← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§96.21-97.30

第三格其余五个式的次序与前提换位

阿佛洛狄西亚的亚历山大按照逻辑次序界定并排列了第三格其余的五个推论(Felapton、Datisi、Disamis、Ferison和Bocardo),指出了亚历山大所立次序与亚里士多德讲授次序的差异,并结合各格从第一格的生成与还原,阐明了在第二格中换位大前提而在第三格中换位小前提的结构性原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.20#3

Μετὰ δὲ τοῦτον ὁ ἐκ καθόλου ἀποφατικῆς τῆς μείζονος καὶ καθόλου καταφατικῆς τῆς ἐλάττονος ἐπὶ μέρους ἀποφατικὸν συνάγων· καὶ γὰρ οὗτος ἀμφοτέρας μὲν ἔχει τὰς προτάσεις καθόλου, ἀλλ’ οὐκ ἀμφοτέρας καταφατικάς. καὶ οὗτος δὲ δείκνυται συνάγων κατ’ ἀντιστροφὴν τῆς ἐλάττονος. τρίτος ὁ ἐκ καθόλου καταφατικῆς τῆς μείζονος καὶ ἐπὶ μέρους καταφατικῆς τῆς ἐλάττονος ἐπὶ μέρους καταφατικὸν συνάγων, καὶ οὗτος κατ’ ἀντιστροφὴν τῆς ἐλάττονος, πρῶτος ὢν τῇ τάξει τοῦ μετ’ αὐτὸν διὰ ὁμοίων τούτων προτάσεων τὸ ἐπὶ μέρους καταφατικὸν συνάγοντος, ὅτι οὗτος μὲν διὰ μιᾶς ἀντιστροφῆς δείκνυται συνάγων τὸ προκείμενον, ὁ δὲ μετ’ αὐτὸν ὁ ἐξ ἐπὶ μέρους καταφατικῆς τῆς μείζονος καὶ καθόλου καταφατικῆς τῆς ἐλάττονος διὰ δύο ἀντιστροφῶν δείκνυται συνάγων τὸ προκείμενον· κατὰ γὰρ τὴν ἀντιστροφὴν τῆς τε μείζονος οὔσης ἐπὶ μέρους καταφατικῆς καὶ τοῦ συμπεράσματος. πέμπτος δ’ ἂν εἴη ὁ ἐκ καθόλου ἀποφατικῆς τῆς μείζονος καὶ ἐπὶ μέρους καταφατικῆς τῆς ἐλάττονος ἐπὶ μέρους ἀποφατικὸν συνάγων δι’ ἀντιστροφῆς τῆς ἐλάττονος, μετ’ ἐκείνους ὢν τὸ ἀποφατικὸν συνάγων, ἔχων καὶ αὐτὸς τὴν ἑτέραν ἐπὶ μέρους πρότασιν. ἕκτου δ’ ἂν ἔχοι τάξιν ὁ 〈ἐξ〉 ἐπὶ μέρους ἀποφατικῆς τῆς μείζονος καὶ καθόλου καταφατικῆς τῆς ἐλάττονος ἐπὶ μέρους ἀποφατικὸν συνάγων οὐκέτι δεικνύμενος δι’ ἀντιστροφῆς· ἀλλὰ καὶ οὗτος διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, ὡς καὶ ὁ τέταρτος ἐν τῷ δευτέρῳ σχήματι ὁ ἔχων καθόλου καταφατικὴν τὴν μείζονα καὶ ἐπὶ μέρους ἀποφατικὴν τὴν ἐλάττονα· διὸ ὥσπερ ἐκεῖνος ἔσχατος ἐν τῷ δευτέρῳ σχήματι, οὕτω δὴ καὶ οὗτος ἐν τῷ τρίτῳ. ἡ μὲν οὖν τάξις αὕτη ἂν εἴη τῶν ἐν τούτῳ τῷ σχήματι συλλογισμῶν. οὐ μὴν ταύτῃ τῇ τάξει καὶ Ἀριστοτέλης ἐπ’ αὐτῶν κέχρηται τὴν παράδοσιν αὐτῶν ποιούμενος, ἀλλὰ ἐνήλλαχεν αὐτήν. Εἰκότως δὲ ἐπὶ μὲν τοῦ δευτέρου σχήματος οἱ δι’ ἀντιστροφῆς δεικνύμενοι συλλογισμοὶ τῆς μείζονος προτάσεως ἀντιστρεφομένης δείκνυνται· καὶ γὰρ ὁ δεύτερος ὁ τὴν μείζονα ἔχων καθόλου καταφατικὴν τὴν δὲ ἐλάττονα καθόλου ἀποφατικὴν κατ’ ἀντιστροφὴν γινόμενος τῆς ἀποφατικῆς, ὅσον ἐπὶ τῇ δείξει,1 τὴν ἐλάττονα κειμένην μείζονα ποιεῖ· διὸ χρείαν ἔχομεν τοῦ καὶ τὸ συμπέρασμα ἐπ’ αὐτοῦ ἀντιστρέψαι, ἵνα σχῶμεν τὸν κείμενον ἐν ταῖς προτάσεσι μείζονα τοῦτον ἐν τῷ συμπεράσματι κατηγορούμενον. ἐν δὲ τῷ τρίτῳ σχήματι ἡ ἐλάττων ἐστὶν ἡ ἀντιστρεφομένη· καὶ γὰρ καὶ ἐν τούτῳ ἐν τῇ συζυγίᾳ τῇ ἐξ ἐπὶ μέρους καταφατικῆς τῆς μείζονος καὶ καθόλου καταφατικῆς τῆς ἐλάττονος ἀντιστρέφεται μὲν ἡ μείζων κειμένη ἐπὶ μέρους καταφατική, ἀλλ’, ὅσον ἐπὶ τῷ συλλογισμῷ, ἐλάττων γίνεται. διὸ πάλιν καὶ ἐπὶ ταύτης τῆς συζυγίας ἐδεήθημεν ἀντιστρέψαι καὶ τὸ συμπέρασμα ὑπὲρ τοῦ τηρῆσαι τὸν κείμενον μείζονα κατηγορούμενον ἐν τῷ συμπεράσματι· ὅσον γὰρ ἐπὶ τῷ συλλογισμῷ τῷ δι’ ἀντιστροφῆς, ἐλάττων ἐγένετο. εἰκότως δ’ ἦν τοῦτο, ὡς ἔφην· ἀφ’ ἧς γὰρ προτάσεως ἑκατέρῳ τῶν σχημάτων ἀντιστραφείσης ἐκ τοῦ πρώτου σχήματος ἡ γένεσις,2 ταύτης ἀντιστρεφομένης πάλιν καὶ ἡ ἀνάλυσις καὶ ἡ ἀναγωγὴ αὐτῶν εἰς τὸ πρῶτον γίνεται σχῆμα, δι’ ἧς ἀναλύσεως δείκνυνται τὸ συλλογιστικὸν ἔχοντες.

