- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:86.28-88.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德论证第二格中大前提为全称否定、小前提为特称否定的结合为非三段论性之处(27b14),亚历山大分析了特称否定在被理解为“亦属于某个”与“不属于任何一个”时的逻辑差异,并阐明了挑选反例项的条件。
" Οἷον τὸ Μ τῷ μὲν Ν μηδενὶ τῷ δὲ Ξ τινὶ μὴ ὑπαρχέτω· ἐνδέχεται δὴ καὶ παντὶ καὶ μηδενὶ τὸ Ν τῷ Ξ ὑπάρχειν." Ὑπισχνεῖται μὲν τῇ τῶν ὅρων παραθέσει, δεῖξαι ἐπ’ αὐτῶν τὸ ἀσυλλόγιστον τὸ παντὶ καὶ μηδενὶ τὸ Ν τῷ Ξ ὑπάρχειν ὡς δυνάμενον ἐπὶ τῆς τοιαύτης συζυγίας, ἐλέγξειν καὶ δείξειν τὸ ἀσυλλόγιστον τῆς συμπλοκῆς.1 λαβὼν δὲ ὅρους τοῦ μηδενὶ μέλαν, χιόνα, ζῷον (τὸ 〈γὰρ〉 μέλαν χιόνι μὲν οὐδεμιᾷ, ὅ ἐστι μείζων ἄκρος ὢν κατὰ τοῦ Ν, ζῴῳ δὲ τινὶ οὐχ ὑπάρχει, ὅ ἐστιν ἐλάττων ἄκρος ὁ ἐπὶ τοῦ Ξ, καὶ χιὼν οὐδενὶ ζῴῳ) μεταβὰς ἐπὶ τὸ λαβεῖν καὶ τοῦ παντὶ ὅρους (οὕτως γὰρ ἔμελλεν ἀσυλλόγιστος ἡ συζυγία δειχθήσεσθαι) ἐφίστησιν ἡμᾶς πρῶτον, πῶς μὲν εἰλημμένης τῆς ἐπὶ μέρους ἀποφατικῆς ἀληθοῦς τῆς Μ Ξ οἷόν τ’ εὐπορῆσαι καὶ τοῦ παντὶ ὑπάρχειν τὸ Ν τῷ Ξ ὅρων, πῶς δὲ εἰλημμένης ἀδύνατον. ἐπεὶ γὰρ τὸ ἐπὶ μέρους ἀποφατικόν, ὥσπεροῦν καὶ τὸ καταφατικόν, ἀληθεύεται καὶ τῷ τὰς ὑπὲρ αὐτὰς τὰς καθόλου ἀληθεῖς εἶναι καὶ τῷ τὰς ὑπεναντίας αὐταῖς (ἡ γὰρ λέγουσα τὸ Μ τινὶ τῷ Ξ μὴ ὑπάρχειν ἀληθής, κἂν μηδενὶ τὸ Μ τῷ Ξ ὑπάρχῃ· ὑπὸ ταύτην γὰρ τέτακται καὶ ἀκολουθεῖ αὐτῇ καὶ ἔστιν ὑπάλληλος αὐτῇ· ἀληθὴς δέ, κἂν ἡ μὲν τὸ Μ τῷ Ξ μηδενὶ λέγουσα ψευδὴς ᾖ, ἡ δὲ τινὶ τὸ Μ τῷ Ξ τιθεῖσα ἀληθής, ἥτις ἐστὶν ὑπεναντία τῇ λεγούσῃ τὸ Μ τινὶ τῷ Ξ μὴ ὑπάρχειν· ὑπὸ γὰρ τὰς ἀλλήλαις ἐναντίας τὰς καθόλου ἑκατέρα τούτων), ὄντος δὴ διττοῦ τοῦ ἀληθοῦς τῇ ἐπὶ μέρους ἀποφατικῇ, ἂν μὲν οὕτως ληφθῇ ἀληθὴς ἡ λέγουσα τὸ Μ τινὶ τῷ Ξ μὴ ὑπάρχειν, ὅτι καὶ τινὶ ὑπάρχει, οὐ δυνησόμεθα ὅρων εὐπορῆσαι δεικνύντων τὸ Ν παντὶ τῷ Ξ ὑπάρχον. τούτου δὲ τὸ αἴτιον, ὅτι ἡ λέγουσα συζυγία τὸ Μ τῷ Ν μηδενὶ τῷ δὲ Ξ τινὶ ὑπάρχειν συλλογιστικὴ ἡμῖν