- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:95.11-96.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大根据第三格源自第一格的继承关系解释了为何在第三格中只有小前提被限定为肯定,并论证了对于第一式(两个全称肯定前提),即使可以通过换位大前提来证明,也不构成独立的推论或结合。
ἐν δὲ τῷ τρίτῳ ὥρισται μόνον ἡ ἐλάττων πρότασις· καταφατικὴ γάρ· τὸ γὰρ μήτε ἀμφοτέρας ἐπὶ μέρους μήτε ἀποφατικὰς εἶναι τῶν τριῶν σχημάτων κοινόν, οὐ τούτου ἴδιον· κοινότερον δὲ καὶ ἐπὶ πλέον τὸ ἔλαττον ὡρισμένον. ἀπήντησε δὲ κατὰ τὸ εὔλογον τοῦ πρώτου σχήματος ἀμφοτέρας ἔχοντος τὰς προτάσεις ὡρισμένας, τὴν μείζονα τῷ ποσῷ (καθόλου γὰρ ἦν) τὴν δὲ ἐλάττονα τῷ ποιῷ (καταφατικὴ γὰρ ἦν), καὶ τὸ τῶν ἄλλων σχημάτων, τοῦ τε δευτέρου λέγω καὶ τοῦ τρίτου, ἑκατέρων τῶν προτάσεων ἀφ’ ἧς ἑκάτερον αὐτῶν ἀντιστραφείσης ἐγένετο, τὸ ἐκείνης ἴδιον φυλάττειν.1 τὸ μὲν γὰρ δεύτερον ἀπὸ τῆς μείζονος ἀντιστραφείσης γεγονὸς τὸ ἐκείνης ἐν ταῖς συλλογιστικαῖς συζυγίαις ἴδιον φυλάττει· καθόλου γὰρ ἔχει καὶ τὸ δεύτερον τὴν μείζονα πρότασιν ἐν ταῖς συλλογιστικαῖς συμπλοκαῖς. τὸ δὲ τρίτον ἀπὸ τῆς ἐλάττονος ἀντιστραφείσης γεγονὸς τὸ ταύτης ἴδιον ἔχει· ὥρισται γὰρ ἐν τούτῳ πάλιν ἡ ἐλάττων, ὡς ἔφαμεν, τῷ καταφατικὴν εἶναι. Ἓξ δὲ ὄντων συλλογισμῶν ἐν τούτῳ τῷ σχήματι πρῶτος μὲν ἂν αὐτῶν εἴη τῇ τάξει ὁ ἐκ δύο καθόλου καταφατικῶν ἐπὶ μέρους καταφατικὸν συνάγων κατὰ ἀντιστροφὴν τῆς ἐλάττονος προτάσεως. δύναται δὲ καὶ τῆς μείζονος ἀντιστραφείσης γενέσθαι, ἀλλὰ δεήσει καὶ τὸ συμπέρασμα ἀντιστρέφειν· διὸ καὶ τοῦτόν τινες τὸν συλλογισμὸν προστιθέντες ὡς ἄλλον τοῦ πρὸ αὐτοῦ ἑπτά φασιν τοὺς ἐν τούτῳ τῷ σχήματι συλλογισμούς. πρώτη δὲ αὕτη ἡ συμπλοκὴ διὰ τὸ καὶ ἐκ καθόλου ἀμφοτέρων εἶναι καὶ καταφατικῶν. ἐπιζητήσαι δ’ ἄν τις, τί