← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§103.29-105.16

通过屈折形式与派生词判定多义性

亚历山大就亚里士多德《论题篇》106b29阐释关于屈折派生形式与发现同名异义的论位。他辨析了同系列者、派生词与副词性屈折形式的概念区别,论证了形容词与其副词形式之间多重含义的双向推导关系,并指出了该规则不能直接推广至基础状态概念的界限。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.57

" Ἔτι ἐπὶ τῶν πτώσεων ἐπισκεπτέον." Πτώσεις λέγουσι κοινότερον καὶ τὰς ὁπωσοῦν ἐγκλίσεις τε καὶ ἐκφοράς· οὐ μὴν καὶ νῦν οὕτως, ἀλλὰ ἔστι σύστοιχα καὶ πτώσεις καὶ παρώνυμα, παρακεῖσθαι μὲν ἀλλήλοις δοκοῦντα διαφέροντα δέ. σύστοιχα μὲν γὰρ λέγεται ἀλλήλοις καὶ τὰ ὁμοίως ἔχοντα πρός τινα, ἃ καὶ κατ’ ἀναλογίαν εἴη ἄν, ὡς τὰ τοιαῦτα, ἡ ἐπιστήμη καὶ ἡ αἴσθησις· ἑκάτερον γὰρ αὐτῶν ὁμοίως ἔχει πρὸς τὰ ὑφ’ αὑτά· ὁμοίως καὶ τὸ αἰσθητὸν καὶ τὸ ἐπιστητόν· ἑκάτερον γὰρ αὐτῶν ὁμοίως ἔχει πρὸς τὰ ὧν ἐστι. σύστοιχα λέγουσι καὶ πάντα τὰ ἀπό τινος παρωνομασμένα ἀλλήλοις τε καὶ ἐκείνῳ ἀφ’ οὗ παρωνόμασται, οἷον ἀπὸ τῆς δικαιοσύνης παρωνόμασται ὁ δίκαιος καὶ τὸ δίκαιον καὶ τὸ δικαίως· ταῦτα δὴ καὶ ἀλλήλοις ἐστὶ σύστοιχα καὶ αὐτῇ τῇ δικαιοσύνῃ. παρώνυμα δὲ μόνα τὰ ἀπό τινος παρωνομασμένα ἐκείνῳ λέγουσιν ᾧ παρωνόμασται, ἀλλ’ οὐκ ἀλλήλοις, οὐδὲ ἐκεῖνο τούτοις·1 τῇ γὰρ γραμματικῇ ὁ γραμματικός, οὐκέτι δὲ καὶ ἡ γραμματικὴ τῷ γραμματικῷ. πτώσεις δὲ ἰδίως τὰ οὕτως παρά τινα ἐσχηματισμένα ὡς τὸ γραμματικῶς· πτῶσις γὰρ τοῦτο τοῦ γραμματικόν· ὁμοίως τὸ δικαίως, μουσικῶς, φρονίμως, ἀνδρείως· πτώσεις γὰρ ταῦτα τοῦ δίκαιον, 〈μουσικόν,〉 φρόνιμον, ἀνδρεῖον. ἔστι δὴ ὁ παραδιδόμενος τόπος τοιοῦτος· ἂν ἡ πτῶσίς τινος ᾖ ὁπωσοῦν λεγομένη πλεοναχῶς, καὶ αὐτὸ πλεοναχῶς, καὶ εἰ αὐτό, καὶ ἡ πτῶσις. οἷον ἐπεὶ τοῦ δίκαιον τὸ δικαίως πτῶσις, ἂν τὸ δικαίως πλεοναχῶς, καὶ τὸ δίκαιον, καὶ ἔμπαλιν. λέγεται δὲ τὸ δικαίως πλεοναχῶς· ὅ τε γὰρ κατὰ τὴν ἑαυτοῦ γνώμην κρίνας καὶ τὸ δόξαν αὐτῷ δίκαιον εἶναι ἀποφηνάμενος δικαίως λέγεται κεκρικέναι, κἂν μὴ ὄντως δίκαιον ᾖ τοῦτο· λέγεται δικαίως κεκρικέναι καὶ ὁ ὡς δεῖ κρίνας· ἀλλὰ καὶ ὁ τῷ νόμῳ πεισθείς, κἂν μὴ τὸ ταῖς ἀληθείαις δίκαιον οὕτως ἔχῃ. καὶ τὸ δίκαιον οὖν τῶν πλεοναχῶς λεγομένων καὶ τοσαυταχῶς· καθ’ ἕκαστον γὰρ τῶν δικαίως· τό τε γὰρ κατὰ τὴν ἑαυτοῦ γνώμην καὶ τὸ ὡς δεῖ δίκαιον τοιοῦτον καὶ τὸ νόμιμον. καὶ δῆλον ὅτι ἀντιστρέψει ὁ τόπος· καὶ γὰρ εἰ αὐτὸ πάλιν πλεοναχῶς τὸ δίκαιον, καὶ ἡ πτῶσις ἡ ἀπ’ αὐτοῦ, τὸ δικαίως, πλεοναχῶς. πάλιν τοῦ ὑγιεινὸν πτῶσις τὸ ὑγιεινῶς· εἰ δὴ τὸ ὑγιεινὸν πολλαχῶς, καὶ τὸ ὑγιεινῶς πολλαχῶς· εἰ γὰρ ὑγιεινὸν λέγεται τὸ μὲν ὡς ποιητικὸν ὑγείας, ὡς φάρμακον, τὸ δὲ φυλακτικόν, ὡς δίαιτα, τὸ δὲ σημαντικόν, ὡς χρῶμα, σφυγμός, εὔπνοια, οὖρα, ἔσται καὶ τὸ ὑγιεινῶς τὸ μὲν ποιητικῶς, ὡς τὸ θεραπεύεσθαι, τὸ δὲ φυλακτικῶς, ὡς τὸ ὑγιεινῶς διαιτᾶσθαι, τὸ δὲ σημαντικῶς, ὡς τὸ ὑγιεινῶς ἀναπνεῖν. οὐκέτι μέντοι ἀναγκαῖόν ἐστιν, εἰ ταῦτα πλεοναχῶς, καὶ τὴν ἕξιν, τὴν ὑγείαν, ἀφ’ ἧς ταῦτα παρωνόμασται (καὶ ἔστιν ἀλλήλοις τε κἀκείνῃ σύστοιχα), λέγεσθαι πλεοναχῶς· οὐ γάρ, εἰ τὸ ὑγιεινῶς πολλαχῶς, ἤδη καὶ ἡ ὑγεία· ὥστε οὐ τὸ ἐπὶ τῶν πτώσεων ἤδη τοῦτο καὶ ἐπὶ τῶν συστοίχων.2 εἰπὼν δὲ εἰ τὸ ὑγιεινὸν πλεοναχῶς, καὶ ἡ πτῶσις ἡ ἀπ’ αὐτοῦ πλεοναχῶς, ὁμοίως φησὶν ἕξειν καὶ ἐπὶ τῶν ἄλλων· οὐ γὰρ ἐπὶ τῶν εἰρημένων μόνον παραδειγμάτων, ἂν ἡ πτῶσις πλεοναχῶς, 〈καὶ αὐτὸ πλεοναχῶς〉, ὡς εἶπε κατὰ τὴν ἀρχὴν τῆς τοῦ τόπου παραδόσεως, καὶ ἀνάπαλιν, ἂν αὐτὸ πλεοναχῶς, καὶ ἡ πτῶσις. αὐτὰ μὲν οὖν ἔσται τὰ οὕτως ἔχοντα, ὡς τὸ δίκαιον, τὸ ὑγιεινόν, τὸ μουσικόν, τὸ ἀνδρεῖον· πτώσεις δὲ τούτων τὸ ἀνδρείως, τὸ δικαίως, τὸ ὑγιεινῶς, τὸ μουσικῶς. ἐν ὁποτέρῳ ἂν οὖν φανερὸν ᾖ τὸ πολλαχῶς, ἀπὸ τούτου δεικνύοιτο ἂν καὶ τὸ λοιπόν.

