- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:88.16-90.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
通过利用特称前提的不定性列出属于所有和不属于任何一个的各项,论证大前提全称、小前提特称结合的非三段论性。随后他给出借助外延抽出法的证明,并开始批判赫尔米努斯等人认为仅指出矛盾对立即可驳斥结合的主张。
τοῦ μὲν γὰρ μηδενὶ ὑπάρχειν ὅρων εὐπορεῖ· λευκὸν γὰρ ἐπὶ τοῦ Μ τίθησι, κύκνον ἐπὶ τοῦ Ν, λίθον ἐπὶ τοῦ Ξ· τὸ γὰρ λευκὸν κύκνῳ μὲν παντὶ λίθῳ δέ τινι, καὶ κύκνος οὐδενὶ λίθῳ. τοῦ δὲ παντὶ οὐκέτι, ἂν ᾖ ἡ ἐπὶ μέρους καταφατικὴ οὕτως εἰλημμένη ὡς συναληθευομένη τῇ ἐπὶ μέρους ἀποφατικῇ. ἀποφατικῆς γὰρ οὔσης πάλιν τῆς ἐλάττονος ἐπὶ μέρους καὶ καταφατικῆς καθόλου τῆς μείζονος ἐν τούτῳ τῷ σχήματι συνάγεται ἐπὶ μέρους ἀποφατικὸν συμπέρασμα συλλογιστικῶς, ὡς δέδεικται. ὄντος δὴ ἀληθοῦς τοῦ τινὶ μὴ ἐν τῇ τοιαύτῃ συζυγίᾳ ἀδύνατον εὐπορῆσαι ὅρων τοῦ παντί· ἀναιρεθήσεται γὰρ οὕτως καὶ διαβληθήσεται ἡ συλλογιστικὴ συζυγία· εἰ γὰρ παντὶ ὑπάρχοι, καὶ ᾧ ᾧτινι συλλογιστικῶς ἐδείχθη μὴ ὑπάρχον, ὑπάρχοι ἄν.1 οὕτως μὲν οὖν ἀληθοῦς οὔσης τῆς ἐπὶ μέρους καταφατικῆς οὐχ οἷόν τ’ εὐπορῆσαι πάλιν ὅρων τοῦ παντὶ τὸ Ν τῷ Ξ ὑπάρχειν. εἰ γὰρ τὸ Ν παντὶ τῷ Ξ, εἴη δὲ καὶ τὸ Μ παντὶ τῷ Ν, τὸ Μ παντὶ τῷ Ξ ὑπάρξει· ἀλλ’ ἔκειτο τινὶ μὴ ὑπάρχειν· οὕτως γὰρ ἦν ἀληθὴς ἡ Μ Ξ ἐπὶ μέρους οὖσα καταφατική. ἀλλ’ ἐπεὶ ἀδιόριστον τὸ ἀληθὲς τῆς ἐπὶ μέρους καταφατικῆς (οὐ γὰρ μόνον τότε ἀληθής ἐστιν, ὅτε καὶ ἡ ὑπεναντία αὐτῇ ἀληθής, ἀλλὰ καὶ ὅτε ἡ καθόλου καταφατική, ὑφ’ ἣν ἔστιν), ὅταν οὕτως ληφθῇ ἀληθὴς εἶναι ὡς διὰ τὴν καθόλου, ὑφ’ ἣν ἐστι, καὶ ἐπὶ τοιούτων διαβληθήσεται ἡ συζυγία ὅρων, ὡς ἤδη διεβλήθη. ἐκ δύο γὰρ καθόλου καταφατικῶν ὅτι μηδὲν συνάγεται ἐν