- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:102.4-103.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节注解亚里士多德《论题篇》第一卷第15章(106b13–21),考察基于矛盾对立以及匮乏与状态之对立发现同名异义性的论位。亚历山大消解了前一节中关于两个论位相互排斥的疑难,并补充论述了亚里士多德未提及的关系对立者之间的多义对应关系。
" Πάλιν ἐπὶ τοῦ κατ’ ἀντίφασιν ἀντικειμένου." Παραδοὺς ἡμῖν τόπους τῆς τῶν ὁμωνύμων εὑρέσεως ἀπὸ τῶν ἐναντίων, πάλιν ἀπὸ τῶν κατ’ ἀντίφασιν ἀντικειμένων παραδίδωσι, καί φησιν ‘εἰ τὸ κατ’ ἀντίφασίν τινι ἀντικείμενον πολλαχῶς λέγεται, καὶ αὐτὸ πολλαχῶς’. οἷον εἰ τὸ μὴ βλέπειν πλεοναχῶς λέγεται, καὶ τὸ βλέπειν πλεοναχῶς ῥηθήσεται· λέγεται δὲ τὸ μὴ βλέπειν πλεοναχῶς· καὶ γὰρ τὸ μὴ ἔχειν ὄψιν σημαίνει καὶ τὸ μὴ ἐνεργεῖν τῇ ὄψει· καὶ τὸ βλέπειν ἄρα σημαίνει καὶ τὸ ἔχειν ὄψιν καὶ τὸ ἐνεργεῖν τῇ ὄψει. δεῖ δὲ προστιθέναι τοῖς κειμένοις ὑποκείμενόν τινα ὅρον· οὕτως γὰρ ἔσται κατάφασις καὶ ἀπόφασις.1 ὡς δὲ ἐπὶ τοῦ βλέπειν καὶ μὴ βλέπειν, οὕτως καὶ ἐφ’ ἑκάστης αἰσθήσεως ἔστι δεικνύναι τὴν κατάφασιν πλεοναχῶς, ἐπεὶ καὶ ἡ ἀπόφασις οὕτως, καὶ καθόλου ἐπὶ τοῦ αἰσθάνεσθαι· λέγεται γὰρ † τὸ αἰσθάνεσθαί τινος αἰσθητοῦ δι’ αἰσθητηρίου· καὶ τὸ μὴ αἰσθάνεσθαι ἄρα τοσαυταχῶς. τὰ αὐτὰ δὲ ταῦτα καὶ ἐπὶ τῶν κατὰ στέρησιν καὶ ἕξιν ἀντικειμένων δύναται λέγεσθαι, ὡς ἐρεῖ. οὗτος μὲν οὖν ὁ τόπος κοινὸς τοῖς ἀντιφατικῶς ἀντικειμένοις πρὸς τὰ ἐναντία. οὐκέτι δὲ ἐπὶ τούτων ἁρμόζουσιν οἱ ἄλλοι, οὓς παρέδωκεν ἐπὶ τῶν ἐναντίων τόπους· οὔτε γὰρ οἷόν τε τῷ τινὶ μέρει τῆς καταφάσεως ἀπόφασιν ἀντικεῖσθαι, οὔτε ἔτι μᾶλλον οἷόν τε † ἀπὸ τῶν ἀμέσων· τὰ γὰρ κατ’ ἀντίφασιν ἀντικείμενα ἄμεσα.
“再次在依矛盾对立的事物上。” 在传授了我们基于相反者发现同名异义之物的诸论位之后,他再次传授了基于依矛盾对立之物的论位,并说“若依矛盾对立于某物者是依多重方式被说的,则其自身亦是依多重方式被说的”。例如,若“不见”是依多重含义被说的,则“看”亦将被依多重含义而被说;而“不见”确实是依多重方式被说的;因为这既表示不具有视觉,也表示不行使视觉;因而“看”亦既表示具有视觉,也表示行使视觉。然而必须向所设定的各项中补充某种作为主词的项;因为唯有如此,肯定命题与否定命题才能成立。正如在“看”与“不见”上一样,在每一种感觉上,既然其否定是如此,同样能够指明其肯定是依多重方式被说的,而且在“感觉”这一总体概念上亦然;因为通过感觉器官去感觉某种可感觉对象亦被如此言说;因而“不感觉”亦依同样多数的方式被言说。而正如他将要说的那样,这些相同的事理亦能够被用于依据匮乏与状态对立的事物上。于是,这一论位对于矛盾对立者与相反者是共通的。但他此前在相反者上所传授的其他诸论位,却不再适用于这些事物;因为既不可能在肯定的某个部分上有否定与之对立,也更不可能有基于无中介者的论位;因为依矛盾对立的事物本就是无中介的。
