- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:99.26-100.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
围绕第三格第一式的“通过展出的证明”,亚历山大论证了它不是取普遍概念的进一步下位划分,而是取出一个可感知的个体(例如苏格拉底)的程序,并阐明了该观点的根据及其在第三格中的固有性。
καὶ λαμβάνει γε τὸ Ν· τούτου δ’ οὕτως ἔχοντος καὶ τὸ Π, φησί, τινὶ τῷ Ρ ὑπάρξει. ἀλλὰ δοκεῖ γε οὕτως μηδὲν πλέον γεγονέναι πρὸς τὸ δειχθῆναι τὸ προκείμενον. τί γὰρ διαφέρει τῷ Σ ὑπάρχειν λαβεῖν παντὶ τό τε Π καὶ τὸ Ρ καὶ μέρει τινὶ τοῦ Σ τῷ Ν; τὸ γὰρ αὐτὸ καὶ ἐπὶ τοῦ Ν ληφθέντος μένει· ἡ γὰρ αὐτὴ συζυγία ἐστίν, ἄν τε κατὰ τοῦ Ν παντὸς ἐκείνων ἑκάτερον, ἄν τε κατὰ τοῦ Σ κατηγορῆται. ἢ οὐ τοιαύτη ἡ δεῖξις, ᾗ χρῆται· ὁ γὰρ δι’ ἐκθέσεως τρόπος δι’ αἰσθήσεως γίνεται. οὐ γὰρ ἵνα τοιοῦτόν τι τοῦ Σ λάβωμεν, καθ’ οὗ ῥηθήσεται παντὸς καὶ τὸ Π καὶ τὸ Ρ, λέγει (οὐδὲν γὰρ πλέον, εἰ οὕτως ληφθείη), ἀλλ’ ἵνα τι τῶν ὑπ’ αἴσθησιν πιπτόντων,1 ὃ φανερόν ἐστιν ὂν καὶ ἐν τῷ Π καὶ ἐν τῷ Ρ. οἷον εἰ εἴη τὸ ζῷον κείμενον ἐπὶ τοῦ Π κατὰ παντὸς ἀνθρώπου, ὅ ἐστι τὸ Σ, εἴη δὲ καὶ τὸ λογικὸν κείμενον ἐπὶ τοῦ Ρ κατὰ παντὸς καὶ τοῦτο τοῦ ἀνθρώπου· ἂν δὴ αἰσθητόν τι τοῦ Σ, τοῦτ’ ἔστι τινὰ ἄνθρωπον, λάβωμεν, οἷον Σωκράτη, τῷ φανερῶς καὶ αἰσθητῶς τοῦτον καὶ ζῷον εἶναι καὶ λογικὸν ἐναργὲς γίνεται, ὅτι καὶ τὸ Π, τοῦτ’ ἔστι τὸ ζῷον, τινὶ τῷ Ρ, τοῦτ’ ἔστι τῷ λογικῷ, κοινωνεῖ τε καὶ ὑπάρχει. ὅτι γὰρ αἰσθητὴ ἡ διὰ τῆς ἐκθέσεως δεῖξις, σημεῖον πρῶτον μὲν τὸ εἰ μὴ οὕτως λαμβάνοιτο, μηδεμίαν γίνεσθαι δεῖξιν· ἔπειτα δὲ καὶ τὸ αὐτὸν μηκέτι χρήσασθαι ἐπὶ τοῦ Ν, ὃ ἦν τι τοῦ Σ, τῷ ἐκκειμένῳ τῷ παντὶ αὐτῷ ὑπάρχειν τό τε Π καὶ τὸ Ρ ἀλλ’ ἁπλῶς θεῖναι τὸ ὑπάρχειν· ἀλλὰ καὶ τὸ μηδετέραν ἀντιστρέψαι.2 κατὰ γὰρ αἰσθητοῦ καὶ ἑνὸς κατ’ ἀριθμὸν οὐκέθ’ ἁρμόζει τὸ κατὰ παντὸς οὐδὲ ὁ διορισμὸς ὅλως· ὁ γὰρ διορισμὸς τῶν προτάσεων ἐπὶ τῶν καθόλου χώραν ἔχει· τὰ δὲ ἄτομα οὐ καθόλου. ἰδία δὲ ἡ δι’ ἐκθέσεως δεῖξις τοῦ τρίτου σχήματος, ἐπειδὴ ἐν τούτῳ διττὸν τὸ μέσον ἐστὶ 〈καὶ〉 ἀμφοτέροις τοῖς ἄκροις ἕν ἐστι τὸ ὑποκείμενον· δεῖ δὲ τὴν ἔκθεσιν ἐκ τοῦ μέσου τε καὶ ὑποκειμένου γίνεσθαι. τινὲς μὲν οὖν οἴονται ἕν τι λαβόντες αἰσθητόν τι ὂν κατὰ τοῦτο ἢ συνημμένα ἢ κεχωρισμένα ἔχειν ἀλλήλων τὰ κατηγορούμενα αὐτοῦ. εἰ δ’ ἐκ πλειόνων ὑποκειμένων λαμβάνοιτο, οὐχ ἓν ἔσται τῷ ἄλλο ἐξ ἑκατέρου λαμβάνεσθαι, μάλιστα ἂν κατὰ μὲν τοῦ ἑτέρου καταφατικῶς κατηγορῆται τὸ κατηγορούμενον κατὰ δὲ τοῦ ἑτέρου ἀποφατικῶς. οὕτως δὲ οὐδεμία φανερὰ κοινωνία καὶ αἰσθητή. δειχθείη δ’ ἄν ἔτι καὶ διὰ τὸ πάντα ἐπὶ μέρους ἐν τούτῳ συνάγεσθαι· ἱκανὸν γὰρ ἕν τι ληφθὲν καὶ αἰσθητὸν πρὸς τὸ τοιοῦτον συμπέρασμα. τοιαύτη ἄντικρυς καὶ ἡ δεῖξις αὐτῷ τοῦ τὴν καθόλου ἀποφατικὴν ὑπάρχουσαν ἀντιστρέφειν γέγονε καὶ οὐχ, ὥς τινες ἡγοῦνται, διὰ τῆς ἐπὶ μέρους καταφατικῆς.