τούτῳ τῷ σχήματι, ἐδείχθη, ὥστε διὰ τοῦτο οὐδ’ εἰ ἡ ἑτέρα μὲν καθόλου καταφατικὴ ληφθείη ἡ δ’ ἑτέρα ἐπὶ μέρους καταφατική, οὐδὲν συναχθήσεται. ἐπ’ ἀμφοτέρων γὰρ ἀληθὴς γίνεται ἡ ἐπὶ μέρους καταφατικὴ καὶ τῆς καθόλου καταφατικῆς οὔσης ἀληθοῦς καὶ τῆς ὑπεναντίας ταύτῃ. αὔταρκες δὲ πρὸς δεῖξιν ἀσυλλογίστου συζυγίας τὸ κἂν ποτὲ καὶ ἐπὶ τινὸς ὕλης εὐπορῆσαι δεικνυούσης καὶ παντὶ καὶ μηδενί. ὅροι τοῦ παντὶ τὸ Ν τῷ Ξ οὐσία, ζῷον, ἄνθρωπος· ἡ γὰρ οὐσία παντὶ ζῴῳ καὶ τινὶ ἀνθρώπῳ, ὅτι καὶ παντί. Τῷ ἀδιορίστῳ τῆς ἐπὶ μέρους προτάσεως προσχρησάμενος ἤδη καὶ ἐπὶ τοῦ πρώτου σχήματος ἔδειξεν ἀσυλλόγιστον τὴν ἐκ καθόλου ἀποφατικῆς τῆς μείζονος καὶ ἐπὶ μέρους ἀποφατικῆς τῆς ἐλάττονος. ἀλλ’ ἐκεῖ μὲν καὶ τῇ ἐκθέσει προσχρησάμενος ἤλεγξε τὴν οὕτως ἔχουσαν συζυγίαν· ἐνταῦθα δὲ ἠρκέσθη τῷ ἀδιορίστῳ τῆς ἐπὶ μέρους. ἔνεστι μέντοι καὶ ἐπὶ τῶν προειρημένων συμπλοκῶν δεῖξαι ἐπὶ ὅρων καὶ διὰ τῆς ἐκθέσεως τὸ ἀσυλλόγιστον αὐτῶν, εἰ μὲν ἀμφότεραι εἶεν ἀποφατικαί, λαβόντας ὅρους ἐπιστήμην, κακίαν, ἕξιν. ἐπιστήμη γὰρ οὐδεμία μὲν κακία, τινὶ δὲ ἕξει οὐχ ὑπάρχει· καὶ οἷς οὐχ ὑπάρχει τῆς ἕξεως ἡ ἐπιστήμη, εἰλήφθωσαν ἀνδρεία καὶ δειλία· οὐ γὰρ ἐπιστῆμαι αἱ ἀρεταί· κακία δὴ οὐδεμιᾷ μὲν ἀνδρείᾳ πάσῃ δὲ δειλίᾳ. ἀλλὰ κἂν ληφθῇ ἡ ἀρετὴ οὐδεμιᾷ κακίᾳ καὶ ἡ ἀρετὴ τινὶ ἕξει οὔ, καὶ οἷς τῆς ἕξεως ἡ ἀρετὴ οὐχ ὑπάρχει, [εἰ] ληφθῇ ἡ ἰατρικὴ καὶ ἡ δειλία, καὶ ἡ κακία πάσῃ μὲν δειλίᾳ οὐδεμιᾷ δὲ ἰατρικῇ. εἰ δὲ εἶεν ἀμφότεραι καταφατικαί, ἔστωσαν ὅροι ἕξις, ἐπιστήμη, ποιότης· ἡ γὰρ ἕξις πάσῃ μὲν ἐπιστήμῃ τινὶ δὲ ποιότητι· καὶ οἷς ἡ ἕξις τῆς ποιότητος ὑπάρχει, εἰλήφθω ἀκολασία καὶ γραμματική· ἐπιστήμη γὰρ πάσῃ μὲν γραμματικῇ οὐδεμιᾷ δὲ ἀκολασίᾳ. ὁ αὐτὸς λόγος, κἂν ληφθῇ οὐσία παντὶ μὲν ζῴῳ τινὶ δὲ λευκῷ· καὶ οἷς ὑπάρχει λευκοῖς ἡ οὐσία, ληφθεῖεν κύκνος καὶ χιών· ζῷον γὰρ παντὶ μὲν κύκνῳ χιόνι δὲ οὐδεμιᾷ. Ἀριστοτέλης μὲν οὖν οὕτως διέβαλε τὰς προειρημένας συζυγίας, ὅτι ἀσυλλόγιστοι, τῷ εὐπορῆσαι ὕλης καὶ τοῦ παντὶ καὶ τοῦ μηδενί· ἱκανὴν γὰρ ταύτην ἡγεῖται διαβολὴν ἀσυλλογίστου συζυγίας. τὸ δὲ ἡγεῖσθαι δύνασθαι διαβάλλεσθαι τὰς προειρημένας συζυγίας, κἂν δείξῃ τις, ὅτι μηδενὶ καὶ τινὶ τὸ Ν τῷ Ξ, διότι ἀντιφάσεις ταῦτα, ὡς ἄλλοι τέ τινες τῶν ἀρχαίων καὶ Ἑρμῖνος δὲ λέγει, (“ἐφ’ ἧς γὰρ συζυγίας, φησί, τὴν ἀντίφασιν ἔνεστι συναγομένην δεῖξαι, εὔλογον ταύτην μηδὲν ἔλαττον ἀσυλλόγιστον λέγειν τῆς, ἐν ᾗ τὰ ἐναντία συνάγεται· ἀσυνύπαρκτα γὰρ καὶ ταῦτα ὁμοίως ἐκείνοις”) καὶ παρατίθεσθαι ὅρους τοῦ τινὶ ἄψυχον, ἔμψυχον, σῶμα σάρκινον (τὸ γὰρ ἄψυχον ἐμψύχῳ οὐδενί, σώματι δὲ σαρκίνῳ ἢ καὶ ἁπλῶς σώματι τινι οὐχ ὑπάρχει, τὸ ἔμψυχον τινὶ σαρκίνῳ σώματι καὶ ἁπλῶς τινὶ σώματι ὑπάρχει), τοῦτο δὴ οὐδαμῶς ὑγιὲς οὐδὲ αὔταρκες εἰς συζυγίας διαβολήν.2
因为,一方面他在不属于任何一个上容易找到诸项;他在Μ上设定白,在Ν上设定天鹅,在Ξ上设定石头;因为白一方面属于所有的天鹅,另一方面属于某个石头,而天鹅不属于任何石头。但在另一方面,若特称肯定命题是以与特称否定命题同时为真的方式被取,他便不再容易找到属于所有的[诸项]。因为当在这个格中小前提再次为特称否定而大前提为全称肯定时,正如已被证明的,通过推论必然推导出特称否定的结论。既然在这样的结合中“不属于某个”为真,便不可能容易找到属于所有的各项;因为若是如此,三段论性的结合就会被推翻和驳斥;因为如果它属于所有的,那么它甚至也会属于通过推论证明它不属于的那个某物。因此,当特称肯定命题如此为真时,就无法再次容易找到使Ν属于所有的Ξ的诸项。因为如果Ν属于所有的Ξ,并且Μ也属于所有的Ν,那么Μ就将属于所有的Ξ;但原先设定它不属于某个;因为作为特称肯定的Μ Ξ原本是以那种方式为真的。但是,由于特称肯定命题的真理性是不确定的(因为它不仅在与其成小反对关系的命题为真时是真的,而且在它所从属的全称肯定命题为真时也是真的),所以当它被取作是由于其所从属的全称命题而为真时,该结合也将在此类项上被驳斥,正如已被驳斥的那样。