δήποτε ἐν τῷ δευτέρῳ σχήματι δύο ἦσαν συμπλοκαὶ συλλογιστικαὶ ἔχουσαι τὴν μὲν ἑτέραν καθόλου ἀποφατικὴν τὴν δ’ ἑτέραν καθόλου καταφατικὴν τῷ ποτὲ μὲν τὴν μείζονα ποτὲ δὲ τὴν ἐλάττονα οὖσαν καθόλου ἀποφατικὴν ἀντιστρέφεσθαι, ἐν δὲ τῷ τρίτῳ σχήματι οὐκέτι λέγονται δύο εἶναι συμπλοκαὶ συλλογιστικαὶ ἐκ δύο καθόλου καταφατικῶν, καίτοι καὶ ἐπὶ τούτων δυναμένης ποτὲ μὲν τῆς ἐλάττονος ποτὲ δὲ τῆς μείζονος ἀντιστρέφεσθαι. ἢ ὅτι2 ἐν μὲν τῷ δευτέρῳ σχήματι τῷ ἀνομοιοσχήμονας εἶναι τὰς προτάσεις ἐξ ἀνάγκης κατὰ τὴν ὑπαλλαγὴν τοῦ καθόλου ἀποφατικοῦ καὶ ἀντιστρέφουσα ἄλλη γίνεται, καὶ ποτὲ μὲν ἡ μείζων ποτὲ δὲ ἡ ἐλάττων, καὶ οὐκ ἐφ’ ἡμῖν ἐστιν, ἣν θέλομεν, ἀντιστρέφειν, ἐπὶ δὲ τοῦ τρίτου σχήματος, ὅταν ὦσιν αἱ δύο καθόλου καταφατικαί, οὐχ ἡ τῶν προτάσεων θέσις αἰτία τοῦ ἄλλοτε ἄλλην αὐτῶν ἀντιστρέφειν· ὁμοία γὰρ ἐκείνῃ τε καὶ ἡ αὐτή [θέσις]· ἀλλ’ ἐφ’ ἡμῖν γίνεται τοῦτο, οὐ παρὰ τῆς συζυγίας ἧκον. διὸ ὁμοίως ἑκατέρας ἀντιστρέφεσθαι δυναμένης τῷ τὴν αὐτὴν θέσιν εἶναι τῶν προτάσεων, ἧς ἀντιστρεφομένης ἡ δεῖξις ἀπεριεργοτέρα, κατὰ ταύτην ὥρισται τὸ τῆς συζυγίας συλλογιστικόν.3 ἔτι αἱ τῶν συλλογισμῶν διαφοραὶ καθ’ ἕκαστον σχῆμα παρὰ τὰς τῶν συζυγιῶν διαφορὰς γίνονται, οὐ παρὰ τὰς τῶν δείξεων. δείκνυται γοῦν ἡ αὐτὴ συμπλοκὴ συλλογιστικὴ οὖσα καὶ δι’ ἀντιστροφῆς καὶ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, ἀλλὰ καὶ τῇ ἐκθέσει· ἀλλ’ οὐ διὰ τοῦτο πλείους οἱ συλλογισμοὶ διὰ τὸ μίαν εἶναι τήν, ἐφ’ ᾗ αἱ διαφέρουσαι δείξεις, συζυγίαν. ὥστε, εἰ μία συζυγία ἡ ἐκ δύο καθόλου καταφατικῶν ἐν τρίτῳ σχήματι, εἷς καὶ συλλογισμός, εἰ καὶ αἱ δείξεις διάφοροι τῷ ἄλλοτε ἄλλην τῶν προτάσεων ἀντιστρέφεσθαι δύνασθαι.
