← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§94.1-95.11

第三格的定义、位序与六个有效结合

随着亚里士多德转向第三格,亚历山大解释了第三格的定义、中项的位置以及将其置于最后的四个原因,并阐明了因小前提必须肯定这一条件而产生的六个三段论有效结合。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.20#1

" Ὅταν δὲ τῷ αὐτῷ τὸ μὲν παντὶ τὸ δὲ μηδενὶ ὑπάρχῃ." Ἐπὶ τὸ τρίτον μέτεισι σχῆμα. ὁποῖον δ’ ἐστὶ καὶ τίνα τὴν τοῦ μέσου θέσιν ἔχει, διὰ παραδείγματος πάλιν ἐδήλωσε λαβὼν τὰς ἐν τούτῳ τῷ σχήματι ἐκ τῶν καθόλου προτάσεων συζυγίας, ἐν ᾧ ὁ μέσος ἀμφοτέροις ὑπόκειται τοῖς ὅροις. τοιοῦτόν ἐστιν, ὡς ἔφαμεν, τὸ τρίτον σχῆμα. τρίτον δὲ ὂν καὶ τὴν ἐσχάτην τάξιν ἔχον οὕτω τέτακται, ὅτι1 τε ὁ μέσος αἴτιος τῆς τῶν ἄκρων κοινωνίας τὴν ἐσχάτην τάξιν ἔχων ἐν τούτῳ τέτακται, καὶ ὅτι οὐδὲν ἐν αὐτῷ καθόλου συνάγεται, καὶ ὅτι οἱ σοφιστικοὶ συλλογισμοὶ μάλιστα ἐν τούτῳ τῷ σχήματι γίνονται ἀδιόριστα καὶ ἐπὶ μέρους συμπεραινόμενοι, ἔσχατος δὲ τῶν συλλογισμῶν ὁ σοφιστικός, καὶ ὅτι ἑκατέρου σχήματος, τοῦ τε δευτέρου καὶ τοῦ τρίτου, τὴν γένεσιν ἐχόντων ἀπὸ τοῦ πρώτου ἐκ τῆς χείρονος προτάσεως ἡ γένεσις τούτῳ.2 ἑκατέρα γὰρ τῶν ἐν ἐκείνῳ προτάσεων ἀντιστραφεῖσα ποιεῖ τούτων τι τῶν σχημάτων, ὡς ἤδη προειρήκαμεν· τῆς μὲν γὰρ μείζονος ἀντιστραφείσης τὸ δεύτερον ἐγένετο, τῆς δ’ ἐλάττονος τὸ τρίτον, ὥστε, εἰ ἡ γένεσις αὐτοῦ παρὰ τῆς χείρονος τῶν ἐν τῷ πρώτῳ σχήματι προτάσεως (ἡ γὰρ ἐλάττων χείρων, καθ’ ὃ ἐλάττων), εἰκότως καὶ αὐτὸ ἔσχατον. Εἰσὶ δὲ καὶ ἐν τούτῳ τῷ σχήματι, ὥσπεροῦν καὶ ἐν τῷ πρὸ τούτου, αἱ πᾶσαι συζυγίαι ιςʹ ἄνευ τῶν ἐξ ἀδιορίστων προτάσεων· ταύτας γὰρ ὡς ἴσον ταῖς ἐπὶ μέρους δυναμένας παρῃτησάμεθα. συλλογιστικαὶ δ’ ἐν τούτῳ συζυγίαι πλείονες· ἓξ γάρ· τῶν δὲ πρὸ τούτου ἑκάτερον τέσσαρας εἶχε τὰς συλλογιστικάς. τὸ δ’ αἴτιον, ὅτι δεῖ μὲν πάλιν ἐν τούτῳ τῷ σχήματι, εἰ μέλλοι ἔσεσθαι συλλογισμός, τὴν ἐλάττονα πρότασιν καταφατικὴν ἐξ ἀνάγκης εἶναι· εἰ γὰρ ἀποφατικὴ εἴη αὕτη, οὐκ ἂν γένοιτο συλλογισμὸς ἐν τρίτῳ σχήματι· ἡ δὲ μείζων ὅπως ἂν ἔχουσα ληφθῇ, ταύτης οὔσης καταφατικῆς συλλογισμὸς γίνεται, μόνον τοῦτο φυλασσόντων ἡμῶν τὸ μὴ ἀμφοτέρας ἀποφατικὰς ἢ ἐπὶ μέρους εἶναι· ἐκ γὰρ δύο ἐπὶ μέρους οὐδεὶς γίνεται συλλογισμὸς ἐν οὐδενὶ σχήματι, ὥσπερ καὶ ἐξ ἀποφατικῶν δύο. ἡ δὲ μείζων καὶ ἐλάττων πρότασις ὁμοίως ἐν τούτῳ ληφθήσονται, ὡς καὶ ἐν τῷ δευτέρῳ. τούτων δὲ τηρουμένων ἓξ γίνονται συζυγίαι συλλογιστικαί· διὸ τοσαῦται αἱ ἐν τούτῳ τῷ σχήματι συζυγίαι συλλογιστικαί. τῆς γὰρ ἐλάττονος καθόλου μὲν καταφατικῆς οὔσης τέσσαρες ἔσονται συλλογιστικαὶ συζυγίαι τῆς μείζονος ποτὲ μὲν καταφατικῆς καθόλου ἢ ἀποφατικῆς λαμβανομένης ποτὲ δ’ ἐπὶ μέρους ἢ καταφατικῆς ἢ ἀποφατικῆς· εἰ δ’ ἡ ἐλάττων ἐπὶ μέρους εἴη καταφατική, δύο πάλιν συζυγίαι συλλογιστικαὶ τῆς μείζονος καθόλου ἢ καταφατικῆς ἢ ἀποφατικῆς οὔσης. αἴτιον δὲ τοῦ πλείους ἐν τούτῳ γίνεσθαι τῷ σχήματι τὰς συλλογιστικὰς συζυγίας, ὅτι ἐν ἐκείνοις μὲν πλείω ἦν τὰ ὡρισμένα, ἃ ἔδει φυλάσσειν, ἵνα γένηται συλλογιστικὴ συμπλοκή. δύο γὰρ ἦν καὶ ἐν τῷ πρώτῳ καὶ δευτέρῳ σχήματι τὰ ὡρισμένα· ἐν μὲν γὰρ τῷ πρώτῳ ἡ μείζων πρότασις ὥριστο (καθόλου γάρ) καὶ ἡ ἐλάττων (καταφατικὴ γάρ), ἐν δὲ τῷ δευτέρῳ ἥ τε μείζων (καθόλου γάρ) καὶ τὸ μὴ δεῖν ὁμοιοσχήμονας ἀμφοτέρας λαμβάνεσθαι· ἴδιον γὰρ τοῦ δευτέρου τὸ ἐκ δύο καταφατικῶν μηδὲν συνάγειν.

