- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:9.3-10.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大考察了亚里士多德《前分析篇》开篇的表述(24a10–11),基于宾格与属格的文本异文探讨了“关于何物”与“属于何物”的对应关系及其指向的研究对象与认知品格,进而解释了为何在推论与证明之前必须先界定前提与词项。
" Πρῶτον εἰπεῖν περὶ τί καὶ τίνος ἐστὶν ἡ σκέψις, ὅτι περὶ ἀπόδειξιν καὶ ἐπιστήμην ἀποδεικτικήν." Εἶπε μὲν διὰ βραχέων, τίς ἡ πρόθεσις καὶ τίς ὁ σκοπὸς πάσης τῆς ἀναλυτικῆς ἐπιστήμης. προσθεὶς δὲ τό τε περὶ τί, ὅπερ ἐστὶν αἰτιατικῆς πτώσεως ἀπαιτητικόν, καὶ τὸ τίνος γενικῆς πτώσεως ὄν, τὴν ἀπόδοσιν ἐποιήσατο κατὰ αἰτιατικὴν πτῶσιν, μόνον εἰπὼν περὶ ἀπόδειξιν καὶ ἐπιστήμην, ἡμῖν καταλιπὼν τὸ μετασχηματίσαι καὶ εἰς γενικὴν πτῶσιν τὰ εἰρημένα. γράφεται 〈δὲ〉 ἔν τισιν οὐ διὰ τοῦ ν, ἀλλὰ διὰ τοῦ σ ἐπιστήμης ἀποδεικτικῆς·1 καὶ εἴη ἂν οὕτως ἐχούσης τῆς γραφῆς πρὸς ἑκάτερον τῶν προτεθέντων ἀπηντηκώς, πρὸς μὲν τὸ περὶ τί διὰ τοῦ περὶ ἀπόδειξιν, πρὸς δὲ τὸ τίνος διὰ τοῦ ἐπιστήμης ἀποδεικτικῆς. δύναται δ’, ἂν ᾖ διὰ τοῦ σ γεγραμμένον ἐπιστήμης ἀποδεικτικῆς, τὰ προειρημένα, τὸ περὶ τί καὶ τίνος, μὴ εἰρῆσθαι περὶ τοῦ ὑποκειμένου ἀμφότερα, ἀλλὰ τὸ μὲν ἕτερον τὸ περὶ τί περὶ τοῦ ὑποκειμένου (πᾶν γὰρ τί ὑποκείμενον) τὸ δὲ τίνος περὶ τῆς θεωρούσης τὸ ὑποκείμενον ἕξεως, ὡς εἶναι περὶ μὲν ὑποκείμενον τὴν ἀπόδειξιν, θεωρούσης δὲ ταύτην τῆς ἀποδεικτικῆς ἐπιστήμης.2 καὶ εἴη ἂν πρὸς ἑκάτερον τῶν προτεθέντων οἰκείως οὕτως ἀπηντηκώς. ἔστι δὲ ἡ μὲν ἀπόδειξις συλλογισμὸς ἀποδεικτικός, ἐπιστήμη δὲ ἀποδεικτικὴ ἕξις, ἀφ’ ἧς οἷόν τέ ἐστιν ἀποδεικτικῶς συλλογίζεσθαι· τὸ γὰρ περὶ ἀποδείξεως εἰπεῖν ἐπιστήμης ἐστὶν ἀποδεικτικῆς καὶ τοῦ ταύτην ἔχοντος.
