← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§92.1-93.31

第二格特称前提的结合与成立条件总结

亚历山大阐明在第二格中大前提为特称且质相同(同为否定或肯定)的结合,以及两个前提皆为特称的结合,都通过反例项被证明是非三段论性的,并总结了第二格成立的充要条件以及通过换位和归谬法完成不完全三段论的途径。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.16

" Ἐὰν δὲ τὸ καθόλου πρὸς τὸ ἔλαττον ἄκρον ᾖ, καὶ τὸ Μ τῷ μὲν Ξ μηδενὶ τῷ δὲ Ν τινὶ μὴ ὑπάρχῃ." Δείξας ἀσυλλογίστους συζυγίας ἐν δευτέρῳ σχήματι τὰς ὁμοιοσχήμονας τὰς ἐχούσας τὸ ἐπὶ μέρους πρὸς τῷ ἐλάττονι τὸ δὲ καθόλου πρὸς τῷ μείζονι νῦν λαμβάνει τὰς ὁμοιοσχήμονας τὰς ἀνάπαλιν ἐχούσας τὸ μὲν ἐπὶ μέρους πρὸς τῷ μείζονι τὸ δὲ καθόλου πρὸς τῷ ἐλάττονι, καὶ τῇ τῶν ὅρων παραθέσει τὸ ἀσυλλόγιστον δείκνυσιν αὐτῶν. αἱ δὲ συζυγίαι αὗται κατ’ ἄμφω ἀσυλλόγιστοι ἐν τῷ σχήματι τούτῳ, διά τε τὸ ὁμοιόσχημον τῶν προτάσεων καὶ διὰ τὸ τὴν μείζονα ἐπὶ μέρους λαμβάνεσθαι. ὅτι δὲ μηδενός εἰσι συλλογιστικαί, ἐλέγχει ἁπλῶς παραθέμενος τοὺς ὅρους, οὐκέτι τῷ τῆς ἐπὶ μέρους ἀδιορίστῳ προσχρώμενος· ὡς γὰρ ἂν ᾖ ἡ μείζων οὖσα ἐπὶ μέρους ἀληθής, ἄν τε διὰ τὴν καθόλου ἄν τε καὶ δι’ αὐτὴν τῷ τὴν ἐπὶ μέρους καταφατικὴν τὴν ὑπεναντίαν αὐτῇ ἀληθῆ εἶναι, ἀσυλλόγιστος γίνεται ἡ συζυγία τῷ ὁμοιοσχημόνων οὐσῶν τῶν προτάσεων ἐν τῷ σχήματι τούτῳ μηδένα γίνεσθαι συλλογισμόν. τοῦ μὲν οὖν παντὶ ὑπάρχειν ὅρους παρατίθεται λευκόν, ζῷον, κόρακα· τὸ γὰρ ζῷον παντὶ κόρακι· τοῦ δὲ μηδενὶ λευκόν, λίθον, κόρακα· ὁ γὰρ λίθος οὐδενὶ κόρακι. τὸ γὰρ λευκὸν καὶ ζῴῳ τινὶ καὶ λίθῳ τινί, κόρακι δὲ οὐδενί.1 ὁμοίως δὲ δείκνυσι, καὶ εἰ ἀμφότεραι ληφθεῖεν καταφατικαί, ἡ δὲ μείζων ἐπὶ μέρους. τοῦ μὲν γὰρ μὴ ὑπάρχειν ὅροι λευκόν, ζῷον, χιών· τὸ γὰρ ζῷον οὐδεμιᾷ χιόνι τοῦ λευκοῦ τινὶ μὲν ζῴῳ ὑπάρχοντος πάσῃ δὲ χιόνι· τοῦ δὲ ὑπάρχειν λευκόν, ζῷον, κύκνος· τὸ γὰρ ζῷον παντὶ κύκνῳ, ὁμοίως τοῦ λευκοῦ ζῴῳ μὲν τινὶ ὑπάρχοντος κύκνῳ δὲ παντί.

“但如果全称的前提是对于较小项的,并且M不属于任何Ξ,但对某个N不属于。” 在指出第二格中同形的、小项的前提为特称而大项的前提为全称的诸结合是非三段论性的之后,他现在选取同形的、反过来大项的前提为特称而小项的前提为全称的诸结合,并通过列举诸项表明它们是非三段论性的。而在该格中,这些结合由于两个原因都是非三段论性的:既因为前提是同形的,也因为大前提被取为特称。关于它们不产生任何推论,他仅通过列举诸项来加以证明,不再利用特称命题的不定性;因为特称的大前提无论以何种方式为真,无论是由于全称命题还是由于它自身(即由于与其成小反对关系的特称肯定命题为真),该结合都由于诸前提为同形时在该格中不产生任何三段论而成为非三段论性的。因此,关于属于所有的,他列举的项是白、动物、乌鸦;因为动物属于所有的乌鸦;而关于不属于任何一个,是白、石、乌鸦;因为石不属于任何乌鸦。因为白对于某种动物和某种石[不属于],但对于乌鸦却不属于任何一个。同样,如果两者都被取为肯定命题而大前提为特称,他也作了证明。因为关于不属于的诸项是白、动物、雪;因为动物不属于任何雪,而白属于某种动物且属于所有的雪;关于属于的,是白、动物、天鹅;因为动物属于所有的天鹅,同样白属于某种动物且属于所有的天鹅。

§2.17

"Ἀλλ’ οὐδ’ εἰ τινὶ ἑκατέρῳ ὑπάρχει ἢ μὴ ὑπάρχει." Εἰπὼν περὶ πασῶν τῶν συζυγιῶν τῶν ἐχουσῶν τὴν ἑτέραν καθόλου τὴν δ’ ἑτέραν ἐπὶ μέρους καὶ δείξας δύο μόνας συλλογιστικὰς ἐν αὐταῖς (αἱ γὰρ τὴν μείζονα καθόλου ἔχουσαι καὶ ἀντικειμένην τὴν ἐπὶ μέρους κατὰ τὸ ποιὸν ἐδείχθησαν συλλογιστικαί, αἱ δ’ ἄλλαι πᾶσαι ἀσυλλόγιστοι, οὖσαι ἕξ) νῦν μέτεισιν ἐπὶ τὰς ἐξ ἀμφοτέρων ἐπὶ μέρους, καὶ περὶ πασῶν αὐτῶν ἅμα ποιεῖται τὸν λόγον, καὶ διὰ τῶν αὐτῶν παραδειγμάτων πασῶν ἐλέγχει τὸ ἀσυλλόγιστον, ὡς ἐποίησεν καὶ ἐπὶ τοῦ πρώτου σχήματος. συγκαταριθμεῖ δὲ καὶ τὰς ἀδιορίστους ταῖς ἐπὶ μέρους ὡς ὁμοίως ἐκείναις ἀσυλλογίστους καὶ ἴσον αὐταῖς δυναμένας καὶ διὰ τῶν αὐτῶν ἐλεγχομένας. εἰπὼν δὲ ἀλλ’ οὐδ’ εἰ τινὶ ἑκατέρῳ ὑπάρχει ἢ μὴ ὑπάρχει, δῆλον ὅτι τῷ ‘ἑκατέρῳ τινί’, προσέθηκε τὸ ἢ μηδετέρῳ παντί,2 τῇ λέξει διαφέρον τοῦ ἑκατέρῳ τινὶ μὴ ὑπάρχειν· ἀμφότερα γὰρ δηλωτικά ἐστι τῶν ἐπὶ μέρους ἀποφατικῶν. οἱ δὲ ὅροι τοῦ μὲν παντὶ ὑπάρχειν λευκόν, ζῷον, ἄνθρωπος, τοῦ δὲ μηδενὶ λευκόν, ζῷον, ἄψυχον· λευκὸν γὰρ καὶ τινὶ ζῴῳ καὶ τινὶ ἀνθρώπῳ ὑπάρχει καὶ οὐχ ὑπάρχει, καὶ τῷ μὲν ἑτέρῳ αὐτῶν τινὶ ὑπάρχει, τῷ δ’ ἑτέρῳ αὐτῶν τινὶ οὐχ ὑπάρχει, καὶ ἀδιορίστως ἑκατέρῳ αὐτῶν καὶ ὑπάρχει καὶ οὐχ ὑπάρχει, καὶ παραλλάξ, καὶ ἐπὶ μὲν τοῦ ἑτέρου ἀδιορίστως ἐπὶ δὲ τοῦ ἑτέρου διωρισμένως ἐπὶ μέρους, καὶ τὸ ζῷον παντὶ ἀνθρώπῳ. ὁμοίως πάλιν τὸ μὲν λευκὸν τῷ τε ζῴῳ καὶ τῷ ἀψύχῳ κατὰ πάσας τάς τε ἐν μέρει καὶ τὰς ἀδιορίστους μεταθέσεις, τὸ 〈δὲ〉 ζῷον οὐδενὶ ἀψύχῳ.

