- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:10.10-12.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大解释了亚里士多德对定言前提的定义(肯定或否定的语句以及全称、特称、不定的量),阐明了前提与断言的区别、前提因非属概念而须由肯定和否定予以界定的原因,以及否定命题中“关于某物”的用法。
" Πρότασις μὲν οὖν ἐστὶ λόγος καταφατικὸς ἢ ἀποφατικὸς τινὸς κατά τινος· οὗτος δὲ ἢ καθόλου ἢ ἐν μέρει ἢ ἀδιόριστος." Εἴη μὲν ἂν λόγος τῆς προτάσεως κἀκεῖνος, ὃν τῆς ἀποφάνσεως ἀπέδωκεν ἐν τῷ Περὶ ἑρμηνείας· λόγος γάρ, “ἐν ᾧ τὸ ἀληθεύειν ἢ ψεύδεσθαι ὑπάρχει”. οὐ μὴν ἀλλὰ καὶ ἰδίως τὴν πρότασιν ὁρίζεται· καὶ γὰρ εἰ ταὐτὸν κατὰ τὸ ὑποκείμενον πρότασίς τε καὶ ἀπόφανσις, ἀλλὰ τῷ λόγῳ γε διαφέρει. καθόσον μὲν γὰρ ἢ ἀληθής ἐστιν ἢ ψευδής, ἀπόφανσίς ἐστι, καθόσον δὲ καταφατικῶς ἢ ἀποφατικῶς λέγεται, πρότασις, ἢ ὁ μὲν ἀποφαντικὸς λόγος ἐν τῷ ἀληθὴς ἢ ψευδὴς εἶναι ἁπλῶς τὸ εἶναι ἔχει, ἡ δὲ πρότασις ἤδη ἐν τῷ πως ἔχειν ταῦτα. διὸ αἱ μὴ ὁμοίως ἔχουσαι αὐτὰ λόγοι μὲν οἱ αὐτοί, προτάσεις δὲ οὐχ αἱ αὐταί. ἡ μὲν γὰρ λέγουσα πρότασις, ὅτι ἡ δικαιοσύνη ἀγαθόν, ὁμοίως ἔχει τῇ λεγούσῃ, ὅτι ἡ ἀδικία κακόν, ἀληθεῖς δὲ ἄμφω καὶ καταφάσεις, προτάσεις δὲ οὐχ αἱ αὐταί, εἴ γε διαφέρουσιν ἐν αὐταῖς οἵ τε ὑποκείμενοι καὶ οἱ κατηγορούμενοι. ἀλλὰ καὶ ἡ κατάφασις καὶ ἡ ἀπόφασις αἱ ἀληθεῖς ὁμοίως ἔχουσι κατὰ τοῦτο καὶ εἰσὶ λόγοι οἱ αὐτοί, προτάσεις δὲ οὐχ αἱ αὐταί, εἴ γε διάφορον τὸ ποιὸν τῆς ἀποφάνσεως ἐν αὐταῖς, καὶ εἰσὶ προτάσεις μὲν οὐχ αἱ αὐταί, ἀποφάνσεις δὲ αἱ αὐταί. δοκεῖ δὲ ἀπὸ τῶν ὑπὸ τὴν πρότασιν τὴν πρότασιν ὁρίζεσθαι. τούτου δὲ αἴτιον· ἐπεὶ εἶπεν ἐν τῷ Περὶ ἑρμηνείας, ὅτι “ἔστιν εἷς πρῶτος λόγος ἀποφαντικὸς κατάφασις, εἶτα ἀπόφασις”, ἐν οἷς δὲ τάξις ἐστὶ καὶ τὸ μὲν πρῶτόν ἐστι τὸ δὲ ὕστερον τῶν ὑποτεταγμένων, ὡς ἐν τῷ ὑστέρῳ τὸ πρῶτον ἐμφαίνεσθαι, ἐν τούτοις τὸ κοινῶς αὐτῶν κατηγορούμενον οὐχ ὡς γένος αὐτῶν κατηγορεῖται·1 ἐν γὰρ τοῖς γένεσι τὰ εἴδη τὰ προσεχῆ αὐτοῖς ἀντιδιαιρεῖται ἀλλήλοις, καὶ οὐ τὸ μὲν πρῶτόν ἐστιν αὐτῶν τὸ δ’ ὕστερον· ἐπεὶ τοίνυν οὐ γένος ἡ πρότασις οὐδέ ἐστι φύσις τις ἄλλη παρὰ τά, ὧν κατηγορεῖται, καὶ ἐν οἷς αὐτῇ τὸ εἶναι, ὡς ἐπὶ τῶν γενῶν ἐστι, διὰ τοῦτο ἐκ τῆς καταφάσεως καὶ τῆς ἀποφάσεως, ὧν κατηγορεῖται, ἐδήλωσεν αὐτήν. καὶ γὰρ τὸ ἐν τῷ Περὶ ἑρμηνείας εἰρημένον ἴσον ἐστὶ τούτῳ τὸ “ἔστιν οὖν ἁπλῆ ἀπόφανσις φωνὴ σημαντικὴ περὶ τοῦ ὑπάρχειν τι ἢ μὴ ὑπάρχειν”. ἀλλὰ καὶ τὸ “ἀποφάνσεως τὸ ἕτερον μόριον, ἓν καθ’ ἑνός”, ὡς ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς λέγει, ἴσον τούτοις, ᾧ ὅρῳ οὐκέτι προσέθηκε τὸ κατὰ τὸ ποιὸν ἢ τοὺς χρόνους, ὅτι ἐν τῇ ἀντιφάσει ταῦτα συνείληπται· εἰσὶ γὰρ κατὰ ταῦτα καὶ αἱ ἀντιφάσεις. ὅμοιον τούτοις καὶ τὸ ‘λόγος ἀποφαντικός τινος περί τινος’, εἰ μὴ ἄρα οὗτος κοινότερος, ὅτι ἐν αὐτῷ οὔπω συμπαρείληπται οὔτε ἡ κατάφασις οὔτε ἡ ἀπόφασις. ὡς δὲ πολλαχῶς λεγομένης τῆς προτάσεως ἔοικε καὶ Θεόφραστος ἐν τῷ Περὶ καταφάσεως φρονεῖν. αὐτὴν γοῦν οὐχ ὁρίζεται, ἀλλὰ κατάφασιν καὶ ἀπόφασιν. Εἰσὶ δὲ οὗτοι οἱ ὅροι προτάσεως οὐ πάσης ἀλλὰ τῆς ἁπλῆς τε καὶ καλουμένης κατηγορικῆς· τὸ γάρ τι κατά τινος ἔχειν καὶ τὸ καθόλου ἢ ἐν μέρει ἢ ἀδιόριστον ἴδια ταύτης· ἡ γὰρ ὑποθετικὴ οὐκ ἐν τῷ τι κατά τινος λέγεσθαι ἀλλ’ ἐν ἀκολουθίᾳ ἢ μάχῃ τὸ ἀληθὲς ἢ τὸ ψεῦδος ἔχει. ἔστι δὲ οὐδὲ τῆς διαλεκτικῆς ὁ ἀποδεδομένος ὁρισμός (ἐκείνη γὰρ ἐν ἐρωτήσει), ἀλλὰ μόνης τῆς συλλογιστικῆς. τὸ δὲ [τὶ] κατά τινος καὶ ἐπὶ τῆς ἀποφάσεως εἶπεν, ἐπεὶ καὶ ἐν τῇ ἀποφάσει ὑποκείμενός τις ὅρος ἐστὶ καὶ κατηγορούμενος· τὸ γὰρ κατά τινος νῦν οὐ τοῦ καταφατικοῦ δηλωτικόν ἐστιν ἀλλὰ τοῦ κατηγορουμένου,2 ὃ κατηγορεῖται ἢ καταφατικῶς ἢ ἀποφατικῶς. ἐν μέντοι τῷ Περὶ ἑρμηνείας ὁριζόμενος τὴν κατάφασιν καὶ ἀπόφασιν τῷ κατά τινος ἐπὶ τῆς καταφάσεως ἐχρήσατο· ἐπὶ δὲ τῆς ἀποφάσεως οὐκέτι τῷ κατά τινος, ἀλλὰ τῷ ἀπό τινος εἰπὼν αὐτὴν ἀπόφανσιν εἶναι “τινὸς ἀπό τινος”. δύο δὲ ὄντων, οἷς ἡ κατηγορικὴ πρότασις ὁρίζεται (ποιῷ γὰρ καὶ ποσῷ), ἀμφότερα παρέλαβεν ἐν τῷ τῆς προτάσεως λόγῳ, τὸ μὲν ποιὸν διὰ τοῦ εἰπεῖν λόγον αὐτὴν εἶναι καταφατικὸν ἢ ἀποφατικόν (αὕτη γὰρ προτάσεων πρώτη καὶ κοινὴ ποιότης), τὸ δὲ ποσὸν διὰ τοῦ εἰπεῖν οὗτος δὲ ἢ καθόλου ἢ ἐν μέρει ἢ ἀδιόριστος, ὧν καὶ νῦν μὲν ἐκτίθεται τὰ σημαινόμενα, ἐπὶ πλέον δὲ περὶ αὐτῶν ἐν τῷ Περὶ ἑρμηνείας εἴρηκε. σημειωτέον δέ, ὅτι οὐχ ὁμοίως ἔν τε τούτοις καὶ ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς ἀποδίδωσι τὸ καθόλου.
