← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§97.31-99.25

第三格词项定义与第一组合的诸证明法

亚历山大解释了第三格中中项与大项的定义,阐明了前提的全称与特称条件,随后论述了由两个全称肯定前提构成的第一结合(Darapti)通过换位法、归谬法和展出法(ecthesis)的各项证明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.21

" Μέσον δ’ ἐν αὐτῷ λέγω, καθ’ οὗ ἄμφω τὰ κατηγορούμενα." Οὗτος ἂν εἴη λόγος τοῦ τρίτου σχήματος, ἐν ᾧ τὰ ἄκρα ἀμφότερα τοῦ μέσου κατηγορεῖται.

“而在此格中我所谓的中项,乃是被述说者的两者都[被述说]于其上的那个项。” 这应当是第三格的定义,在此格中两极端项都关于中项被述说。

§2.22

"Μεῖζον δὲ ἄκρον τὸ πορρώτερον τοῦ μέσου." Ὡς τῆς μείζονος προτάσεως ἐν πρώτῳ σχήματι ἀντιστραφείσης ἐγίνετο πρὸ τοῦ μείζονος ἄκρου ὁ μέσος τιθέμενος ἐν τῷ δευτέρῳ σχήματι, οὕτως πάλιν ἐν τῷ τρίτῳ σχήματι κατ’ ἀντιστροφὴν τῆς ἐλάττονος ἐν πρώτῳ σχήματι προτάσεως τοῦ τρίτου σχήματος γεγονότος γίνεται ὁ μέσος μετὰ τὸν ἐλάττονα ἄκρον τὴν θέσιν ἔχων·1 τῇ γὰρ ἑκατέρας προτάσεως ἀντιστροφῇ ὁ μέσος τὴν θέσιν πλησίον πίπτει τοῦ ἄκρου, ᾧ συνέζευκται ἐν τῇ ἀντιστρεφομένῃ προτάσει. γινόμενος δὲ ἐν τῷ τρίτῳ σχήματι πλησίον τοῦ ἐλάττονος ἄκρου ὁ μέσος ἀμφοτέροις ὑποκείμενος γίνεται, τῷ μὲν ἐλάττονι διὰ τὴν ἀντιστροφὴν τῆς ἐλάττονος προτάσεως τῷ δὲ μείζονι, ὅτι καὶ ἔκειτο τὴν ἀρχὴν ἐν πρώτῳ σχήματι ὑποκείμενος τούτῳ. ὑποκείμενος δὲ ἀμφοτέροις εἰκότως τὴν ἐσχάτην ἔχει θέσιν.

“而大极端项是距中项较远的那个项。” 正如在第一格中大前提被换位后,中项在第二格中被置于大极端项之前,同样在第三格中,当第三格按照第一格中小前提的换位而生成后,中项便处于小极端项之后的位置;因为由于各个前提的换位,中项在位置上落入它在被换位前提中所结合的那个极端项附近。而在第三格中处于小极端项附近的中项,变成了作为两者之主项的项:对于小项而言是通过小前提的换位,而对于大项而言,则是因为起初在第一格中它就被设定为作为该项之主项的。由于作为两者之主项,它理所当然地居于最后的位置。

§2.23

"Δυνατὸς δὲ ἔσται καὶ καθόλου καὶ μὴ καθόλου τῶν ὅρων ὄντων πρὸς τὸ μέσον." Τὸ μὴ καθόλου οὐ τοῦ ‘μηδετέρας οὔσης καθόλου’ σημαντικόν ἐστιν (ἀδύνατον γάρ, ὡς εἰρήκαμεν ἤδη, ἐκ δύο ἐπὶ μέρους προτάσεων συλλογισμὸν γενέσθαι), ἀλλ’ ὅτι ‘μὴ ἀμφοτέρων καθόλου’.

“而当诸项相对于中项是全称的以及不是全称的时,[推论]都将是可能的。” “不是全称”并非意味着“两个[前提]都不是全称”(因为正如我们已经说过的,从两个特称前提产生推论是不可能的),而是意味着“并非两者都是全称”。