δέδεικται οὖσα, συνάγουσα ἐπὶ μέρους ἀποφατικόν· τὸ γὰρ Ν τινὶ τῷ Ξ ἀνάγκη μὴ ὑπάρχειν. εἰ δὲ συλλογιστικῶς καὶ ἐξ ἀνάγκης ἐπὶ μέρους ἀποφατικὸν συνάγεται, ὅταν ᾖ τὸ Μ τινὶ τῷ Ξ μὴ ὑπάρχον ὡς καὶ τινὶ ὑπάρχειν, δῆλον ὅτι οὐκ εὐπορήσομεν ὅρων τῶν ἐχόντων τὸ Ν παντὶ τῷ Ξ· οὕτως γὰρ ἀναιροῖτο ἂν τὸ ἐξ ἀνάγκης ἐπὶ μέρους ἀποφατικὸν συνάγεσθαι ἐν τῇ συζυγίᾳ τῇ ἐχούσῃ τὸ Μ μηδενὶ μὲν τῷ Ν τινὶ δὲ τῷ Ξ ὑπάρχον, ἐπειδὴ εἴληπται νῦν οὕτως τὸ Μ τινὶ τῷ Ξ μὴ ὑπάρχειν ὡς καὶ ὑπάρχον τινί. Αὕτη μὲν ἡ αἰτία τοῦ οὕτως ἀληθοῦς λαμβανομένης τῆς Μ Ξ μὴ δύνασθαι ληφθῆναι ὅρους τοῦ τὸ Ν παντὶ τῷ Ξ. αὐτὸς δὲ δείκνυσι διὰ τοῦ ἀδυνάτου, ὅτι οὕτως κειμένης ἀληθοῦς εἶναι τῆς ἐπὶ μέρους ἀποφατικῆς τῆς Μ Ξ ἀδύνατον τὸ Ν παντὶ τῷ Ξ ὑπάρξαι. εἰ γὰρ εἴη κείμενον τὸ Ν παντὶ τῷ Ξ κειμένου τοῦ Μ μηδενὶ τῷ Ν, γίνεται ἐν πρώτῳ σχήματι τὸ Μ μηδενὶ τῷ Ξ, ὅπερ ἀδύνατον· ὑπέκειτο γὰρ οὕτως τὸ Μ τινὶ τῷ Ξ μὴ ὑπάρχειν ὡς καὶ ὑπάρχειν τινί. οὕτως μὲν οὖν λαμβανομένης τῆς ἐπὶ μέρους ἀποφατικῆς οὐχ οἷόν τ’ εὐπορῆσαι τοῦ παντὶ τὸ Ν τῷ Ξ ὑπάρχειν ὅρων. ἀλλ’ ἐπεὶ τὸ τινὶ μὴ ὑπάρχειν τὸ Μ τῷ Ξ οὐ μόνον, ὅτε καὶ τινὶ ὑπάρχει, ἀληθές ἐστιν, ἀλλὰ καὶ οὐδὲν ἧττον, καὶ ὅτε μηδενί, τῷ ἀδιόριστον εἶναι τῆς ἐπὶ μέρους ἀποφατικῆς τὸ ἀληθές,2 ἂν ληφθῇ3 τὸ τινὶ μὴ ὑπάρχον οὕτως ἀληθὲς ὡς καὶ μηδενί, τοῦτ’ ἔστιν ἐπὶ ὕλης, ἐφ’ ἧς καὶ οὐδενὶ τὸ Μ τῷ Ξ ὑπάρχει (οὐδὲν γὰρ ἧττον καὶ τότε ἀληθής ἐστιν ἡ ἐπὶ μέρους ἀποφατική), εὐπορήσομεν ὅρων πρὸς τὸ δεῖξαι τὸ Ν καὶ παντὶ τῷ Ξ· ἐδείξαμεν γάρ, ὅτι τῶν δύο καθόλου ἀποφατικῶν οὐσῶν οὐδὲν συνάγεται. τοῦ παντὶ τὸ Ν τῷ Ξ ὑπάρχειν ὅροι γραμμὴ τὸ Μ, ζῷον τὸ Ν, ἄνθρωπος τὸ Ξ· ἡ μὲν γὰρ γραμμὴ οὐδενὶ ζῴῳ καὶ τινὶ οὐχ ὑπάρχει ἀνθρώπῳ, ἐπεὶ καὶ μηδενί, ζῷον δὲ παντὶ ἀνθρώπῳ. Τῇ αὐτῇ δείξει χρῆται καὶ ἀμφοτέρων οὐσῶν καταφατικῶν, τῆς μὲν μείζονος καθόλου τῆς Μ Ν τῆς δὲ ἐλάττονος ἐπὶ μέρους τῆς Μ Ξ.