“但如果它属于各方的某个,或者不属于,[也没有三段论产生]。” 在谈论了一个前提为全称而另一个前提为特称的所有结合,并指出其中只有两个是三段论性的之后(因为具有全称大前提且特称前提在质上相对立的结合被证明是三段论性的,而所有其他的六个结合都是非三段论性的),他现在转向由两个特称前提构成的结合,对它们全部一并进行讨论,并通过相同的例子证明它们全部是非三段论性的,正如他在第一格中所做的那样。他也将不定前提与特称前提归为一类,认为它们与特称前提一样是非三段论性的,具有相等效力,并通过相同的诸项被驳斥。在说了“但如果它属于各方的某个,或者不属于”之后,显然〔是指不属于〕“各方的某个”,他补充了“或者不属于两者中任何一个的全部”,这在措辞上不同于“不属于各方的某个”;因为这两者都表示特称否定。关于属于所有的,诸项是白、动物、人;关于不属于任何一个,诸项是白、动物、无生命物;因为白既属于某种动物和某个人,也不属于,并且属于它们中之一的某个,而不属于它们中另一个的某个,并且不定地属于也不属于它们两者,以及交替地,对于其中之一是不定地,而对于另一个是在确定的特称意义上[属于也不属于],而动物属于所有的人。同样,白在所有特称和不定的置换下都〔属于也不属于〕动物和无生命物,而动物不属于任何无生命物。

§2.18

"Φανερὸν οὖν ἐκ τῶν εἰρημένων, ὅτι, ἐάν τε οὕτως ἔχωσιν οἱ ὅροι πρὸς ἀλλήλους, ὡς ἐλέχθη, γίνεται συλλογισμὸς ἐξ ἀνάγκης, ἄν τε ᾖ συλλογισμός, ἀνάγκη τοὺς ὅρους οὕτως ἔχειν." Δεῖ προσυπακούειν πάλιν τὸ ‘ἐν δευτέρῳ σχήματι’· οὐ γὰρ ἁπλῶς, ἂν ᾖ καθόλου ἀποφατικὸς συλλογισμὸς ἢ ἐπὶ μέρους ἀποφατικός, δεῖ τὰς προτάσεις οὕτως ἔχειν· καὶ γὰρ ἐν πρώτῳ σχήματι συλλογισμοὶ τούτων, οὐκ ἐν δευτέρῳ μόνον.