“但是,当对于同一个项,一个属于所有,另一个不属于任何一个时。” 他转向了第三格。至于它是什么样的格,以及中项处于何种位置,他再次通过例子阐明了这一点,即选取了该格中由全称前提构成的诸结合,其中中项作为两个端项的主词。正如我们所说,第三格就是如此。它之所以是第三格并具有最末位次,被如此排列,是因为作为两端项相通的原因的中项在该格中被排列为具有最末位次;也是因为在该格中不能推导出任何全称结论;还因为诡辩式的推论尤其产生于该格中,推导出不定的和特称的结论,而诡辩推论是诸推论中最末等的;并且因为,第二格和第三格各自都是从第一格生成的,而对这一个[第三格]而言,其生成来自于更为低劣的前提。因为正如我们之前已经指出的,第一格中的两个前提各自在换位后都会形成这些格中的某一个;因为大前提换位后便形成了第二格,而小前提换位后则形成了第三格,所以,如果它的生成来自于第一格诸前提中更为低劣的前提(因为小前提在其作为小前提的意义上是更为低劣的),那么自然它自身也是最末尾的。在这个格中,正如在它之前的格中一样,撇开由不定前提构成的结合,全部的结合同样是十六个;因为我们已经将那些不定前提排除在外,认为它们具有与特称前提相等的效力。但是在这个格中,三段论性的结合更多,共有六个;而在它之前的两个格各自只有四个三段论性的结合。其原因在于,在这个格中,如果要有推论产生,小前提同样必须必然是肯定的;因为如果小前提是否定的,在第三格中就不会产生推论;而只要小前提是肯定的,大前提无论被取为何种形式,推论都会产生,只要我们防范两者皆为否定或特称即可;因为无论在哪个格中,从两个特称前提都不能产生任何推论,正如从两个否定前提不能产生任何推论一样。大前提和小前提在该格中的选取方式将与在第二格中相同。在遵守这些条件的情况下,就会产生六个三段论性的结合;因此在该格中三段论性的结合就是这么多。因为当小前提是全称肯定时,大前提有时被取为全称肯定或全称否定,有时被取为特称肯定或特称否定,从而将有四个三段论性的结合;而如果小前提是特称肯定,大前提是全称肯定或全称否定,则又会有两个三段论性的结合。而在该格中三段论性的结合之所以变得更多,原因在于在前面的诸格中,为了产生三段论性的结合而必须遵守的限定条件更多。因为在第一格和第二格中,限定条件都是两个:在第一格中,大前提被限定了(因为它是全称的),小前提也被限定了(因为它是肯定的);而在第二格中,既有大前提被限定了(因为它是全称的),又有两者不可被取为同形这一限定;因为从两个肯定前提不能推导出任何结论,乃是第二格特有的性质。

语法注2 条
  1. 2.20τρίτον δὲ ὂν καὶ τὴν ἐσχάτην τάξιν ἔχον οὕτω τέτακται, ὅτι τε ... καὶ ὅτι ... καὶ ὅτι ... καὶ ὅτι ...

    这是一个长复合句结构,在主节动词 οὕτω τέτακται(“被如此排列”)之后,由 τε ... καί ... καί ... καί 引导了四个并列的 ὅτι 从句来说明原因:(1) 中项处于最末位的主词位置;(2) 不能得出全称结论;(3) 它是得出不定或特称结论的诡辩推论的主要场所;(4) 它生成于第一格中更低劣的前提(小前提)。

  2. 2.20ἑκατέρου σχήματος, τοῦ τε δευτέρου καὶ τοῦ τρίτου, τὴν γένεσιν ἐχόντων ἀπὸ τοῦ πρώτου ἐκ τῆς χείρονος προτάσεως ἡ γένεσις τούτῳ

    短语 ἑκατέρου σχήματος ... ἐχόντων 为独立属格(“在两个格……皆产生于第一格的情况下”)。其后的主句 ἐκ τῆς χείρονος προτάσεως ἡ γένεσις τούτῳ 中省略了系动词 ἐστί,与格 τούτῳ 表示“对于这个[第三]格而言”(所属与格或关涉与格)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:94.1-95.11