"Ἔτι ἐπὶ τῶν κατὰ στέρησιν καὶ ἕξιν λεγομένων." Μεταβέβηκεν ἐπὶ τὰ κατὰ στέρησιν καὶ ἕξιν ἀντικείμενα, καὶ λέγει καὶ ἐπὶ τούτων ‘ἂν θάτερον αὐτῶν πλεοναχῶς λέγηται, καὶ θάτερον πλεοναχῶς ῥηθήσεται’. εἰ γὰρ τὸ αἰσθάνεσθαι πλεοναχῶς, καὶ τὸ ἀναισθητεῖν στέρησις ὂν τοῦ αἰσθάνεσθαι πλεοναχῶς ῥηθήσεται· λέγεται δὲ τὸ αἰσθάνεσθαι καὶ κατὰ τὴν ψυχήν (τὸ γὰρ συνιέναι τε καὶ νοεῖν αἰσθάνεσθαι λέγεται) καὶ κατὰ τὸ σῶμα τὸ δι’ αἰσθητηρίου αἰσθητοῦ τινος ἀντιλαμβάνεσθαι· καὶ τὸ ἀναισθητεῖν ἄρα καὶ ἐπὶ τοῦ μὴ συνιέντος καὶ ἐπὶ τοῦ μὴ ἀντιλαμβανομένου αἰσθητοῦ τινος δι’ αἰσθητηρίου ῥηθήσεται. ὅτι δὲ καὶ ἐπὶ τῆς ψυχῆς τὸ αἰσθάνεσθαι καὶ ἀναισθητεῖν καὶ ἐπὶ τοῦ σώματος ὡς ἕξις καὶ στέρησις ἀντίκειται, ἔδειξεν εἰπὼν ἑκατέραν τῶν εἰρημένων αἰσθήσεων ἔχειν τὸ ζῷον·2 τὸ δὲ πεφυκός τι ἔχειν, ὅτε πέφυκεν ἔχειν, εἰ μὴ ἔχει, ἐστέρηται αὐτοῦ· διὰ τοῦτο γὰρ ἐπὶ τοῦ τοίχου τὸ ἀναισθητεῖν οὐ κατηγορεῖται, ὅτι μὴ πέφυκεν αἰσθάνεσθαι, ἢ εἰ λέγοιτο, οὐχ ὡς στερητικὸν ἂν ἐπ’ ἐκείνου λέγοιτο ἀλλ’ ὡς ἀποφατικόν. εἴη δ’ ἂν αὐτῷ δεικτικὸν τοῦτο τοῦ εὐλόγως τούτῳ τῷ παραδείγματι κεχρῆσθαι τῶν καθ’ ἕξιν καὶ στέρησιν ἀντικειμένων. ἅμα δὲ διὰ τῆς προσθήκης ταύτης ἔδειξε διὰ πάντων τῶν εἰδῶν τοῦ ἀντικειμένου ὅτι, ὅταν κατὰ πάντα τὰ σημαινόμενα ὑπὸ τοῦ ἑτέρου τὸ ἕτερον ἀντικείμενον ᾖ αὐτῷ, τότε πλεοναχῶς ῥηθήσεται καὶ αὐτό, λύων τῇ τοιαύτῃ προσθήκῃ τὴν δυναμένην ἔνστασιν ἐπὶ τῶν ἐναντίων ἢ πρὸς τὸν πρῶτον τόπον ἢ πρὸς τὸν δεύτερον ὡς ἀλλήλων ὄντας ἀναιρετικοὺς φέρεσθαι, ἧς ἐμνημόνευσα.3 εἰπὼν δὲ καὶ περὶ τῶν κατὰ στέρησιν καὶ ἕξιν ἀντικειμένων, οὐκέτι τῶν κατὰ πρός τι ἀντικειμένων ἐμνημόνευσε· πρόδηλον γὰρ ἐπ’ ἐκείνων ἀπ’ αὐτοῦ τοῦ τῶν πρός τι λόγου ὅτι ἀνάγκη, ἂν θάτερον αὐτῶν λέγηται πλεοναχῶς, καὶ θάτερον οὕτω λέγεσθαι, ἐπεὶ τοῖς πρός τι τὸ εἶναι ταὐτόν ἐστι τῷ πρός τί πως ἔχειν. διό, ἐπεὶ τὸ φιλητὸν πλεοναχῶς, καὶ ἡ φιλία τοσαυταχῶς εἴη ἂν φιλία πρὸς τὸ φιλούμενον. ἔτι δὲ φανερώτερον, ἐπεὶ ἡ ἐπιστήμη διχῶς, καὶ δυνάμει καὶ ἐνεργείᾳ, καὶ τὸ ἐπιστητὸν ἰσαχῶς. ὁ αὐτὸς καὶ ἐπὶ τῆς αἰσθήσεως λόγος. ἔτι εἰ τὸ ὑπερέχον πολλαχῶς (καὶ γὰρ κατὰ ποσὸν καὶ κατά τινα δύναμιν ἢ ἕξιν ἢ ἐνέργειαν), καὶ τὸ ὑπερεχόμενον ἰσαχῶς ἔσται λεγόμενον. καὶ ἐπεὶ τὸ κινητὸν πολλαχῶς (καὶ γὰρ ἐν ποιότητι καὶ ἐν ποσότητι καὶ ἐν τῷ ποῦ), καὶ ἡ κίνησις πλεοναχῶς. ἀλλὰ καὶ εἰ ἡ ἕξις καὶ ἔχοντος καὶ ἐχομένου, καὶ τὸ ἑκτὸν πολλαχῶς.