“此外应当在屈折形式上进行考察。” 人们通常将任何形式的屈折与发音方式更宽泛地称为“屈折”;然而在此处并非如此,而是存在着同系列者、屈折形式与派生词,它们看似彼此临近却又有所不同。因为彼此之间同系列者,亦被用于指称对某些事物具有类似关系的事物,这些事物亦是依类比而存在的,正如知识与感觉这类事物;因为它们各自对处于自身之下的事物具有类似的关系;同样,可感觉对象与可知对象亦然;因为它们各自对自身所属的事物具有类似的关系。人们亦将从某物派生得名的所有事物,既相对于彼此又相对于其派生来源的彼物,称为“同系列者”;例如从“正义”派生得名出“正义的人”、“正义之事”与“正义地”;这些事物既彼此之间是同系列者,亦与“正义”本身是同系列者。然而人们将“派生词”仅用于指称从某物派生得名之物相对于其派生来源的彼物,而非彼此相对,亦非彼物相对于这些事物;因为“文法学者”相对于“文法”[是派生词],但“文法”相对于“文法学者”却不再是如此。而特指的“屈折形式”,则是指从某物以如“文法地”这样的方式构成的事物;因为这是“文法的”的屈折形式;同样,“正义地”、“音乐地”、“明智地”、“勇敢地”亦然;因为这些是“正义的”、“音乐的”、“明智的”、“勇敢的”的屈折形式。传授的论位正是如此:若某物的屈折形式依任何方式被依多重方式言说,则其自身亦被依多重方式言说;且若其自身[被依多重方式言说],其屈折形式亦然。例如,既然“正义之事”的屈折形式是“正义地”,若“正义地”被依多重方式言说,则“正义之事”亦然,反之亦然。而“正义地”确实是依多重方式被说的;因为无论是依据自己的见解作出裁决并宣告自己认为正义之事的人,哪怕这并非真正正义,亦被说成是“正义地”作出了裁决;依应有之义作出裁决的人,亦被说成是“正义地”作出了裁决;此外顺从法律的人,即使依真理而言正义并非如此,亦被如此言说。因此“正义之事”亦属于被依多重方式言说之列,并且是依同等多数的方式;因为它是对应于“正义地”的每一种含义的;因为无论是依据自身见解的事物,还是依应有之义的正义之事,抑或是合乎法律的事物,皆是如此。而且显而易见该论位是可以换位的;因为若“正义之事”本身再次是依多重方式被说的,则源自它的屈折形式“正义地”亦是依多重方式被说的。再次,“健康的”的屈折形式是“健康地”;若“健康的”是依多重方式被说的,则“健康地”亦是依多重方式被说的;因为若“健康的”一方面如药物那样作为健康的产生者而被说,另一方面如饮食那样作为保持者而被说,再者如肤色、脉搏、呼吸顺畅、尿液那样作为征兆而被说,则“健康地”亦将一方面以产生的方式被说(如接受治疗),另一方面以保持的方式被说(如健康地节制饮食),再者以表征的方式被说(如健康地呼吸)。然而,即便这些是依多重方式被说的,作为它们派生得名之来源的状态“健康”(且它们既彼此同系列,亦与它同系列)亦被依多重方式言说,这却不再是必然的;因为并不因“健康地”依多重方式被说,便立刻导致“健康”亦是如此;所以,适用于屈折形式的这一道理并不立刻适用于同系列者。在论述了若“健康的”依多重方式被说,则源自它的屈折形式亦依多重方式被说之后,他说在其他事物上情况亦将类似;因为并非仅在上述诸例中,若屈折形式依多重方式被说,则〈其自身亦依多重方式被说〉(正如他在传授该论位的开头所说的那样),且反过来,若其自身依多重方式被说,屈折形式亦然。那么,它们自身便将是处于这种状态的事物,如“正义之事”、“健康的”、“音乐的”、“勇敢的”;而它们的屈折形式则是“勇敢地”、“正义地”、“健康地”、“音乐地”。因此,无论在二者中的哪一方多重含义是显而易见的,由此出发便亦能表明其余的一方。

