← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§100.27-101.30

第三格第二结合的证明及含否定前提结合的无效性

亚历山大解释了第三格中大前提为全称否定、小前提为全称肯定的结合(28a26)如何通过换位、归谬法和展出法被证明有效,随后通过词项并置论证了小前提为全称否定的结合(28a30)以及两前提皆为全称否定的结合(28a33)是无效的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.25

" Καὶ ἐὰν τὸ μὲν Ρ παντὶ τῷ Σ, τὸ δὲ Π μηδενί." Ἐπὶ δευτέραν συζυγίαν μετελήλυθε τὴν ἐκ καθόλου ἀποφατικῆς τῆς μείζονος καὶ καθόλου καταφατικῆς τῆς ἐλάττονος, καὶ δείκνυσι καὶ ταύτην συλλογιστικὴν διὰ τοῦ ἀντιστρέψαι τὴν ἐλάττονα τὴν Ρ Σ οὖσαν καθόλου καταφατικὴν καὶ λαβεῖν ἐπὶ μέρους καταφατικὴν τὴν Ρ Σ καὶ ἀναγαγεῖν εἰς τὸν ἐν πρώτῳ σχήματι τέταρτον συλλογισμόν, ὃς ἦν ἐκ καθόλου ἀποφατικῆς τῆς μείζονος καὶ ἐπὶ μέρους καταφατικῆς τῆς ἐλάττονος ἐπὶ μέρους ἀποφατικὸν συνάγων.1 δῆλον δ’, ὅτι ἔνεστι καὶ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς δεῖξαι καὶ τοῦτον, ὡς λέγει, καὶ σαφὲς τὸ συναγόμενον ἀδύνατον· ἂν γὰρ ὑποτεθῇ τὸ Π παντὶ τῷ Ρ, ἐπεὶ τὸ Ρ ἔκειτο παντὶ τῷ Σ, συναχθήσεται τὸ Π παντὶ τῷ Σ, ᾧ ἔκειτο μηδενὶ ὑπάρχειν. ἀλλὰ καὶ τῷ ἐκθέσθαι ἔνεστι προσχρησαμένους2 ὁμοίως πάλιν δεῖξαι, εἰ καὶ μὴ αὐτὸς ἐμνημόνευσεν. ἂν γάρ τι τοῦ Σ αἰσθητὸν λάβωμεν, τῷ τοῦτο ἐναργῶς ἐν μὲν τῷ Ρ εἶναι καὶ μετέχειν αὐτοῦ τοῦ δὲ Π μὴ κοινωνεῖν φανερὸν ἔσται, ὅτι τὸ Π τινὶ τῷ Ρ οὐχ ὑπάρχει· τούτῳ γὰρ τῷ ἐκκειμένῳ καὶ εἰλημμένῳ οὐχ ὑπάρξει ὄντι τινὶ τοῦ Ρ.

“又若Ρ属于一切Σ,而Π不属于任何[Σ]。” 他已转入第二种结合,即由全称否定的大前提和全称肯定的小前提构成的结合;他通过换位作为全称肯定的小前提Ρ-Σ,并取得特称肯定的[前提]Ρ-Σ,将其归约为第一格中的第四个推论(该推论由全称否定的大前提和特称肯定的小前提推导出特称否定的[结论]),证明了这一[结合]也是产生推论的。显然,正如他所说,通过归谬法也能够证明这一个,且推导出的不可能情况是清楚的:因为如果假设Π属于一切Ρ,既然Ρ曾被设定属于一切Σ,那么就会推导出Π属于一切Σ,而原先曾设定它不属于任何[Σ]。不过,即便他自己没有提及,通过追加运用展出法,也同样可以再次加以证明。因为如果我们取Σ的一个可感知物,由于此物昭然存在于Ρ中并分有它,却不与Π相通,便将显明Π不属于某个Ρ;因为对于这个被展出并取得的、作为Ρ之某个部分的事物,[Π]将不属于它。

§2.26

"Ἐὰν δὲ τὸ μὲν Ρ μηδενὶ τῷ Σ, τὸ δὲ Π παντὶ τῷ Σ ὑπάρχῃ." Ἐκθέμενος τὰς συλλογιστικὰς συζυγίας τὰς ἐκ καθόλου τῶν δύο προτάσεων οὔσας νῦν τῶν ἀσυλλογίστων ἐπ’ αὐταῖς μνημονεύει. καὶ πρῶτον μὲν παρατίθεται τὴν ἔχουσαν τὴν ἐλάττονα καθόλου ἀποφατικὴν τὴν δὲ μείζονα καθόλου καταφατικήν, ἥν, ὅτι ἐστὶν ἀσυλλόγιστος, ἐλέγχει τῇ τῶν ὅρων παραθέσει, δεικνύς, ὅτι καὶ παντὶ καὶ μηδενὶ δύναται τὸ Π τῷ Ρ κειμένης ταύτης τῆς συζυγίας ὑπάρχειν. ζῷον γὰρ παντὶ ἀνθρώπῳ ὂν Π ὄντι τῷ Σ, ἵππος οὐδενὶ ἀνθρώπῳ ὢν Ρ,3 καὶ ζῷον παντὶ ἵππῳ, τοῦτ’ ἔστι τὸ Π τῷ Ρ. πάλιν καὶ ζῷον παντὶ ἀνθρώπῳ, καὶ τὸ ἄψυχον ὂν Ρ οὐδενὶ ἀνθρώπῳ, καὶ τὸ ζῷον οὐδενὶ ἀψύχῳ, τοῦτ’ ἔστι τὸ Π τῷ Ρ. αἴτιον δὲ τοῦ ἀσυλλόγιστον εἶναι τὴν συζυγίαν πάλιν τὸ αὐτό, ὃ καὶ ἐν τῷ πρώτῳ σχήματι ἦν τῆς μὲν μείζονος καθόλου καταφατικῆς οὔσης τῆς δ’ ἐλάττονος καθόλου ἀποφατικῆς.

