- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:7.18-9.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大通过自然学、文法学和逻辑学中“分析”的多种含义,阐明了亚里士多德将著作题为《分析篇》的缘由,并解释了在开篇标明研究宗旨(证明)的教学必要性,以及探讨其他推论形式对发现真理的辅助作用。
ἀλλὰ καὶ ὁ τὰ σύνθετα σώματα ἀνάγων εἰς τὰ ἁπλᾶ σώματα ἀναλύσει χρῆται καὶ ὁ τῶν ἁπλῶν ἕκαστον εἰς τὰ, ἐξ ὧν αὐτοῖς τὸ εἶναι, ὅπερ ἐστὶν ὕλη καὶ εἶδος, ἀναλύει. ἀλλὰ καὶ ὁ τὸν λόγον εἰς τὰ μέρη τοῦ λόγου διαιρῶν καὶ ὁ τὰ μέρη τοῦ λόγου εἰς τὰς συλλαβὰς καὶ ὁ ταύτας εἰς τὰ στοιχεῖα ἀναλύει. ἀναλύειν δὲ ἰδίως λέγονται καὶ οἱ τοὺς συνθέτους συλλογισμοὺς ἀναλύοντες εἰς τοὺς ἁπλοῦς. ἀλλὰ καὶ οἱ τοὺς ἁπλοῦς εἰς τὰς προτάσεις, ἐξ ὧν αὐτοῖς τὸ εἶναι. ἀλλὰ καὶ τὸ τοὺς ἀτελεῖς συλλογισμοὺς εἰς τοὺς τελείους ἀνάγειν ἀναλύειν καλεῖται. ἀλλὰ καὶ τὴν τῶν τιθεμένων συλλογισμῶν εἰς τὰ οἰκεῖα σχήματα ἀναγωγὴν ἀνάλυσιν λέγουσι. καὶ κατὰ τοῦτο τὸ σημαινόμενον τῆς ἀναλύσεως μάλιστα Ἀναλυτικὰ καὶ ταῦτα ἐπιγέγραπται· ὑπογράφει γάρ τινα ἡμῖν μέθοδον ἐπὶ τέλει τοῦ πρώτου, δι’ ἧς τοῦτο ποιεῖν δυνησόμεθα.1 ἀλλὰ καὶ πῶς τὴν τῶν ἁπλῶν συλλογισμῶν εἰς τὰς οἰκείας προτάσεις, ἐξ ὧν αὐτοῖς τὸ εἶναι καὶ αὐτῶν, ἀναγωγὴν ποιεῖν δυνησόμεθα. εὑρήσομεν δέ τινα αὐτῶν λέγοντα, καὶ πῶς οἱ σύνθετοι συλλογισμοὶ γίνονται ἐκ τῶν ἁπλῶν, καὶ πῶς αὐτοὺς εἰς ἐκείνους ἀνάξομεν. ἐν οἷς μὲν οὖν περὶ τῆς τῶν συλλογισμῶν ἀναλύσεως πεπραγμάτευται, ταῦτα Ἀναλυτικὰ Πρότερα, ἐν οἷς δὲ περὶ τῆς τῶν ἀποδείξεων, Ἀναλυτικὰ μὲν καὶ αὐτά, Ὕστερα δὲ ἐπιγράφει. Ὂν δὲ πρὸς διδασκαλίαν χρησιμώτατον τὸ δεῖν τῶν ῥηθησομένων τὸν σκοπὸν καὶ τὴν πρόθεσιν λέγειν2 (οἱ γὰρ εἰδότες, ἐπὶ τί τῶν λεγομένων ἕκαστον τὴν ἀναφορὰν ἔχει, ῥᾷον μανθάνουσι τῶν οὐκ εἰδότων· παραπλησία γὰρ τῶν οὕτως μανθανόντων ἡ διαφορὰ τοῖς ὁδὸν βαδίζουσι τὴν αὐτήν, ὧν οἱ μὲν ἴσασι τὸ πέρας τῆς ὁδοῦ, ἔνθα ἀφικέσθαι δεῖ, οἱ δὲ ἀγνοοῦσιν· καὶ γὰρ ἐκείνων οἱ μὲν εἰδότες ῥᾷόν τε βαδίζουσι καὶ χωρὶς καμάτου ἀνύουσι τὸ προκείμενον, οἱ δ’ ἀγνοοῦντες κάμνουσι μᾶλλον· ἐν πᾶσι γὰρ ἡ ἀγνωσία ἀπειρίᾳ τινὶ ἔοικε), τοῦτο δὴ οὕτως ὂν χρήσιμον ἔν τε ταῖς ἄλλαις πραγματείαις ὡς ἐπὶ τὸ πλεῖστον εἴωθε ποιεῖν καὶ δὴ καὶ ἐνταῦθα· εὐθὺς γὰρ ἐν ἀρχῇ λέγει, τί ποτέ ἐστι τὸ προκείμενον αὐτῷ, καὶ ταχέως εἰπὼν καὶ διὰ βραχέων ἐφεξῆς ἔχεται τῶν ἀγόντων ἐπὶ τὰ προκείμενα. καὶ γὰρ καὶ ἀρχή ἐστιν ὥσπερ ἐν τοῖς γινομένοις τὸ οὗ ἕνεκεν οὕτως καὶ ἐν τοῖς λεγομένοις· τὸ γὰρ οὗ χάριν τινὰ λέγεται, τοῦτ’ ἔστιν ὁ σκοπός, αἴτιον τῶν ἐκείνου χάριν λεγομένων. εἰ δὲ ἀρχή, ὡς ἀπὸ ἀρχῆς ἐντεῦθεν ἄρχεσθαι χρή. ἔσται δὲ καὶ πρὸς τὴν κρίσιν συντελῶν τοῖς τε λέγουσι τῶν λεγομένων καὶ τοῖς μανθάνουσιν, ὧν ἀκούουσι, γνωριζόμενος ὁ σκοπός. ἅμα δὲ ἡμᾶς διὰ τοῦ τὴν πρόθεσιν ταύτην εἰπεῖν εἶναι τῆς περὶ τῶν συλλογισμῶν πραγματείας τὸ περὶ ἀποδείξεως εἰπεῖν3 διδάσκει, ὅτι προηγούμενον ἔργον τῆς συλλογιστικῆς πάσης μεθόδου χρὴ τὸν περὶ ἀποδείξεως ἡγεῖσθαι λόγον· καὶ γὰρ ἡ περὶ τὰ ἄλλα εἴδη τοῦ συλλογισμοῦ πραγματεία τῷ φιλοσόφῳ γίνεται, καθ’ ὅσον καὶ τὸ περὶ ἐκείνων διειληφέναι χρήσιμον πρὸς ἀπόδειξιν καὶ τὴν τοῦ ἀληθοῦς εὕρεσιν· ὅ τε γὰρ ἐν τοῖς διαλεκτικοῖς γυμνασάμενος συλλογισμοῖς καὶ τὸ πιθανὸν καὶ τὸ παρακείμενον τἀληθεῖ συνορᾶν δυνάμενος ῥᾷον τὸ ἀληθὲς εὑρίσκει οὐκ ἀπατώμενος ὑπὸ τῆς ὁμοιότητος τοῦ πιθανοῦ τῆς πρὸς τἀληθές, ἀλλ’ εἰδὼς αὐτοῦ τὴν διαφοράν, ὅ τε τοὺς σοφιστικοὺς λόγους εἰδώς, ὅπως γίνονται, δύναιτ’ ἂν τὸ ψεῦδος φυλάττεσθαι· ἡ δὲ τούτου φυγὴ πλεῖστα πρὸς τὴν τἀληθοῦς εὕρεσιν συνεργεῖ. παραπλήσιον δὲ καὶ ἐν τοῖς Ἠθικοῖς πεποίηκε τῷ ἐνταῦθα· καὶ γὰρ ἐκεῖ προειπὼν “ἡ μὲν οὖν μέθοδος τούτων ἐφίεται πολιτική τις οὖσα” καὶ εἰπὼν τὴν πρόθεσιν εἶναι αὐτῷ περὶ πολιτείας καὶ τῆς πολιτικῆς δυνάμεως μετὰ δέκα βιβλία περὶ ἐκείνης ποιεῖται τὸν λόγον, ὡς ὄντος ἀναγκαίου πρῶτον εἰπεῖν περὶ τῶν ἠθῶν τῶν ἀνθρωπίνων, ὁποῖά τινα χρὴ εἶναι ταῦτα τῶν συμπληρωσόντων τὴν πόλιν· ταῦτα γὰρ πρῶτα πόλεως μέρη.