“因此从所说的话中显而易见:如果诸项彼此之间具有如所说的那种关系,必然产生推论;而如果有推论,诸项必然具有这种关系。” 人们必须再次补充理解“在第二格中”;因为并非不加限定地只要存在全称否定推论或特称否定推论,诸前提就必须具有这种关系;因为这些[结论]的推论在第一格中也存在,而不仅仅在第二格中。

§2.19

"Ἢ ἐνυπάρχει τοῖς ὅροις ἐξ ἀνάγκης ἢ τίθενται ὡς ὑποθέσεις." Ἐξ ἀνάγκης μὲν ἐνυπάρχει τοῖς ὅροις καὶ ταῖς προτάσεσι ταῖς κειμέναις τὸ τῶν ἀντιστροφῶν, αἷς πρὸς τὴν τελείωσιν τῶν συλλογισμῶν προσεχρησάμεθα,3 ἐν οἷς ἡ δεῖξις δι’ ἀντιστροφῆς· αἱ γὰρ τῶν προτάσεων ἀντιστροφαὶ ἐνυπάρχουσι ταῖς εἰλημμέναις προτάσεσι. τίθενται δὲ ὡς ὑποθέσεις, αἷς χρώμεθα πρὸς τὴν τῶν ἀτελῶν συλλογισμῶν δεῖξιν ἐν ταῖς εἰς ἀδύνατον ἀπαγωγαῖς, ὡς καὶ αὐτὸς ἐδήλωσε. τὸ γὰρ ἀντικείμενον, οὗ δείκνυμεν, ὑπόθεσιν λαβόντες, οὕτως τοῦ ἀδυνάτου συλλογισμὸν ποιήσαντες καὶ συναγωγήν, διὰ τούτου τὴν ὑπόθεσιν ἀνελόντες κατασκευάζομεν αὐτῆς τὸ ἀντικείμενον, ὃ ἦν προκείμενον. δῆλον δὲ καὶ ὅτι πάντα τὰ ἐν τούτῳ τῷ σχήματι συμπεράσματα ἀποφατικά.

“或者必然内在属于诸项,或者作为假设被设定。” 对于推论的完成而言我们另外使用的换位规则,在那些通过换位进行证明的推论中,是必然内在属于所设定的诸项和诸前提的;因为前提的换位内在属于所取的前提。而正如他自己所表明的,我们在归谬法中用来证明不完全三段论的那些,则是作为假设被设定的。因为我们把所要证明命题的对立命题取作假设,由此形成不可能结论的三段论和推导,通过这一步骤否定假设,从而确立其对立命题,即最初提出的课题。同样显而易见的是,在这个格中的所有结论都是否定性的。

语法注3 条
  1. 2.16τὸ γὰρ λευκὸν καὶ ζῴῳ τινὶ καὶ λίθῳ τινί, κόρακι δὲ οὐδενί

    此处承前省略了否定动词 οὐχ ὑπάρχει(不属于)。对应于前文引文(27b28,中项不属于大项的某个),指白不属于某种动物和某种石头,并且不属于任何乌鸦。

  2. 2.17προσέθηκε τὸ ἢ μηδετέρῳ παντί

    指亚里士多德在 27b37–38 接着补充的词句(ἢ μηδετέρῳ παντί)。亚历山大指出,亚里士多德在 27b36(ἢ μὴ ὑπάρχει[ἑκατέρῳ τινί])之后又补充了“或者不属于两者中任何一个的全部”,这在措辞上虽异于“不属于各方的某个”,但实质上均表示特称否定。

  3. 2.19τὸ τῶν ἀντιστροφῶν, αἷς πρὸς τὴν τελείωσιν τῶν συλλογισμῶν προσεχρησάμεθα

    中性冠词短语 τὸ τῶν ἀντιστροφῶν 作主语。阴性关系代词 αἷς 的先行词为隐含的 ἀντιστροφαῖς(换位),后文通过 αἱ γὰρ τῶν προτάσεων ἀντιστροφαί 阐明换位规则本身必然内在属于前提之中。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:92.1-93.31