但在第三格中,仅仅小前提是被限定的;因为它是肯定的;因为既非两者皆为特称、亦非两者皆为否定,乃是三个格所共有的,而非此格所特有的;而受到更少限定的东西,是更为普遍且适用范围更广的。并且合乎情理的是,正如第一格所具有的两个前提都是被限定的,大前提在量上被限定(因为它是全称的),小前提在质上被限定(因为它是肯定的),其他诸格,即我所说的第二格和第三格,也各自保持着由其换位而生成它们各自的那个前提的固有特征。因为第二格是由大前提换位而生成的,因而在三段论性的结合中保持着那个大前提的固有特征;因为第二格在三段论性的结合中大前提也是全称的。而第三格是由小前提换位而生成的,因而具有这个小前提的固有特征;因为正如我们所说,在这个格中小前提再次因其是肯定的而被限定。 而在该格的六个推论中,按次序排在第一的推论,应当是通过换位小前提而从两个全称肯定前提推导出特称肯定结论的推论。但通过大前提换位推论也能够产生,只是那时也将需要换位结论;因此有些人把这个推论也作为不同于前一个推论的另一个推论附加进来,声称在该格中的推论有七个。而这个结合之所以是第一位的,是因为两个前提既都是全称的,又都是肯定的。 然而人们也许会追问:究竟为什么在第二格中有两个三段论性的结合,其中一个前提是全称否定,另一个前提是全称肯定,这是由于全称否定前提有时作为大前提、有时作为小前提而被换位;而在第三格中,却不再说有两个由两个全称肯定前提构成的三段论性结合,尽管在这些前提中同样有时小前提、有时大前提能够被换位? 难道不是因为,在第二格中由于诸前提形态不同,随着全称否定的更替,必然换位的前提也变得不同,有时是大前提,有时是小前提,换位我们所意愿的前提并不取决于我们;而在第三格的情形中,当两个前提都是全称肯定时,并不是前提的位置构成了有时换位这个前提、有时换位那个前提的原因(因为位置与那个位置是相似且同一的);相反,这乃是出于我们自身的决断而发生的,并非来自于结合本身?因此,既然由于前提的位置相同,两者同样都能够被换位,那么依凭其换位使得证明更为简省的那个前提,该结合的三段论性质便被规定了下来。 此外,每个格中推论的差异是由于结合的差异而产生的,而不是由于证明的差异。至少,同一个结合被证明是三段论性的,既可以通过换位法,也可以通过归谬法,而且还可以通过外延展示法;但推论并不会因此而变得更多,因为承载着不同证明的结合乃是一个。因此,如果在第三格中由两个全称肯定前提构成的结合是一个,那么推论也是一个,即使由于有时能够换位这个前提、有时能够换位那个前提而使得证明各不相同。
- 2.20ἀπήντησε δὲ κατὰ τὸ εὔλογον τοῦ πρώτου σχήματος ἀμφοτέρας ἔχοντος τὰς προτάσεις ὡρισμένας, ... καὶ τὸ τῶν ἄλλων σχημάτων, τοῦ τε δευτέρου λέγω καὶ τοῦ τρίτου, ἑκατέρων τῶν προτάσεων ἀφ’ ἧς ἑκάτερον αὐτῶν ἀντιστραφείσης ἐγένετο, τὸ ἐκείνης ἴδιον φυλάττειν.
主要动词 ἀπήντησε 支配其后的带有定冠词的不定词短语 καὶ τὸ ... φυλάττειν 作为文法主语,与句首的属格独立结构(τοῦ πρώτου σχήματος ...)相呼应。句中的单数属格分词 ἀντιστραφείσης 与关系代词 ἧς(承接 ἑκατέρων τῶν προτάσεων)一致,ἀφ' ἧς ... ἀντιστραφείσης(“由其换位”)修饰 ἑκάτερον αὐτῶν ἐγένετο。
- 2.20ἢ ὅτι
注解家用来引出对前述疑问(ἐπιζητήσαι δ’ ἄν τις, τί δήποτε...)的解答的惯用表达:“难道是因为……/这是因为……”。在亚里士多德注解文献中常用于为所提出之疑难提供解决方案。
- 2.20ἧς ἀντιστρεφομένης ἡ δεῖξις ἀπεριεργοτέρα, κατὰ ταύτην ὥρισται τὸ τῆς συζυγίας συλλογιστικόν
关系代词 ἧς 以其后的指示代词 ταύτην(即 πρότασιν)为先行词,并构成属格独立结构(ἧς ἀντιστρεφομένης:“当它换位时”)。整句结构为“依凭其换位使得证明更为简省的那个前提,按照它……”。
