπισκοπεῖν, εἰ κατὰ πάντων τῶν ὑπὸ τοῦ ὀνόματος σημαινομένων αἱ αὐταὶ κατηγοροῦνται· ἂν γὰρ ὑπὸ πλείους κατηγορίας ᾖ τὰ σημαινόμενα ὑπ’ αὐτοῦ καὶ πλείους αὐτοῦ κατηγορῶνται,1 ὁμώνυμον ἔσται, ὡς ἐπὶ τοῦ ἀγαθοῦ. τὸ γὰρ ἀγαθὸν ποτὲ μὲν τὸ ποιεῖν,2 ὥς φησι, σημαίνει· ἔστι γάρ τινα ἀγαθὰ ὡς ποιητικά· λέγεται γὰρ τὸ ἀγαθοῦ ποιητικὸν ἀγαθόν, οἷον τὸ ὑγείας ποιητικὸν ἢ τὸ ἡδονῆς καὶ ὅλως τὸ ὠφέλιμον· τὸ γὰρ ἐν τῷ ἐδέσματι ἀγαθὸν ὡς ποιητικὸν ἀγαθοῦ ἀγαθόν· τὸ δὲ ποιητικὸν ὑπὸ τὴν τοῦ ποιεῖν κατηγορίαν. ποτὲ δὲ τὸ ποιόν, ὡς ἐπὶ ψυχῆς· ὅταν γὰρ κατηγορήσωμεν τὸ ἀγαθὸν ψυχῆς λέγοντες αὐτὴν ἀγαθήν, τὸ ποιὰν αὐτὴν εἶναι σημαίνομεν, οἷον σώφρονα ἢ ἀνδρείαν ἢ δικαίαν· ποιότητος δὲ παρουσίᾳ τὰ ποιὰ ποιά· ὥστε, εἰ ποιὰ ἡ ψυχὴ τῇ τούτων παρουσίᾳ, ποιότητες ταῦτα· ὁμοίως καὶ ἀνθρώπου ὅταν τὸ ἀγαθὸν κατηγορήσωμεν, τὸ ποιὸν αὐτὸν εἶναι σημαίνομεν, σώφρονα, ἀνδρεῖον, δίκαιον, φρόνιμον. ἐνίοτε δὲ τὸ ἀγαθὸν τὸ ποτὲ σημαίνει· τὸ γὰρ ἐν τῷ προσήκοντι καιρῷ γινόμενον ἀγαθὸν λέγεται. σημαίνει δέ ποτε τὸ ἀγαθὸν καὶ τὸ ποσόν· τὸ γὰρ μέτριον καὶ μήτε ὑπερβάλλον μήτε ἐνδέον εἴη ἂν ποσόν, καθ’ ὅσον τοσοῦτόν τι λέγεται. λέγεται καὶ ὡς οὐσία τι ἀγαθόν, ὡς θεὸς καὶ νοῦς. λέγεται καὶ ὡς πρός τι· τὸ γὰρ σύμμετρον οὕτως ἀγαθόν. ἔστι τι ἀγαθὸν καὶ ἐν τῷ πάσχειν, ὡς τὸ θεραπεύεσθαι καὶ διδάσκεσθαι. ἔστι τι τοῦ ἀγαθοῦ καὶ ἐν τῷ ποῦ, οἷον τὸ ἐν Ἑλλάδι εἶναι, τὸ ἐν ὑγιεινοῖς χωρίοις εἶναι, τὸ ἐν ἡσυχίαν ἄγουσιν ἢ εἰρήνην. εἴη δ’ ἂν καὶ ἐν τῷ κεῖσθαι, ὡς ὅταν, ᾧ μὲν λυσιτελὲς τὸ καθέζεσθαι, καθέζηται, ᾧ δὲ τὸ ἀνακεῖσθαι, ἀνακείμενος ᾖ, ὡς τῷ πυρέττοντι φέρε εἰπεῖν. ἐπεὶ οὖν τὰ δέκα γένη κατὰ τοῦ ἀγαθοῦ κατηγορεῖται, δῆλον ὅτι ὁμώνυμον τὸ ἀγαθόν. ὁμοίως δειχθήσεται καὶ τὸ λευκὸν ὁμώνυμον· τὸ μὲν γὰρ ἐπὶ τοῦ σώματος λεγόμενον τὸ λευκὸν χρῶμα σημαίνει, ὅπερ ἐστὶν ὑπὸ τὴν ποιότητα, τὸ δὲ ἐπὶ τῆς φωνῆς τὸ ποιεῖν· λευκὴ γὰρ λέγεται φωνὴ ἡ εὐήκοος· εὐήκοος δέ ἐστιν ἡ τὴν ἀκοὴν σφοδρῶς καὶ ταχέως ἀλλοιοῦσα. ὁμοίως καὶ τὸ ὀξὺ δεικνύοιτ’ ἂν ὁμώνυμον· οὐ γὰρ πάντα ὧν κατηγορεῖται ὑπὸ ταὐτόν ἐστι γένος. τὸ μὲν γὰρ ἐν φωνῇ ὀξὺ ὑπὸ τὸ ποιεῖν, εἴ γέ ἐστιν ὀξεῖα φωνὴ ἡ ταχεῖα· ταχὺ γὰρ τὸν ἀέρα τέμνει τε καὶ διαιρεῖ ἡ τοιαύτη πληγή τε καὶ φωνή· ταχεῖα γὰρ ἡ κίνησις αὐτῆς. φασὶ γὰρ οἱ περὶ τοὺς ἀριθμοὺς ἁρμονικοί (οὗτοι δέ εἰσι τῶν Πυθαγορείων οἱ μάλιστα περὶ τὰ μαθήματα γεγυμνασμένοι· περὶ τοὺς ἀριθμοὺς δὲ ἁρμονικοὶ οἱ τὰς ἁρμονίας κατὰ σύνθεσιν ἀριθμῶν ποιοῦντες· πάντα γὰρ ἀνάγοντες εἰς τοὺς ἀριθμοὺς καὶ τὰς ἁρμονίας ἀνῆγον), οὗτοι δὴ λέγουσιν ὅτι πληγῆς πρὸς τὸν ἀέρα γινομένης καὶ κινήσεως δι’ αὐτὴν τοῦ ἀέρος οἱ ψόφοι γίνονται, ὧν εἰσι καὶ αἱ φωναί· ἀλλὰ ταχείας μὲν τῆς κινήσεως γινομένης ἐν ἀριθμῶν ἀναλογίᾳ τοιᾷδε ὀξὺς ὁ ψόφος· γίνεται δὲ τοιαύτη ἡ κίνησις ὑπὸ σφοδρότητος τῆς πληγῆς· εἰ δὲ βραδεῖα ἡ κίνησις, βαρὺς ὁ ψόφος, ὥσπερ καὶ ἀθρόας μὲν καὶ πολλῆς τῆς κινήσεως τοῦ ἀέρος γινομένης μέγας τε καὶ σφοδρὸς ὁ ψόφος, ἠρεμαίας δὲ καὶ ὀλίγης καὶ ὁ ψόφος ἥσυχός τε καὶ μικρός. εἰ οὖν τὸ ταχέως κινεῖν τὸν ἀέρα ποιεῖν ἐστιν, ἡ δὲ ὀξεῖα φωνὴ ἐν τῷ ταχὺ κινεῖν τὸν ἀέρα τοιαύτη ἐστίν, εἴη ἂν ἐν τῷ ποιεῖν. τὸ δέ γε ἐπὶ τῆς γωνίας πρός τι δηλοῖ· τὸ γὰρ ἔλαττον ἐν τῷ πρός τι· ἔλαττον γάρ τινος· λέγεται δὲ ὀξεῖα γωνία ἡ ἐλάττων ὀρθῆς. τὸ δὲ ἐπὶ τῆς μαχαίρας ὀξὺ ποιότητός ἐστι δηλωτικόν· τὸ γὰρ σχῆμα ὑπὸ τὴν ποιότητα· κατὰ δὲ τὸ σχῆμα ἡ μάχαιρα ὀξεῖα. καὶ τὸ ὀξυγώνιον δὲ σχῆμα σημαίνει. εἰ οὖν τοῦ ὀξέος τὸ μὲν ὑπὸ τὸ ποιεῖν, τὸ δὲ ὑπὸ τὸ πρός τι, τὸ δὲ ὑπὸ τὸ ποιόν, ὁμώνυμον τὸ ὀξύ.