而且实际上他取了Ν;他说,在此情况下,Π也将属于某个Ρ。但以这种方式,对于证明所提出的论题似乎没有任何推进。因为,设定Π和Ρ两者都属于一切Σ,与[设定它们属于]作为Σ之某个部分的Ν,究竟有什么区别呢?因为即使取了Ν,同样的事情依然存在;因为无论那些项中的每一项是关于一切Ν被述说,还是关于一切Σ被述说,前提的结合都是相同的。或者说,他所运用的证明并非如此;因为通过展出的方式是通过感觉进行的。因为他的意思并不是要我们取Σ的这样一个部分,以使得Π和Ρ两者都将关于其全体被述说(因为如果这样取,就没有任何推进),而是要取落入感觉之下的某物,它显然既存在于Π中,也存在于Ρ中。例如,如果动物作为Π被设定属于每一个人类(即Σ),而有理性作为Ρ,这也同样被设定属于每一个人类;那么,如果我们取Σ的一个可感知物,即某个具体的人,例如苏格拉底,由于此人显然且在感觉上既是动物又是有理性的,便昭然显明:Π(即动物)也与某个Ρ(即有理性者)相通并且属于它。因为通过展出的证明是可感知的,其第一个迹象是:如果不这样取,就根本不会产生证明;其次是,对于作为Σ之某个部分的Ν,他自己不再运用预先设定的“Π和Ρ两者都属于它的一切”,而是单纯地设定“属于”;此外还在于他没有换位其中任何一个前提。因为对于可感知的、在数目上为一的事物,“关于一切”已不再适用,甚至限定词也完全不适用;因为前提的限定词在普遍者上才有位置,而个体并非普遍者。通过展出的证明是第三格所特有的,因为在这一格中中项是双重的,且对于两个极端项而言主项是同一个;而展出必须从中项兼主项出发。因此,有些人认为,通过取某一个作为某种可感知物的事物,他们就据此而使关于它被述说的事物彼此结合或彼此分离。但如果是从多个主项中取,由于从每一个主项中取出的事物互不相同,它就不是同一个事物,尤其是当述词关于其中一个肯定地被述说,而关于另一个否定地被述说时更是如此。而这样一来,就不会有任何显明且可感知的相通性。而且,还可以根据在这一格中一切结论都被推导为特称的这一点来证明;因为对于这样的结论而言,取一个可感知的事物就足够了。他在证明断言的普遍否定命题可以换位时,也完全是这种证明方式,而不是像某些人认为的那样是通过特称肯定命题来进行的。
- 2.24οὐ γὰρ ἵνα τοιοῦτόν τι τοῦ Σ λάβωμεν ... ἀλλ’ ἵνα τι τῶν ὑπ’ αἴσθησιν πιπτόντων
在 οὐ γὰρ ἵνα... ἀλλ' ἵνα... 的对比结构中,后一个 ἵνα 从句省略了前一个从句的动词 λάβωμεν,在语境中应补充理解为“[为了让我们取]落入感觉之下的某物”。
- 2.24σημεῖον πρῶτον μὲν τὸ εἰ μὴ οὕτως λαμβάνοιτο, μηδεμίαν γίνεσθαι δεῖξιν· ἔπειτα δὲ καὶ τὸ αὐτὸν μηκέτι χρήσασθαι ... ἀλλὰ καὶ τὸ μηδετέραν ἀντιστρέψαι
对于谓词名词 σημεῖον,由冠词 τό 引导的三个不定式短语(名词性结构)以 πρῶτον μὲν τό ..., ἔπειτα δὲ καὶ τό ..., ἀλλὰ καὶ τό ... 的形式并列,构成复合主语的骨架。