在这个[第一推论]之后的是由全称否定的大前提和全称肯定的小前提推导出特称否定[结论]的推论;因为这个推论也具有作为全称的两个前提,但并非两个都是肯定的。并且这个推论也是通过小前提的换位而被证明推导出[结论]的。第三个是由全称肯定的大前提和特称肯定的小前提推导出特称肯定[结论]的推论,这也通过小前提的换位,并且在次序上先于其后通过类似前提推导特称肯定[结论]的推论,因为前一个推论是通过一次换位而被证明推导出所提出的结论,而其后的推论——即由特称肯定的大前提和全称肯定的小前提构成的推论——则是通过两次换位而被证明推导出所提出的结论;因为它是通过既换位特称肯定的大前提、又换位结论的。第五个应当是由全称否定的大前提和特称肯定的小前提通过小前提的换位推导出特称否定[结论]的推论,它排在那些[推导肯定结论的]推论之后推导否定结论,其自身也具有一个特称前提。位列第六的应当是由特称否定的大前提和全称肯定的小前提推导出特称否定[结论]的推论,它不再通过换位法被证明,而是这个推论也通过归谬法被证明,正如第二格中具有全称肯定大前提和特称否定小前提的第四个推论一样;因此,正如那个推论在第二格中是最后一个,这个推论在第三格中也同样如此。那么,该格中推论的次序应当就是这样。诚然,亚里士多德在对它们进行讲授时,并未对它们使用这个次序,而是变更了它。 在第二格的情形中,通过换位被证明的诸推论是在大前提被换位时被证明的,这是合乎情理的;因为具有全称肯定大前提和全称否定小前提的第二推论,随着否定前提的换位而生成,就证明而言,把原本设定的小前提变成了大前提;因此就其而言我们需要把结论也换位,以便让我们在诸前提中被设定为大项的那个项在结论中作为谓项被述说。而在第三格中,被换位的是小前提;因为在这个格中,在由特称肯定大前提和全称肯定小前提构成的结合中,原本设定为特称肯定的大前提虽被换位,但就推论而言,它变成了小前提。因此再次对于这个结合而言,为了保持原本设定的大项在结论中被述说,我们也需要把结论换位;因为就通过换位所得的推论而言,它变成了小项。而正如我所说,这是合乎情理的;因为两个格各自从第一格生成时是由哪个前提换位而来,再次通过这个前提的换位,它们向第一格的分析与还原也得以发生,通过这一分析,它们被证明具有三段论性质。

语法注2 条
  1. 2.20ὅσον ἐπὶ τῇ δείξει

    介词短语 ὅσον ἐπί 搭配与格是表示限定的惯用表达,意为“就……而言”或“在……的范围内”。此处用于将证明程序上的功能性转换(变成大前提)与原本的前提设定(κείμενον)相对比。

  2. 2.20ἀφ’ ἧς γὰρ προτάσεως ἑκατέρῳ τῶν σχημάτων ἀντιστραφείσης ἐκ τοῦ πρώτου σχήματος ἡ γένεσις

    关系代词 ἧς 将其先行词纳入了从句内部(ἀφ’ ἧς προτάσεως,先行词内化)。句子的基本框架由带分词的介词短语(ἀφ' ἧς προτάσεως ἀντιστραφείσης)和省略系动词的名词短语(ἡ γένεσις [ἐγένετο] ἑκατέρῳ τῶν σχημάτων ἐκ τοῦ πρώτου σχήματος)构成,意为“两个格各自从第一格的生成是源自哪个前提被换位”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:96.21-97.30