因为已经证明,在这个格中从两个全称肯定前提推导不出任何结论,所以正因如此,即使一个被取为全称肯定而另一个被取为特称肯定,也不会推导出任何结论。因为在这两种情况下特称肯定命题都成为真的,不论是在全称肯定命题为真时,还是在与其〔特称肯定命题〕成小反对关系的命题为真时。而为了证明一个非三段论性的结合,哪怕只是在某个时候以及在某种材料上能够容易找到既表明属于所有的又表明不属于任何一个的各项,就已足够。用于Ν属于所有的Ξ的各项是实体、动物、人;因为实体属于所有的动物,并且属于某个人,因为其也属于所有的人。 通过进一步利用特称前提的不定性,他此前在第一格中也已经证明了由全称否定的大前提和特称否定的小前提构成的结合是非三段论性的。但在那里他通过进一步利用外延抽出法驳斥了具有如此形式的结合,而在这里他仅满足于特称命题的不定性。然而,在上述诸结合中,同样可以通过诸项以及通过外延抽出法来证明它们的非三段论性:如果两者皆为否定,则取知识、恶德、状态作为诸项。因为知识一方面不属于任何恶德,另一方面不属于某种状态;而在状态中知识不属于的那些,可取作勇敢与怯懦;因为诸德性不是知识;于是恶德不属于任何勇敢,却属于所有的怯懦。然而,即使将德性取作不属于任何恶德,而德性不属于某种状态,并且在状态中德性不属于的那些取作医术与怯懦,恶德也属于所有的怯懦而不属于任何医术。反之,如果两者皆为肯定,设各项为状态、知识、性质;因为状态属于所有的知识,但属于某种性质;而在性质中状态所属于的那些,可取作放纵与文法学;因为知识属于所有的文法学而不属于任何放纵。同样的论据也适用,即使将实体取作属于所有的动物,但属于某种白;而在白之中实体所属于的那些,可取作天鹅与雪;因为动物属于所有的天鹅而不属于任何雪。 亚里士多德便是这样通过容易找到兼具属于所有的和不属于任何一个的材料,来驳斥上述诸结合为非三段论性的;因为他认为这是对非三段论性结合的充分驳斥。然而,正如古代的某些其他人以及赫尔米努斯所说的那样,认为只要有人证明Ν不属于任何Ξ且属于某个Ξ(因为这些是矛盾关系),就能够驳斥上述诸结合(“因为对于任何可以证明能推导出矛盾关系的结合,”他说,“称其为非三段论性的,合乎情理的程度绝不亚于推导出相反关系的结合;因为这些也同样像那些一样是不相容的”),并且为“属于某个”列出无灵魂的、有灵魂的、肉质的身体作为各项(因为无灵魂的不属于任何有灵魂的,但不属于某个肉质的身体或者甚至单纯而言不属于某个身体,而有灵魂的属于某个肉质的身体且单纯而言属于某个身体)——这种看法绝不是健全的,对于结合的驳斥而言也是不充分的。
- 2.15καὶ ᾧ ᾧτινι συλλογιστικῶς ἐδείχθη μὴ ὑπάρχον, ὑπάρχοι ἄν
关系代词 ᾧ(与格)与不定关系代词 ᾧτινι 重叠。该关系节内含先行词,意为“甚至属于通过推论证明它不属于的那个某物”,充当主句谓语动词 ὑπάρχοι ἄν 的与格补足语。
- 2.15τὸ δὲ ἡγεῖσθαι δύνασθαι διαβάλλεσθαι ... τοῦτο δὴ οὐδαμῶς ὑγιὲς οὐδὲ αὔταρκες εἰς συζυγίας διαβολήν
全句骨架是一个悬垂结构(或称前置照应结构):由中性冠词 τὸ 引导的长大不定式短语(τὸ δὲ ἡγεῖσθαι ... καὶ παρατίθεσθαι ...)置于句首,后文用指示代词 τοῦτο 予以承接,作为表语 οὐδαμῶς ὑγιὲς οὐδὲ αὔταρκες [ἐστιν] 的主语。中间由 φησί 引导的引语插入了早期注疏家赫尔米努斯的论证。