“亦当考察依名称而定的表述门类,在所有情形下是否相同。” 他说必须考察同名之下诸事物所属的表述门类,即诸范畴——而这些乃是最高门类。他又说必须考察对所提出的名称所意指的事物进行表述的诸范畴,是否在由该名称所意指的一切事物上皆表述着相同的范畴。因为若由它所意指的事物属于多个范畴,且多个范畴被表述于它,则它将是同名异义的,正如在“善”上的情形。因为正如他所说,“善”有时意指“主动”;因为有些善的事物作为产生者而存在;因为产生善的事物被称为善,例如产生健康或产生快乐的事物,以及总体的有益之物;因为食物中的善乃是作为善的产生者而为善;而产生者则属于“主动”这一范畴。有时它意指“性质”,正如在灵魂上的情形;因为当我们把“善”表述于灵魂并说它是善的时,我们所意指的乃是它具有某种性质,例如有节制的、勇敢的或正义的;而具有某种性质的事物之所以具有某种性质,乃是由于性质的临在;因此,若灵魂因这些事物的临在而具有某种性质,这些事物便是诸性质。同样,当我们把“善”表述于人时,我们意指他具有某种性质:有节制的、勇敢的、正义的、明智的。有时“善”意指“何时”;因为在恰当的时节发生的事物被称为善。此外“善”有时亦意指“数量”;因为适度的、既不过度亦无匮乏的事物,就其被说成是如此数量之物而言,便将是数量。某种善亦作为“实体”而被言说,例如神与理智。它亦作为“关系”而被言说;因为匀称的事物在此意义上是善的。在“被动”中亦存在着某种善,例如接受治疗与接受教导。在“何处”中亦有善的某种存在,例如身处希腊、身处健康之地、身处保持安宁或和平的人们之中。此外它亦可在“姿态”中,例如当适合坐着的人坐着,适合卧着的人卧着时,比方说对发热的人而言。既然十个门类皆被表述于“善”,显而易见“善”是同名异义的。 同样亦可表明“白”是同名异义的;因为在身体上被说的〔“白”〕意指白色,而这属于性质;但在声音上被说时它意指“主动”;因为清晰易听的声音被称为“白声”;而清晰易听的声音乃是强烈而迅速地改变听觉的声音。 同样亦可表明“锐”是同名异义的;因为作为其表述对象的事物并非皆属于同一个门类。因为声音中的“锐”,若锐利的声音确是急速的声音,便属于“主动”;因为这样的冲击与声音迅速地切割并分割空气,因其运动是迅速的。因为关于数的声音调和论者们(这些人是毕达哥拉斯派中最受数学学科训练者;关于数的声音调和论者乃是依数的组合来建构和谐的人,因为他们将一切事物还原为数,亦将和谐予以还原)确实声称,当针对空气产生冲击且空气由此产生运动时,便产生了声响(声音亦在其中);但是当运动在特定的数的比例下迅速发生时,声响便是锐的;这样的运动是由冲击的剧烈性产生的;若运动是缓慢的,声响便是钝沉的;正如当空气的运动整体且大量产生时,声响便宏大而强烈,而微缓且少量时,声响亦微弱而细小。因此,若迅速运动空气乃是“主动”,而锐利的声音在迅速运动空气上乃是如此的,则它便属于“主动”。然而在角上的“锐”则表明“关系”;因为较小的东西属于“关系”,因为它是小于某物的;而小于直角的角被称为锐角。此外在刀上的“锐”乃是表明性质的;因为形状属于性质,而刀乃是依形状而是锐利的。并且锐角形亦意指形状。因此,若“锐”的一个方面属于“主动”,另一个方面属于“关系”,另一个方面属于“性质”,则“锐”是同名异义的。
- 1.58ἂν γὰρ ὑπὸ πλείους κατηγορίας ᾖ τὰ σημαινόμενα ὑπ’ αὐτοῦ καὶ πλείους αὐτοῦ κατηγορῶνται
在前半句 ὑπὸ πλείους κατηγορίας ᾖ 中,πλείους 为阴性宾格复数,修饰受介词 ὑπό 支配的 κατηγορίας;在后半句 καὶ πλείους αὐτοῦ κατηγορῶνται 中,πλείους 为阴性主格复数(指代省略的 κατηγορίαι),充当被动动词 κατηγορῶνται 的主语。中性属格单数 αὐτοῦ 指代前文作为主语的名称(τοὔνομα),与 κατηγορῶνται 连用表示“关于它被表述”。
- 1.58εἰ οὖν τὸ ταχέως κινεῖν τὸν ἀέρα ποιεῖν ἐστιν, ἡ δὲ ὀξεῖα φωνὴ ἐν τῷ ταχὺ κινεῖν τὸν ἀέρα τοιαύτη ἐστίν, εἴη ἂν ἐν τῷ ποιεῖν.
这是一个由两个并列的条件从句(εἰ... ποιεῖν ἐστιν 与 ἡ δὲ... τοιαύτη ἐστίν)构成的句式。归结句 εἴη ἂν ἐν τῷ ποιεῖν 的主语承接前一从句的主语 ἡ ὀξεῖα φωνή。表语代词 τοιαύτη(“是这样的”)回指所谓声音之锐利正在于“迅速运动空气”这一事实。
