← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§90.6-91.33

对赫尔米努斯观点的批判与无效结合的驳斥法

亚历山大驳斥了赫尔米努斯的观点,后者认为可以通过推导出矛盾对立的结论(不属于任何一个与属于某个)来证明结合的非三段论性。亚历山大通过归谬法的协调性以及特称命题的不定性,论证了唯有亚里士多德列举全称肯定与全称否定的方法才能真正驳斥无效结合。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.15#3

συγχωρηθήσεται μὲν γὰρ τούτων μηδέτερον συνάγεσθαι συλλογιστικῶς, διότι ἐστὶν ἀλλήλων ἀναιρετικά, ἐρεῖ μέντοι τις, ὅσον ἐπὶ τοῖς κειμένοις,1 δύνασθαι συνάγεσθαι ἐπὶ μέρους ἀποφατικόν· τὸ γὰρ ἐπὶ μέρους ἀποφατικὸν ὑπ’ οὐδετέρου τῶν προειρημένων ἀναιρεῖται. τὰ γὰρ εἰς ἔλεγχον ἀσυλλογίστου συζυγίας παρατιθέμενα οὐ μόνον αὐτὰ δεῖ μὴ δύνασθαι συνυπάρχειν ἀλλήλοις ἀλλὰ καὶ πάντων εἶναι ἀναιρετικὰ τῶν συλλογιστικῶς δείκνυσθαι δυναμένων. τὸ δὴ ἐπὶ μέρους ἀποφατικὸν πῶς ἂν διαβληθείη, εἰ μὴ εἴη ὕλης εὐπορῆσαι τοῦ παντί; ἔτι καὶ ἐν ταῖς ὁμολογουμέναις συλλογιστικαῖς συζυγίαις ἔστιν εὑρεῖν συναγομένην ἀντίφασιν. ἢ οὖν κἀκείνας ἀσυλλογίστους ἐροῦμεν, ἢ οὐδὲ αὕτη διὰ τοῦτ’ ἀσυλλόγιστος. ἰδοὺ γὰρ ἐν τῷ πρώτῳ σχήματι οὔσης συλλογιστικῆς συζυγίας τῆς ἐκ καθόλου ἀποφατικῆς τῆς μείζονος καὶ ἐπὶ μέρους καταφατικῆς τῆς ἐλάττονος ἐχούσης ἐπὶ μέρους ἀποφατικὸν συμπέρασμα ἔστιν ὅρων εὐπορῆσαι καὶ τοῦ μηδενὶ καὶ τοῦ τινί· ἄνθρωπος γὰρ οὐδενὶ ἵππῳ, ἵππος τινὶ τετράποδι, ἄνθρωπος οὐδενὶ τετράποδι· τοῦ δὲ τινί· χιὼν οὐδενὶ κύκνῳ, κύκνος τινὶ λευκῷ, χιὼν τινὶ λευκῷ. καὶ ἐν τῇ τὴν μείζονα δὲ ἐχούσῃ καθόλου καταφατικὴν ἔστι λαβεῖν ὅρους καὶ τοῦ παντὶ καὶ τοῦ τινὶ μή· τοῦ μὲν παντὶ οὐσία, ζῷον, ἄνθρωπος, τοῦ δὲ τινὶ μὴ οὐσία, ζῷον, λευκόν. ἀλλὰ κἂν λαβόντες τὴν ἐκκειμένην συζυγίαν τὴν ἔχουσαν τὴν μείζονα καθόλου ἀποφατικὴν ὑποθώμεθα τὸ πρῶτον τινὶ τῷ τρίτῳ ὑπάρχειν, οὐδὲν ἀδύνατον ἀπαντᾷ, ὥστε οὐκ ἀναιρεῖται τὸ τινί· ἐδείχθη δέ, ὅτι καὶ μηδενί. Καὶ πῶς, φασίν, οὐκ ἀναιρεθήσεται ἡ δι’ ἀδυνάτου δεῖξις, εἰ ἐν συλλογιστικῇ συζυγίᾳ δύναιτο δείκνυσθαι τὰ ἀντικείμενα; οὐ γὰρ τοῦτο μόνον ἔσται συναγόμενον ἔτι, οὗ τὸ ἀντικείμενον ἀδύνατον, ἀλλὰ καὶ ἄλλο τι, οὗ οἷόν τε δείκνυσθαι καὶ τὸ ἀντικείμενον. οὗ ὄντος οὐκέτ’ ἂν ἡ δι’ ἀδυνάτου δεῖξις χώραν ἔχοι. εἰ γὰρ ἐν τῇ συζυγίᾳ τῇ συναγούσῃ ἐπὶ μέρους καταφατικὸν ἐν πρώτῳ σχήματι δύναται καὶ καθόλου καταφατικὸν καὶ ἐπὶ μέρους ἀποφατικὸν συνάγεσθαι (οὐδέτερον δὲ τούτων οἷόν τε δειχθῆναι διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς λαβόντων καὶ ὑποθεμένων τὸ ἀντικείμενον τοῦ ἐπὶ μέρους καταφατικοῦ), διαβάλλοιτ’ ἂν ἡ συναγωγὴ ὡς οὐ χρήσιμος. ἔτι δοκεῖ μὲν πάσης συλλογιστικῆς συμπλοκῆς δείκνυσθαι τὸ συμπέρασμα καὶ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, τοῦτο δ’ οὐχ οἷόν τε εἶναι, ἐν ᾗ τὰ ἀντικείμενα ἀλλήλοις συνάγεται· οὐδέτερον γὰρ τῶν ἀντικειμένων ἐπ’ αὐτῆς ἀδύνατον. ἢ οὖν οὐδεμία συμπλοκὴ συλλογιστικὴ συνάγεται συλλογιστικῶς, ἢ οὐ καὶ τὸ ἀντικείμενον οἷόν τε ἀληθὲς εἶναι. οὐδὲ τοῦτο τὸ παρ’ ἡμῶν εἰρημένον·2 διὸ οὐκ ἀναιρεῖται ἡ διὰ τοῦ ἀδυνάτου δεῖξις. μόνον γὰρ συνάγεται τοῦτο συλλογιστικῶς, οὗ τὸ ἀντικείμενον ἀδύνατον· οὐ μὴν ἀδύνατον ἄλλων τινῶν παρὰ τὸ συλλογιστικῶς δεικνύμενον ἀντικειμένων ἀλλήλοις ἐπὶ τινῶν ὑλῶν γίνεσθαι καὶ ἐν αὐτοῖς συναγωγὴν οὐκέτι συλλογιστικῶς, ὧν ὑποκειμένων οὐδὲν ἀδύνατον ἀπαντᾷ συνάγεσθαι. ἐν γὰρ τῇ τὸ ἐπὶ μέρους καταφατικὸν συναγούσῃ τοῦ μὲν τούτῳ ἀντικειμένου ἀδύνατον ὅρων εὐπορῆσαι· ἔστι δὲ τοῦτο τὸ μηδενί. τοῦ μέντοι παντὶ καὶ τινὶ μὴ οὐκ ἀδύνατον, ὧν οὐδέτερον οὔτε ἀντίκειται τῷ τινὶ οὔτε δείκνυται συλλογιστικῶς συναγόμενον· οὔτε 〈γὰρ〉 τοῦ καθόλου καταφατικοῦ ὑποτεθέντος συνάγεσθαι τι ἀδύνατόν τι ἕπεται οὔτε τοῦ ἐπὶ μέρους ἀποφατικοῦ· μόνου δὲ τοῦ ἀντικειμένου τῷ ἐπὶ μέρους καταφατικῷ ὑποτεθέντος τὸ ἀδύνατον ἕπεται· τοῦτο γὰρ ἦν τὸ ἑπόμενον συλλογιστικῶς. Ἡ δεῖξις οὖν, ᾗ χρῆται Ἑρμῖνος, οὐχ ἱκανὴ διαβάλλειν συζυγίαν καὶ ἀσυλλόγιστον ἀποφῆναι. διὸ εὐλόγως Ἀριστοτέλης ἐλέγχει τὰς ἀσυλλογίστους μόνῃ τῇ τοῦ παντὶ καὶ μηδενὶ παραθέσει· ἐν γὰρ τούτοις οὐδὲν οἷόν τε δείκνυσθαι συλλογιστικῶς τῷ παντὸς τοῦ λαμβανομένου συνάγεσθαι συλλογιστικῶς εὑρίσκεσθαι τὸ ἀναιρετικὸν καὶ ἀντικείμενον ἐφ’ ὕλης τινὸς γινόμενον ἀληθές.3 καθόλου δέ, ἐν αἷς συζυγίαις συλλογιστικαῖς τοῦ ἐπὶ μέρους ἐστὶ συμπέρασμα, τῷ τὸ ἐπὶ μέρους ἀορίστως ἀληθὲς εἶναι (καὶ γὰρ μετὰ τῆς καθόλου, ὑφ’ ἥν ἐστιν, ἀληθὴς ἡ ἐπὶ μέρους καὶ μετὰ τῆς ἑαυτῇ ὑπεναντίας) καθ’ ἑκατέρους τοὺς τρόπους ἀληθῆ λαμβάνοντες αὐτὴν ποτὲ μὲν εὐπορήσομεν ὅρων δεικνύντων τὸ καθόλου, ὑφ’ ὅ ἐστιν ἡ λαμβανομένη ἐπὶ μέρους, ποτὲ δὲ τοῦ ὑπεναντίου τῷ εἰλημμένῳ καὶ συνηγμένῳ ἐπὶ μέρους, ὃ οὐδαμῶς ἀναιρετικόν ἐστι τοῦ ὑπεναντίου αὐτῷ ἐπὶ μέρους.