“但若Ρ不属于任何Σ,而Π属于一切Σ。” 在展出了由两个全称前提构成的产生推论的结合之后,他现在紧接着提及不能产生推论的结合。他首先列举了具有全称否定的小前提和全称肯定的大前提的结合,并通过并置词项来指证它不能产生推论,指出在此结合被设定的情况下,Π既可能属于一切Ρ,也可能不属于任何Ρ。因为动物作为Π属于作为Σ的一切人类,马作为Ρ不属于任何人类,而动物属于一切马,即Π属于Ρ。反之,动物属于一切人类,作为Ρ的无生物不属于任何人类,而动物不属于任何无生物,即Π不属于Ρ。至于这种结合不能产生推论的原因,则又与第一格在大前提为全称肯定、小前提为全称否定时的情况完全相同。

§2.27

"Οὐδ’ ὅταν ἄμφω κατὰ μηδενὸς τοῦ Σ λέγηται." Δείκνυσι καὶ ταύτην τὴν συζυγίαν ἀσυλλόγιστον ἔχουσαν ἀμφοτέρας τὰς προτάσεις καθόλου ἀποφατικάς, ἥτις κατελείπετο ἐν ταῖς καθόλου τῶν προτάσεων συζυγίαις. οἱ δὲ ὅροι τοῦ μὲν τὸ Π παντὶ τῷ Ρ ὑπάρχειν ζῷον, ἵππος, ἄψυχον· οὐδενὶ γὰρ ἀψύχῳ ὄντι Σ οὔτε τὸ ζῷον οὔτε ὁ ἵππος, καὶ τὸ ζῷον παντὶ ἵππῳ, τοῦτ’ ἔστι τὸ Π τῷ Ρ. τοῦ δὲ μηδενὶ ἄνθρωπος, ἵππος, ἄψυχον· πάλιν γὰρ τῷ ἀψύχῳ ὄντι Σ οὔτε ὁ ἄνθρωπος οὔτε ὁ ἵππος, ἀλλ’ οὐδὲ ὁ ἄνθρωπος τῷ ἵππῳ.

“当两者都不关于任何Σ被述说时也是如此。” 他指明,这一两个前提皆为全称否定的结合同样不能产生推论,这是在全称前提的结合中遗留下来的。而关于Π属于一切Ρ的词项是:动物、马、无生物;因为无论是动物还是马,都[不属于]作为Σ的任何无生物,而动物属于一切马,即Π属于Ρ。关于不属于任何[Ρ]的[词项则是]:人类、马、无生物;因为同样,无论是人类还是马,都[不属于]作为Σ的无生物,而且人类也不属于马。

语法注3 条
  1. 2.25ἀναγαγεῖν εἰς τὸν ἐν πρώτῳ σχήματι τέταρτον συλλογισμόν, ὃς ἦν ἐκ καθόλου ἀποφατικῆς τῆς μείζονος καὶ ἐπὶ μέρους καταφατικῆς τῆς ἐλάττονος ἐπὶ μέρους ἀποφατικὸν συνάγων

    ἀναγαγεῖν(归约)是与前面的带冠词不定词 διὰ τοῦ ἀντιστρέψαι... καὶ λαβεῖν... 并列的不定词。在由关系代词 ὃς 引导的从句中,ἦν 与现在分词 συνάγων 构成迂回时态结构(“过去推导着”),支配 ἐπὶ μέρους ἀποφατικόν(特称否定结论)作为其直接宾语。

  2. 2.25προσχρησαμένους

    宾格复数分词 προσχρησαμένους 与非人称动词 ἔνεστι(可以、可能)所隐含的泛指逻辑主语(即受词性“我们”)在格上保持一致。

  3. 2.26ζῷον γὰρ παντὶ ἀνθρώπῳ ὂν Π ὄντι τῷ Σ, ἵππος οὐδενὶ ἀνθρώπῳ ὢν Ρ, καὶ ζῷον παντὶ ἵππῳ, τοῦτ’ ἔστι τὸ Π τῷ Ρ.

    此处为一个带有省略的凝练结构:ὂν Π、ὢν Ρ 以及 ὄντι τῷ Σ 是赋予具体名词(动物、马、人)词项代号的同位或说明性分词,从属动词(属于)均被省略。结尾的 καὶ ζῷον παντὶ ἵππῳ 则针对前面两前提指出了对应于结论的关系(动物属于一切马)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:100.27-101.30