“前提则是肯定或否定一物关于另一物的陈述;它或者是全称的,或者是特称的,或者是不定的。” 他在《解释篇》中为断言所给出的那个定义,即“其中存在着真或假”的语句,也可以作为前提的定义。尽管如此,他也对前提作了特有的界定;因为即便前提与断言在底层基底上是同一的,但至少在定义上是有所区别的。因为就其或真或假而言,它是断言;而就其肯定地或否定地被表述而言,它是前提;或者说,断言性语句其存在纯粹在于其为真或为假,而前提则已经在于是如何具有这些的。因此,未以同样方式具有这些的,语句虽是相同的,前提却并非相同。例如,说明正义是善的前提,与说明不正是恶的前提处于同样状态,两者皆真且皆为肯定,但它们并非同一前提,只要其中的主词与谓词互不相同。而且,真的肯定与真的否定在此点上也处于同样状态,是相同的语句,却不是相同的前提,只要它们之中的断言性质不同;它们不是相同的前提,却是相同的断言。此外,他似乎是从从属于前提的事物出发来界定前提的。其原因在于:正如他在《解释篇》中所说,“第一种单一的断言性语句是肯定,其次是否定”,而在凡是存在次序、且从属之物中一者居先另一者居后以至于先者在后者中显现的地方,共同述说它们的事物并非作为它们的属而述说;因为在各个属中,紧接于它们的各个种是彼此对等划分的,并无一者居先而另一者居后之别。因此,既然前提并非一个属,在它所述说的诸事物以及构成其存在的诸事物之外也不存在任何其他的本性(如属的情况那样),由于这个缘故,他便由它所述说的对象即肯定和否定来阐明了它。事实上,《解释篇》中所说的“单纯断言乃是关于某物属于或不属于的有意义的话语”,与此也是等同的。不仅如此,正如他在《后分析篇》中所说的“断言的任一部分,一物关于一物”,也与这些等同;对于这个定义,他没有再加上关于质或时态的限定,因为这些已经被包含在矛盾命题之中,矛盾命题也就是依据这些而成立的。与这些类似的还有“一物关于一物的断言性语句”,除非这一表述也许更为普遍,因为其中尚未同时包含肯定与否定。泰奥弗拉斯托斯在《论肯定》中似乎也认为前提是有多种含义的;至少他并未界定前提本身,而是界定了肯定与否定。而这些定义并非一切前提的定义,而是单纯的、所谓的定言前提的定义;因为具有“一物关于一物”以及“全称的、特称的或不定的”,乃是这一前提所独有的;因为假言前提并不是在将一物述说关于另一物中具有真或假,而是在承接关系或排斥关系中具有真或假。所给出的定义也不是辩证前提的定义(因为辩证前提在于提问),而纯粹是推论前提的定义。他将“[某物]关于某物”也用于否定,是因为在否定之中也同样存在某个主词词项和谓词词项;因为此处的“关于某物”指明的不是肯定,而是谓词,即以肯定方式或以否定方式被述说之物。然而,在《解释篇》中界定肯定与否定时,他将“关于某物”用于肯定,但对于否定则不再用“关于某物”,而是用了“自某物”,称其为“某物自某物[分离]”的断言。既然界定定言前提的要素有二(即质与量),他便在前提的定义中兼采了这两者:关于质,是通过说明它是肯定性或否定性的语句(因为这是前提最初的、共同的性质);关于量,则是通过说明“它或者是全称的,或者是特称的,或者是不定的”,对此他现在阐明了其含义,但在《解释篇》中对它们已有更充分的论述。不过应当注意,他在本书与在《后分析篇》中对“全称”的表述并不相同。
- 1.3ἐν οἷς δὲ τάξις ἐστὶ καὶ τὸ μὲν πρῶτόν ἐστι τὸ δὲ ὕστερον τῶν ὑποτεταγμένων, ὡς ἐν τῷ ὑστέρῳ τὸ πρῶτον ἐμφαίνεσθαι, ἐν τούτοις τὸ κοινῶς αὐτῶν κατηγορούμενον οὐχ ὡς γένος αὐτῶν κατηγορεῖται
这是一个复杂的句式结构:由关系从句 ἐν οἷς δὲ τάξις ἐστὶ ... ἐμφαίνεσθαι 提供条件性的背景,连接至主句的主语 τὸ κοινῶς αὐτῶν κατηγορούμενον(共同述说它们的事物)与谓语 οὐχ ὡς γένος αὐτῶν κατηγορεῖται(不作为它们的属而述说)。其中 ὡς 带不定式(ὡς ... ἐμφαίνεσθαι)表示结果,意为“以至于先者在后者之中显现”。
- 1.3τὸ γὰρ κατά τινος νῦν οὐ τοῦ καταφατικοῦ δηλωτικόν ἐστιν ἀλλὰ τοῦ κατηγορουμένου
短语 τὸ κατά τινος 作为引述性的名词化主语,属格短语 τοῦ καταφατικοῦ 与 τοῦ κατηγορουμένου 作形容词 δηλωτικόν(表明……的)的宾格性属格。此处明确了 κατά τινος 在句法功能上并非表示肯定命题的形式,而是指称被述说者(谓词)本身。