§2.24#1

"Καθόλου μὲν οὖν ὄντων, ὅταν καὶ τὸ Π καὶ τὸ Ρ παντὶ τῷ Σ ὑπάρχῃ." Ἐπὶ τούτου τοῦ σχήματος πάλιν χρῆται στοιχείοις τοῖς Π, Ρ, Σ, καὶ ἔστιν αὐτῷ τοῦ μὲν μείζονος ἄκρου σημαντικὸν τὸ Π τοῦ δὲ ἐλάττονος καὶ ὀφείλοντος ὑποκεῖσθαι ἐν τῷ γινομένῳ συμπεράσματι τὸ Ρ τοῦ δὲ μέσου τὸ Σ. πρώτην δὲ ἐκτίθεται τὴν ἐκ δύο καθόλου καταφατικῶν συζυγίαν, ἣν δείκνυσι συλλογιστικὴν διά τε τοῦ ἀντιστρέψαι τὴν ἐλάττονα πρότασιν τὴν Ρ Σ οὖσαν καθόλου καταφατικὴν καὶ λαβεῖν τὴν Ρ Σ ἐπὶ μέρους καταφατικὴν καὶ ἀναγαγεῖν οὕτως εἰς τὸν τρίτον συλλογισμὸν τὸν ἐν τῷ πρώτῳ σχήματι τὸν ἐκ καθόλου καταφατικῆς τῆς μείζονος καὶ ἐπὶ μέρους καταφατικῆς τῆς ἐλάττονος ἐπὶ μέρους καταφατικὸν συνάγοντα. ἔνεστι μέντοι, ὡς εἶπον, καὶ τὴν μείζονα ἀντιστρέψαντας τὸ αὐτὸ τοῦτο δεῖξαι συναγόμενον, ἂν καὶ τὸ συμπέρασμα ἀντιστρέψωμεν. εἰ γὰρ τὸ Π παντὶ τῷ Σ, καὶ τὸ Σ τινὶ τῷ Π· κεῖται δὲ καὶ τὸ Ρ παντὶ τῷ Σ· γίνεται τὸ Ρ τινὶ τῷ Π. ἂν δὴ ἀντιστρέψωμεν καὶ τοῦτο, ἔσται καὶ τὸ Π τινὶ τῷ Ρ, ὃ ἔδει δεῖξαι. αὐτὸς δὲ οὐ παρέθετο τὴν δεῖξιν ταύτην, ὅτι χείρων τῆς προειρημένης δύο ἀντιστροφῶν δεομένη. δείκνυσι δὲ ἐπὶ μέρους καταφατικὸν συναγόμενον ἐν ταύτῃ τῇ συζυγίᾳ καὶ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς. ὑποκείσθω γὰρ τὸ ἀντικείμενον τοῦ τὸ Π τινὶ τῷ Ρ ὑπάρχειν· ἔστι δὲ τοῦτο τὸ μηδενί· ἀλλὰ καὶ κεῖται ἐν τῇ συζυγίᾳ τὸ Ρ παντὶ τῷ Σ ὑπάρχειν· γίνεται συναγόμενον τὸ τὸ Π μηδενὶ τῷ Σ ἐν πρώτῳ σχήματι κατὰ τὸν δεύτερον συλλογισμὸν τὸν ἐκ καθόλου ἀποφατικῆς τῆς μείζονος καὶ καθόλου καταφατικῆς τῆς ἐλάττονος καθόλου ἀποφατικὸν συνάγοντα. ἀδύνατον δέ γε τὸ Π μηδενὶ ὑπάρχειν τῷ Σ· ἔκειτο γὰρ ἐν τῇ προτεθείσῃ συζυγίᾳ παντὶ αὐτῷ ὑπάρχειν. ψευδὴς ἄρα καὶ ἡ ὑπόθεσις, παρ’ ἣν ἐγένετο τὸ τοῦ ἀδυνάτου συμπέρασμα.2 εἰ δὲ ψευδὴς ἡ ὑπόθεσις ἡ μηδενὶ τὸ Π τῷ Ρ τιθεῖσα, ἀληθὴς γίνεται ἡ ἀντικειμένη αὐτῇ ἀντιφατικῶς ἡ τὸ Π τινὶ τῷ Ρ τιθεῖσα. Εἰπὼν δὲ περὶ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, ὅτι καὶ οὕτως δεῖξαι οἷόν τέ ἐστιν ἐπὶ μέρους καταφατικὸν γινόμενον τὸ συμπέρασμα τὸ μὲν παρατίθεσθαι αὐτὴν τὴν δεῖξιν τὴν δι’ ἀδυνάτου ὡς γνώριμον παρέλιπεν· ἐποίησε γὰρ καὶ ἐπὶ τοῦ δευτέρου σχήματος. προσέθηκε δὲ καὶ τρίτην τινὰ δεῖξιν, ᾗ ἔνεστι καὶ αὐτῇ προσχρώμενον, ὅτι τὸ Π τινὶ τῷ Ρ ὑπάρχει, ἐν τῇ ἐκκειμένῃ συζυγίᾳ δεικνύναι συναγόμενον. λέγει δὲ αὐτὴν τῷ ἐκθέσθαι καὶ ὑπογράφει καὶ δείκνυσι, τίς ὁ τῆς ἐκθέσεως τρόπος.3 ἐπεὶ γὰρ κεῖται καὶ τὸ Π καὶ τὸ Ρ παντὶ τῷ Σ ὑπάρχοντα, ἂν ἀντὶ τοῦ Σ λάβωμέν τι τῶν ὑπὸ τὸ Σ, τούτῳ ὑπάρχει δῆλον ὅτι καὶ τὸ Π καὶ τὸ Ρ, εἴ γε καὶ παντὶ τῷ ὑπὸ τὸ Σ. οὕτως δὲ δειχθήσεται καὶ τὸ Π τινὶ τῷ Ρ ὑπάρχον.