因为诚然会承认这两者[不属于任何一个与属于某个]中没有哪一个是通过推论得出的,因为它们是互相推翻的,但有人会说,仅就所设定的诸前提而言,特称否定命题是能够被推导出来的;因为特称否定命题不被上述两者中的任何一个所推翻。因为为驳斥非三段论性结合而提出的命题,不仅它们自身必须不能彼此共存,而且还必须推翻所有能够通过推论被证明的命题。既然如此,如果不容易找到属于所有的材料,特称否定命题又怎能被驳斥呢?此外,即使在公认的三段论性结合中,也可以发现推导出了矛盾关系。因此,我们要么说那些结合也是非三段论性的,要么本结合也不能因此说是非三段论性的。因为看哪:在第一格中,由全称否定的大前提和特称肯定的小前提构成的三段论性结合具有特称否定的结论,但人们不仅容易找到用于不属于任何一个的各项,而且也容易找到用于属于某个的各项;因为人不属于任何马,马属于某种四足动物,人不属于任何四足动物;而关于属于某个:雪不属于任何天鹅,天鹅属于某种白物,雪属于某种白物。而在具有全称肯定的大前提的结合中,既可以取用于属于所有的各项,也可以取用于不属于某个的各项:用于属于所有的,是实体、动物、人;用于不属于某个,是实体、动物、白物。但是,即使取所给出的具有全称否定大前提的结合,并假定第一项属于第三项的某个,也不会产生任何不可能性,因而属于某个并没有被推翻;而已经证明,不属于任何一个也是成立的。 “那么,”他们说,“如果在三段论性结合中对立的诸命题能够被证明,归谬法的证明怎能不被推翻呢?因为不再仅仅是那个其对立命题为不可能的命题被推导出来,而且还有另外某个其对立命题也能够被证明的命题被推导出来。若果真如此,归谬法的证明就将不再有立足之地。因为如果在第一格中推导出特称肯定命题的结合中,全称肯定和特称否定都能够被推导出来(而对于那些设定并假定特称肯定命题的对立命题的人来说,这两者中没有哪一个能通过归谬法被证明),那么这种推导就会被驳斥为毫无用处。此外,每个三段论性结合的结论似乎也都能通过归谬法被证明,但在推导出彼此对立的诸命题的结合中,这是不可能的;因为就它而言,对立的命题没有一个是不可能的。因此,要么没有任何三段论性结合是通过推论被推导出的,要么对立的命题不可能也为真。” 然而我们所说的也并非如此;因此归谬证明并没有被推翻。因为唯独那个其对立命题为不可能的命题才是通过推论被推导出的;然而,在通过推论证明的命题之外,其他某些彼此对立的命题在某些材料上也在它们之中产生推导(不再是通过推论),并且在假定它们时并不产生任何不可能的推导,这绝非不可能。因为在推导出特称肯定的结合中,要在与此对立的命题上容易找到各项是不可能的;而这就是不属于任何一个。然而,在属于所有的和不属于某个上却不是不可能的,这两者中没有哪一个与属于某个对立,也没有哪一个被证明是通过推论推导出的;因为无论假定全称肯定被推导出来,还是假定特称否定被推导出来,都不会随之产生任何不可能的结论;唯独当假定与特称肯定对立的命题时,不可能的结论才会随之产生;因为这才是通过推论随之而来的。 因此,赫尔米努斯所使用的证明不足以驳斥结合并宣布其为非三段论性的。所以,亚里士多德仅通过列举属于所有的和不属于任何一个来驳斥非三段论性的结合,是完全合乎情理的;因为在这些之中,无法通过推论证明任何结论,这是因为对于被取作通过推论推导出的任何命题,都会发现推翻它并与其对立的命题在某种材料上成为真。一般而言,在结论为特称命题的三段论性结合中,由于特称命题是不定地为真的(因为特称命题既与它所从属的全称命题一同为真,也与其自身的成小反对关系的命题一同为真),所以当我们以这两种方式取其为真时,我们有时会容易找到表明所取特称命题所从属的全称命题的诸项,有时则会容易找到表明与所取并推导出的特称命题成小反对关系的命题的诸项,而这个命题绝不推翻与其成小反对关系的特称命题。

语法注3 条
  1. 2.15ὅσον ἐπὶ τοῖς κειμένοις

    短语 ὅσον ἐπί 搭配与格,表示“就……而言”或“在……的范围内”。在此 τοῖς κειμένοις 指所设定(作为前提)的命题。

  2. 2.15οὐδὲ τοῦτο τὸ παρ’ ἡμῶν εἰρημένον

    省略了系动词 ἐστί,意为“我们所说的也并不是这种情况”。这是对前句反对者所提出的两难困境(“要么三段论不能推导,要么对立命题不能为真”)的否定。

  3. 2.15τῷ παντὸς τοῦ λαμβανομένου συνάγεσθαι συλλογιστικῶς εὑρίσκεσθαι τὸ ἀναιρετικὸν καὶ ἀντικείμενον ἐφ’ ὕλης τινὸς γινόμενον ἀληθές

    由带冠词不定式与格 τῷ εὑρίσκεσθαι 构成的表原因结构。不定式的主语是宾格的 τὸ ἀναιρετικὸν καὶ ἀντικείμενον,而 παντὸς τοῦ λαμβανομένου συνάγεσθαι συλλογιστικῶς 作为属格修饰它(表客观对象)。γινόμενον ἀληθές 是充当表语的分词。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:90.6-91.33