此外,将复合身体还原为简单身体的人也运用了分析,而将各个简单身体还原为构成其存在的要素(即质料与形式)的人,也是在进行分析。再者,将话语区分为话语的组成部分[词类],将话语的组成部分区分为音节,以及将音节区分为元素[字母]的人,也是在进行分析。更确切地说,将复合推论分析为简单推论的人也被称为是在进行分析;此外,将简单推论还原为构成其存在的前提的人也是如此。而且,将不完全推论还原为完全推论也称为分析。他们还将所给出的推论还原为其固有的格称为分析。并且正是按照分析的这一含义,这些书卷也主要被冠以《分析篇》之名;因为在第一卷末尾,他向我们勾勒了某种方法,借此我们将能够做到这一点。此外,[他也指明了]我们将如何能够把简单推论自身还原为其固有的、构成其存在的前提。我们还将发现他论述了复合推论如何由简单推论产生,以及我们将如何把复合推论还原为简单推论。因此,凡是他探讨推论之分析的书卷,他题为《前分析篇》,而凡是他探讨证明之分析的书卷,尽管本身也是《分析篇》,他却题为《后篇》。 另一方面,既然说明将要论述之事的宗旨和意图对于教学而言是极有益处的(因为知道所言之事的每一项指向何处的人,比不知道的人学起来更容易;因为这样学习的人之间的差异,十分类似于行走在同一条路上的人,其中一些人知道必须到达的道路终点,而另一些人则一无所知;因为在他们当中,知道的人走得更轻松,毫无疲劳地完成预定的路程,而不知道的人则更为辛劳;因为在一切事情上,无知都类似于某种缺乏经验),那么,这既然如此有用,他在其他研究中通常也大多如此行事,在此处亦然;因为他一开篇便立刻说明自己的研究主题究竟是什么,在迅速且简明地阐明之后,便紧接着探讨通向预定主题的事项。因为不仅在生成的事物中,目的因[为其缘故者]是原理,在所论述的事物中也是如此。因为某事物为其缘故而被言说的那一目标,即宗旨,正是为了它而被言说的那些话语的原因。如果它是原理,就应当像从原理出发那样从这里开始。此外,宗旨一旦被知晓,对于讲述者而言有助于评判所言之事,对于学习者而言有助于评判所听之事。同时,他通过说明关于推论之研究的意图在于论述证明,教导我们应当将关于证明的论述视为整个推论术方法的首要任务;因为哲学家对推论的其他种类的研究,也是在掌握它们对于证明和发现真理是有用的限度内进行的。因为在辩证推论中受过训练、能够看清具有说服力之物与贴近真理之物的人,由于不会被具有说服力之物与真理的相似性所蒙骗,而是知晓其间的差异,因而更容易发现真理;而知晓诡辩论证如何产生的人,则能够防范虚妄;而规避虚妄对发现真理具有最大的协助作用。他在《伦理学》中所做的,也与此处的做法十分相似;因为他在那里也是先说“因此,这一研究作为某种政治学考察,所追求的正是这些”,并说明自己的意图是关于城邦体制和政治潜能,却在十卷之后才对它进行论述,因为必须首先论述人类的品格,即在那些将组成城邦的人当中,这些品格应当是怎样的;因为这些才是城邦最初的部分。
- 1.0ἀλλὰ καὶ πῶς τὴν τῶν ἁπλῶν συλλογισμῶν εἰς τὰς οἰκείας προτάσεις, ἐξ ὧν αὐτοῖς τὸ εἶναι καὶ αὐτῶν, ἀναγωγὴν ποιεῖν δυνησόμεθα.
句法上该句缺少明确的支配主动词。既可理解为承接前句省略了动词 ὑπογράφει(或更宽泛的 διδάσκει / λέγει),也可理解为与后文的 εὑρήσομεν ... λέγοντα 在语义上松散相连。此处按承接前句 ὑπογράφει 的宾语从句(πῶς ... δυνησόμεθα)来补充主动词进行翻译。
- 1.0Ὂν δὲ πρὸς διδασκαλίαν χρησιμώτατον τὸ δεῖν τῶν ῥηθησομένων τὸν σκοπὸν καὶ τὴν πρόθεσιν λέγειν
句首的分词 Ὂν 作为表示原因或情况的无人称/宾格分词结构出现,在夹杂了长篇插入解释(οἱ γὰρ εἰδότες ... ἔοικε)之后,由 τοῦτο δὴ οὕτως ὂν χρήσιμον 进行复述再接,最终落到主句谓语 εἴωθε ποιεῖν 上。这构成了典型的破格/复述性倒置结构(resumptive structure)。
- 1.0διὰ τοῦ τὴν πρόθεσιν ταύτην εἰπεῖν εἶναι τῆς περὶ τῶν συλλογισμῶν πραγματείας τὸ περὶ ἀποδείξεως εἰπεῖν
在由 διὰ τοῦ 引导的冠词性不定式结构中,嵌套了间接引述的“宾格加不定式”结构:εἰπεῖν 支配不定式从句,其中 τὸ περὶ ἀποδείξεως εἰπεῖν(“论述证明”)为主语不定式,τὴν πρόθεσιν ταύτην 为宾格表语,而 τῆς ... πραγματείας 则是领属性属格(“关于推论之研究的”)。