“那么,当诸项是全称的时,即当Π与Ρ两者都属于一切Σ之时。” 在这个格中,他再次使用字母Π、Ρ、Σ,对他而言,Π表示大极端项,Ρ表示小极端项以及在生成的结论中应当作为主项的项,而Σ表示中项。首先他列出由两个全称肯定前提构成的结合,他证明这一结合具有推论性,这是通过将作为全称肯定的小前提ΡΣ换位,并取ΡΣ为特称肯定,从而还原为第一格中由全称肯定的大前提和特称肯定的小前提推导出特称肯定[结论]的第三推论。然而,正如我所说的,即使我们换位大前提,只要我们也换位结论,同样可以证明推导出这同一结论。因为如果Π属于一切Σ,那么Σ也属于某个Π;而又设定Ρ属于一切Σ;于是得出Ρ属于某个Π。那么如果我们把这个也换位,Π也将属于某个Ρ,这正是需要证明的。但他自己并未给出这个证明,因为需要两次换位,它劣于前述的证明。而且,他还通过归谬法证明在这一结合中推导出特称肯定[结论]。因为假设与“Π属于某个Ρ”相反对的命题成立;而这就是“不属于任何[Ρ]”;但在该结合中又设定Ρ属于一切Σ;于是按照第一格中由全称否定的大前提和全称肯定的小前提推导出全称否定[结论]的第二推论,得出Π不属于任何Σ。然而Π不属于任何Σ是不可能的;因为在所提出的结合中,原本设定它属于一切Σ。因此,导致产生这一不可能结论的假设也是假的。如果设定Π不属于任何Ρ的假设是假的,那么与它相矛盾对立的、设定Π属于某个Ρ的命题就成为真的。在谈到归谬法时,尽管他说以此种方式也可以证明结论生成为特称肯定,但他把给出这一归谬证明本身当作已知的事情而省略了;因为他在第二格中也曾这样做。但他还补充了某种第三种证明,运用这种证明,人们同样能够证明在所列出的结合中推导出Π属于某个Ρ。他称这种证明为“通过展出”,并勾勒且指明了展出的方式是什么。因为既然设定Π和Ρ都属于一切Σ,那么如果我们取Σ之下的某个事物来代替Σ,显然Π和Ρ都属于这个事物,只要它们确实属于Σ之下的一切事物。而这样一来,Π属于某个Ρ也将被证明。

语法注3 条
  1. 2.22Ὡς τῆς μείζονος προτάσεως ἐν πρώτῳ σχήματι ἀντιστραφείσης ἐγίνετο πρὸ τοῦ μείζονος ἄκρου ὁ μέσος τιθέμενος ἐν τῷ δευτέρῳ σχήματι, οὕτως πάλιν ἐν τῷ τρίτῳ σχήματι κατ’ ἀντιστροφὴν τῆς ἐλάττονος ἐν πρώτῳ σχήματι προτάσεως τοῦ τρίτου σχήματος γεγονότος γίνεται ὁ μέσος μετὰ τὸν ἐλάττονα ἄκρον τὴν θέσιν ἔχων

    Ὡς ... οὕτως 的相关结构。前半部分包含独立属格 τῆς μείζονος προτάσεως ... ἀντιστραφείσης,动词为 ἐγίνετο,分词为 τιθέμενος。后半部分包含另一个独立属格 τοῦ τρίτου σχήματος γεγονότος 以及介词短语 κατ’ ἀντιστροφὴν ...,主节动词为 γίνεται,主语为 ὁ μέσος,分词短语 τὴν θέσιν ἔχων 作表语性修饰。

  2. 2.24παρ’ ἣν ἐγένετο τὸ τοῦ ἀδυνάτου συμπέρασμα

    介词 παρά 接宾格(ἣν 为指代先行词 ἡ ὑπόθεσις 的关系代词),表示原因或根据(“由于该假定”,“因此”)。τὸ τοῦ ἀδυνάτου συμπέρασμα 指“不可能事物的结论”,即归谬法中所导出的荒谬结论。

  3. 2.24λέγει δὲ αὐτὴν τῷ ἐκθέσθαι καὶ ὑπογράφει καὶ δείκνυσι, τίς ὁ τῆς ἐκθέσεως τρόπος

    τῷ ἐκθέσθαι 为定冠词中性与格加不定词,此处表示名称或方式(“称其为‘通过展出’”)。紧接着的 τίς ὁ τῆς ἐκθέσεως τρόπος 是动词 ὑπογράφει 与 δείκνυσι 共用的间接疑问句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:97.31-99.25