“首先应当说明这项探究是关于何物以及属于何物的,即它是关于证明和证明性科学的。” 他简要地说明了整个分析性科学的意图是什么,宗旨是什么。然而,他既加上了要求宾格的“关于何物”,又加上了属格的“属于何物”,却只按照宾格作出了应答,仅说了“关于证明和科学”,留待我们去将所说的话也转变为属格。但在某些抄本中,写的不是ν,而是带σ的“属于证明性科学”;如果异文是这样,他便应对了所提出的两个项目中的每一项:针对“关于何物”,是通过“关于证明”来应对;而针对“属于何物”,是通过“属于证明性科学”来应对。此外,如果是用σ写作“属于证明性科学”,那么前述的“关于何物”与“属于何物”两者,也有可能并非都是关于基底[研究对象]而言的,而是其中一个即“关于何物”是关于基底而言(因为任何“何物”都是基底),而“属于何物”则是关于审视该基底的品格状态而言,从而证明是基底,而证明性科学则是审视这一基底的。这样,他也将恰当地应对了所提出的每一项。事实上,证明是一种证明性推论,而证明性科学则是使人能够进行证明性推论的品格状态;因为论述证明正属于证明性科学及其具备者。
"Εἶτα διορίσαι, τί ἐστι πρότασις." Ἐπεὶ ἀναγκαῖος μὲν εἰς τὸν περὶ ἀποδείξεως λόγον ὁ περὶ συλλογισμοῦ, ὡς φθάνομεν εἰρηκότες, ὁ δὲ συλλογισμὸς ἐκ προτάσεων σύγκειται, αἱ δὲ προτάσεις ἐξ ὅρων, εἰκότως περὶ τούτων λέγει πρὸ τοῦ περὶ συλλογισμοῦ λέγειν, ἐξ ὧν τῷ συλλογισμῷ τὸ εἶναι· οὐδὲ γὰρ περὶ ὀνομάτων οἷόν τε εἰδέναι τῷ μὴ εἰδότι περὶ συλλαβῶν καὶ στοιχείων. μεθ’ ἃ περὶ συλλογισμοῦ προτίθεται εἰπεῖν ἐνδεικνύμενος ἡμῖν, ὅτι διὰ τοῦτον καὶ τὸν περὶ ἐκείνων πεποίηται λόγον, ὥσπερ καὶ τὸν περὶ συλλογισμοῦ διὰ τὸν περὶ ἀποδείξεως. τίνες δέ εἰσι τέλειοι συλλογισμοὶ καὶ τίνες ἀτελεῖς, αὐτὸς προϊὼν ποιήσεται γνώριμον. καὶ τὸ ἐν ὅλῳ δὲ εἶναι καὶ τὸ ἐν μηδενί3 (τοῦτο γάρ ἐστι σημαινόμενον ὑπὸ τοῦ ἢ μὴ εἶναι), ὅτι ταὐτά ἐστι τὸ μὲν τῷ κατὰ παντός, τὸ δὲ τῷ κατὰ μηδενός. τὸ δὲ κατὰ παντὸς καὶ κατὰ μηδενὸς σημαίνει τὴν καθόλου κατάφασιν καὶ τὴν καθόλου ἀπόφασιν, ὡς προϊὼν γνώριμον ποιήσει. ἐπεὶ δὲ χρήσεται ἐν τῇ τῶν συλλογισμῶν ἀποδόσει καὶ τῶν συζυγιῶν ὅλως τῶν ἐν τοῖς σχήμασι τῷ ἐν ὅλῳ εἶναι ἄλλο τι ἄλλῳ τινὶ καὶ τῷ ἐν μηδενί, διὰ τοῦτο προλέγει περὶ αὐτῶν.
“其次,应当界定何谓前提。” 正如我们已经说过的,既然关于推论的论述对于关于证明的论述是必不可少的,而推论由前提构成,前提又由词项构成,那么理所当然,在论述推论之前,他先论述构成推论之存在的这些要素;因为对于不知晓音节和元素的人来说,也是不可能知晓名称的。在这些之后,他计划论述推论,向我们表明,他是为了推论才对那些要素进行论述的,正如同为了关于证明的论述而对推论进行论述一样。至于哪些是完全推论,哪些是不完全推论,他自己将在后文中加以阐明。而且关于“在整体之中”和“不在任何之中”(因为这就是“或者不在”所表达的含义),他[也将阐明]它们分别等同于“关于一切”和“不关于任何”。而“关于一切”和“不关于任何”则表示全称肯定和全称否定,正如他在后文中将要阐明的那样。既然他在提出推论以及一般地提出各个格中的组合时,将使用一物在另一物的“整体之中”以及“不在任何之中”,为此他预先对它们作了论述。
- 1.1γράφεται 〈δὲ〉 ἔν τισιν οὐ διὰ τοῦ ν, ἀλλὰ διὰ τοῦ σ ἐπιστήμης ἀποδεικτικῆς
此处指出了文本异文:由词尾字母ν(-ην,宾格)变为σ(-ης,属格),即ἐπιστήμης ἀποδεικτικῆς。
- 1.1ὡς εἶναι περὶ μὲν ὑποκείμενον τὴν ἀπόδειξιν, θεωρούσης δὲ ταύτην τῆς ἀποδεικτικῆς ἐπιστήμης
由 ὡς 引导带不定词 εἶναι 的结果句。不定词省去主语 τὴν σκέψιν,介词 περὶ 支配 τὴν ἀπόδειξιν 及作表语性同位语的 ὑποκείμενον(“〔探究〕是关于作为基底的证明”);后半句则通过属格独立结构 θεωρούσης... τῆς ἀποδεικτικῆς ἐπιστήμης 予以并列,说明证明性科学审视该对象。
- 1.2καὶ τὸ ἐν ὅλῳ δὲ εἶναι καὶ τὸ ἐν μηδενί
连词 καὶ... δέ 引出追加的论点。在句法上,该句承接前文的主动词 ποιήσεται γνώριμον(“他将阐明”),支配宾格短语 καὶ τὸ ἐν ὅλῳ... εἶναι καὶ τὸ ἐν μηδενί,随后由 ὅτι 从句具体说明其分别等同于“关于一切”与“不关于任何”。