语法注2 条
  1. 1.57παρώνυμα δὲ μόνα τὰ ἀπό τινος παρωνομασμένα ἐκείνῳ λέγουσιν ᾧ παρωνόμασται, ἀλλ’ οὐκ ἀλλήλοις, οὐδὲ ἐκεῖνο τούτοις

    与格 ἐκείνῳ ᾧ παρωνόμασται 表示关系的与格(“相对于其所派生的彼物”)。在对比句 ἀλλ’ οὐκ ἀλλήλοις, οὐδὲ ἐκεῖνο τούτοις 中省略了动词 λέγουσιν;后半句 οὐδὲ ἐκεῖνο τούτοις 中,ἐκεῖνο 转换为意义上的主语(λέγουσιν 的宾语),而 τούτοις 则作为与之相对的与格对象。

  2. 1.57ὥστε οὐ τὸ ἐπὶ τῶν πτώσεων ἤδη τοῦτο καὶ ἐπὶ τῶν συστοίχων

    由 ὥστε 引出的结果从句,省略了系动词或谓语动词(如 ἐστί 或 ἁρμόζει)。主语短语 τὸ ἐπὶ τῶν πτώσεων(“在屈折形式上成立之事”)由指示代词 τοῦτο 复指并加强,构成了“屈折形式上的这一情况并不直接就是同系列者上的情况”这一紧凑结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:103.29-105.16