“例如,设Μ不属于任何Ν,但设其不属于某个Ξ;于是,Ν属于所有的Ξ和不属于任何Ξ都是可能的。” 他承诺通过列出诸项,在这些项上指出非三段论性,即在这样的结合中Ν既可能属于所有的Ξ也可能不属于任何Ξ,以此驳斥并证明这种结合的非三段论性质。在取了黑、雪、动物作为不属于任何[Ξ]的各项之后(因为黑一方面不属于任何雪,这是对应于Ν的大端项,另一方面不属于某个动物,这是涉及Ξ的小端项,而雪不属于任何动物),在转而也取属于所有的诸项时(因为唯有这样该结合才将被证明是非三段论性的),他首先提请我们注意:当作为真的特称否定命题Μ Ξ以何种方式被取时,才能够容易地找到用于Ν属于所有的Ξ的诸项,而以何种方式被取时则是不可行的。因为特称否定正如特称肯定一样,既由于位居其上的全称命题为真而为真,也由于与其成小反对关系的命题[为真]而为真(因为主张“Μ不属于某个Ξ”的命题即使在Μ不属于任何Ξ时也是真的——因为它从属于此命题,伴随于它,并且从属于它;而即使在主张“Μ不属于任何Ξ”的命题为假、而假定“Μ属于某个Ξ”的命题为真时也是真的,该命题与主张“Μ不属于某个Ξ”的命题成小反对关系;因为这两者各自从属于互为反对关系的全称命题之下);既然特称否定之真具有双重性,那么如果主张“Μ不属于某个Ξ”的命题是以它同时也属于某个的方式被取为真的,我们将无法容易地找到表明Ν属于所有的Ξ的诸项。其原因在于,主张“Μ不属于任何Ν但属于某个Ξ”的结合已被我们证明是三段论性的,推导出特称否定;因为Ν必然不属于某个Ξ。如果当Μ以同时也属于某个的方式不属于某个Ξ时,能够以三段论方式且必然地推导出特称否定,显然我们将无法容易地找到使Ν属于所有的Ξ的诸项;因为若是如此,在具有Μ不属于任何Ν而属于某个Ξ的结合中必然推导出特称否定这一点就会被推翻,因为现在已将“Μ不属于某个Ξ”取作其同时也属于某个。这就是在Μ Ξ如此被取为真时无法取到使Ν属于所有的Ξ的各项的原因。他自己则通过不可能法证明,当特称否定Μ Ξ如此被设定为真时,Ν不可能属于所有的Ξ。因为如果在设定Μ不属于任何Ν的同时设定Ν属于所有的Ξ,在第一格中就会得出Μ不属于任何Ξ,这是不可能的;因为原先设定了Μ不属于某个Ξ是以同时也属于某个的方式存在的。因此,当特称否定如此被取时,不可能容易地找到表明Ν属于所有的Ξ的各项。但是,既然“Μ不属于某个Ξ”不仅在它同时也属于某个时是真的,而且由于特称否定的真理性是不确定的,在它不属于任何一个时也同样是真的,那么如果将“不属于某个”如此取为真如同其不属于任何一个一样,也就是说在Μ也不属于任何Ξ的材料上(因为即使在那时特称否定也同样是真的),我们将容易地找到各项来表明Ν也属于所有的Ξ;因为我们已经证明了,在两个前提皆为全称否定时推导不出任何结论。用于Ν属于所有的Ξ的各项是:线为Μ,动物为Ν,人代Ξ;因为线一方面不属于任何动物,另一方面不属于某个人,因为其也不属于任何[人],而动物属于所有的人。在两者皆为肯定、大前提Μ Ν为全称而小前提Μ Ξ为特称时,他也运用相同的证明。
- 2.15Ὑπισχνεῖται μὲν τῇ τῶν ὅρων παραθέσει, δεῖξαι ἐπ’ αὐτῶν τὸ ἀσυλλόγιστον τὸ παντὶ καὶ μηδενὶ τὸ Ν τῷ Ξ ὑπάρχειν ὡς δυνάμενον ἐπὶ τῆς τοιαύτης συζυγίας, ἐλέγξειν καὶ δείξειν τὸ ἀσυλλόγιστον τῆς συμπλοκῆς
主要动词 ὑπισχνεῖται 统辖其后出现的将来时不定词 ἐλέγξειν καὶ δείξειν,而先行的不定词短语 δεῖξαι ἐπ’ αὐτῶν τὸ ἀσυλλόγιστον 是作为预先说明其承诺内容的同格/预插短语。句中 τὸ παντὶ καὶ μηδενὶ τὸ Ν τῷ Ξ ὑπάρχειν 是 δεῖξαι 的内容,由 ὡς δυνάμενον(说明其在上述结合中具有可能性)加以修饰。
- 2.15τῷ ἀδιόριστον εἶναι τῆς ἐπὶ μέρους ἀποφατικῆς τὸ ἀληθές
带冠词不定词与格 τῷ ... εἶναι 表示原因(“由于特称否定的真实性是不确定的”)。不定词 εἶναι 的主语是 τὸ ἀληθές,ἀδιόριστον 作谓语形容词,属格 τῆς ἐπὶ μέρους ἀποφατικῆς 修饰 τὸ ἀληθές。
- 2.15ἐπεὶ γὰρ τὸ ἐπὶ μέρους ἀποφατικόν... ὄντος δὴ διττοῦ τοῦ ἀληθοῦς τῇ ἐπὶ μέρους ἀποφατικῇ, ἂν μὲν οὕτως ληφθῇ
以原因连词 ἐπεὶ 开头的从句被长篇插入说明(ἡ γὰρ λέγουσα ... ἑκατέρα τούτων)打断,随后通过独立属格 ὄντος δὴ διττοῦ τοῦ ἀληθοῦς 重新总结该原因,并引入条件句 ἂν μὲν οὕτως ληφθῇ ... οὐ δυνησόμεθα。句子的基本骨架为:“鉴于特称否定之真具有双重性(ἐπεὶ ... ὄντος δὴ διττοῦ ...),若如此被取(ἂν μὲν ...),我们将无法获得(οὐ δυνησόμεθα)”。