“此外在依匮乏与状态被言说的事物上。” 他已过渡到依匮乏与状态对立的事物,并在它们身上同样说道:“若它们之中的一者是依多重方式被说的,则另一者亦将被依多重方式言说”。因为若“感觉”是依多重方式被说的,则作为“感觉”之匮乏的“无感觉”亦将被依多重方式言说。而“感觉”既就灵魂而言被说(因为理解与思维亦被称为“感觉”),又就身体而言被说,即通过感觉器官把握某种可感觉对象;因而“无感觉”亦将既就未能理解者而言被说,也就未能通过感觉器官把握某种可感觉对象者而言被说。并且,至于在灵魂上与在身体上“感觉”与“无感觉”都是作为状态与匮乏而对立的这一点,他是通过说动物具有上述各感觉而指明的;因为自然适合具有某物之物,在其自然应当具有之时,若不具有,便是处于对它的匮乏之中;正是由于这一原因,“无感觉”并不谓述于墙壁,因为墙壁自然并不适合于感觉,或者即使被如此言说,对它而言亦不是作为匮乏而被说,而是作为否定而被说的。而这对于他而言,正是表明他合情合理地使用了这一属于依状态与匮乏对立之物的例证。同时,通过这一补充,他在对立的一切种类中指明,只要一者在另一者所表示的所有含义上与另一者对立,此时它自身亦将被依多重方式言说;由此他借助这样的补充,消解了我曾提及的、可能在相反者上针对第一论位或第二论位所提出的指责它们互相排斥的异议。在谈论了依匮乏与状态对立的事物之后,他便不再提及依关系对立的事物;因为在那些事物上,从关系者本身的定义便已昭然可见:若它们之中的一者是依多重方式被说的,则另一者必然亦依此方式被说,因为对于关系者而言,存在就等同于相对于某物具有某种状态。因此,既然被爱者是依多重方式被说的,友爱对于所爱者而言亦将依同样多数的方式是友爱。此外更为明显的是,既然知识具有潜在与现实这两种方式,可知者亦依同等方式被说。关于感觉的道理亦是如此。此外,若超出者是依多重方式被说的(因为既依数量被说,亦依某种潜能、状态或现实活动被说),被超出者亦将依同等方式被说。并且,既然可动者是依多重方式被说的(因为既在性质中,亦在数量与处所中被说),运动亦是依多重方式被说的。不仅如此,若状态既属于具有者亦属于被具有者,可被具有者亦是依多重方式被说的。
- 1.55δεῖ δὲ προστιθέναι τοῖς κειμένοις ὑποκείμενόν τινα ὅρον· οὕτως γὰρ ἔσται κατάφασις καὶ ἀπόφασις.
非人称动词 δεῖ 引导不定词补充结构。τοῖς κειμένοις 作 προστιθέναι 的与格间接宾语,ὑποκείμενόν τινα ὅρον(作为主词的项)作直接宾语。此处指出单纯的名词或不定词短语尚非完整的肯定命题(κατάφασις)或否定命题(ἀπόφασις),唯有补充主词使其成句,逻辑上的命题对立才能成立。
- 1.56ὅτι δὲ καὶ ἐπὶ τῆς ψυχῆς τὸ αἰσθάνεσθαι καὶ ἀναισθητεῖν καὶ ἐπὶ τοῦ σώματος ὡς ἕξις καὶ στέρησις ἀντίκειται, ἔδειξεν εἰπὼν ἑκατέραν τῶν εἰρημένων αἰσθήσεων ἔχειν τὸ ζῷον
全句的主干动词是 ἔδειξεν,主语(亚里士多德)由语境承前省略。分词 εἰπών 表示手段,支配其后的宾格加不定词结构(ἑκατέραν τῶν εἰρημένων αἰσθήσεων ἔχειν τὸ ζῷον)。句首由 ὅτι 引导的名词性从句置前,充当主动词 ἔδειξεν 的直接宾语。
- 1.56λύων τῇ τοιαύτῃ προσθήκῃ τὴν δυναμένην ἔνστασιν ἐπὶ τῶν ἐναντίων ἢ πρὸς τὸν πρῶτον τόπον ἢ πρὸς τὸν δεύτερον ὡς ἀλλήλων ὄντας ἀναιρετικοὺς φέρεσθαι, ἧς ἐμνημόνευσα
现在分词 λύων 修饰主句主语(亚里士多德),其宾语为包含被动不定词 φέρεσθαι 的复合结构 τὴν δυναμένην ἔνστασιν ... φέρεσθαι(“可能被提出的异论”)。关系代词 ἧς 因动词 ἐμνημόνευσα 支配属格而处于属格,其先行词为 ἔνστασιν,明确呼应了亚历山大自己在前一节 §1.53 末尾所提出的难题。
