- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:85.15-86.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大借助反例项驳斥了第二格中前提在质和量两方面均不相同时的两种非三段论性结合(大前提为特称而小前提为全称),随后转向考察质相同的结合。
" Ἐὰν δὲ τοῦ μὲν Ξ παντὸς τοῦ δὲ Ν μὴ παντὸς κατηγορῆται, οὐκ ἔσται συλλογισμός." Δείξας, τίνες εἰσὶ συμπλοκαὶ συλλογιστικαὶ ἀνομοίων οὐσῶν καὶ κατὰ τὸ ποιὸν καὶ κατὰ τὸ ποσὸν τῶν προτάσεων, νῦν πάλιν τὰς ἀσυλλογίστους παρατίθεται καὶ δείκνυσι, τίνες εἰσὶν ἀνομοίων οὐσῶν κατ’ ἄμφω τὰ προειρημένα τῶν προτάσεων. ἔφαμεν δὲ δεῖν, εἰ μέλλοι συλλογισμὸς ἔσεσθαι, ἐν δευτέρῳ σχήματι τὴν μείζονα πρότασιν τὸ καθόλου ἔχειν· πᾶσα δὴ ἡ μὴ οὕτως ἔχουσα συζυγία ἀδόκιμός τε καὶ ἀσυλλόγιστος. ὅροι, δι’ ὧν ἐλέγχει ἀσυλλόγιστον τὴν ἐκκειμένην συζυγίαν, τοῦ μὲν παντὶ ὑπάρχειν τῷ Ξ τὸ Ν ζῷον, οὐσία, κόραξ· τὸ γὰρ ζῷον οὐ πάσῃ μὲν οὐσίᾳ, κόρακι δὲ παντί, 〈καὶ ἡ οὐσία κόρακι παντί·〉 τοῦ δὲ μηδενὶ ζῷον, λευκόν, κόραξ· τὸ γὰρ ζῷον λευκῷ μὲν οὐ παντί, κόρακι δὲ παντί, καὶ τὸ λευκὸν οὐδενὶ κόρακι. ἀσυλλόγιστος δὲ ἡ συζυγία, διότι ὁ μείζων, κατὰ ἃ μόρια αὐτοῦ ἐκπίπτει τῆς πρὸς τὸν μέσον κοινωνίας, τούτοις1 ἀσυλλογίστως καὶ περιέχειν τὸν ἐλάττονα ὅρον δυνήσεται καὶ μὴ περιέχειν.
“然而,如果一方面被述说于所有的Ξ,另一方面不被述说于所有的Ν,则不会有三段论。” 在证明了当前提在质和量两方面都不相同时哪些结合是三段论性的之后,现在[亚里士多德]再次列出非三段论性的结合,并指出当前提在上述两方面都不相同时哪些结合是[非三段论性的]。而我们曾说过,若要产生三段论,在第二格中大前提必须包含全称;因此,凡不具有此种形式的结合都是不成立且非三段论性的。他用以驳斥所提出的结合为非三段论性的各项是:对于Ν属于所有的Ξ而言,是动物、实体、乌鸦;因为动物一方面并非述说于所有的实体,但另一方面述说于所有的乌鸦,[而实体属于所有的乌鸦;]对于[Ν]不属于任何[Ξ]而言,是动物、白、乌鸦;因为动物一方面并非述说于所有的白,但另一方面述说于所有的乌鸦,而白不属于任何乌鸦。这一结合是非三段论性的,因为大项在其脱离与中项共有联系的那些部分上,能够无推论必然性地既包含小项又不包含小项。
"Οὐδ’ ὅταν τοῦ μὲν Ξ μηδενὸς τοῦ δὲ Ν τινός." Πάλιν γὰρ καὶ ἐν ταύτῃ τῇ συζυγίᾳ ἡ μείζων πρότασις ἐπὶ μέρους γίνεται. ὅροι τοῦ μὲν ὑπάρχειν παντὶ τῷ Ξ τὸ Ν ζῷον, οὐσία, μονάς· μέσον ζῷον· τὸ γὰρ ζῷον τινὶ μὲν οὐσίᾳ, μονάδι δὲ οὐδεμιᾷ, καὶ ἡ οὐσία πάσῃ μονάδι. δόξῃ δὲ προσχρῆται τῶν Πυθαγορικῶν, οἷς ἐδόκει ἡ μονὰς οὐσία εἶναι, ὥσπερ καὶ πρὸ ὀλίγου τῷ ἀριθμῷ. ἡ δὲ αὐτὴ δεῖξις, κἂν ἀντὶ τῆς μονάδος ληφθῇ λίθος. τοῦ δὲ μὴ ὑπάρχειν ζῷον, οὐσία, ἐπιστήμη· τὸ γὰρ ζῷον οὐσίᾳ μὲν τινί, ἐπιστήμῃ δὲ οὐδεμιᾷ, καὶ οὐσία οὐδεμιᾷ ἐπιστήμῃ. ἡ αὐτὴ αἰτία καὶ ἐν ταύτῃ τῇ συζυγίᾳ τοῦ αὐτὴν ἀσυλλόγιστον εἶναι.
“同样,当不属于任何Ξ,却属于某个Ν时,[也不会有三段论]。” 因为在这一结合中,大前提再次变成了特称。对于Ν属于所有的Ξ而言,各项是动物、实体、单子;中项是动物;因为动物属于某个实体,但不属于任何单子,而实体属于所有的单子。他在此借用了毕达哥拉斯学派的见解,在他们看来单子是实体,正如不久前他对数所做的那样。即使取石头代替单子,证明也是相同的。对于[Ν]不属于[任何Ξ]而言,[各项是]动物、实体、知识;因为动物属于某个实体,但不属于任何知识,而实体不属于任何知识。在这一结合中,导致其为非三段论性的原因也是相同的。
"Ὅταν μὲν οὖν ἀντικείμενον ᾖ τὸ καθόλου τῷ κατὰ μέρος." Ἔδειξεν ἀνομοιοσχημόνων οὐσῶν τῶν προτάσεων καὶ κατὰ τὸ ποιὸν καὶ κατὰ τὸ ποσόν (τὴν γὰρ κατὰ τὸ ποιὸν διαφορὰν ἐσήμανεν εἰπὼν ὅταν μὲν οὖν ἀντικείμενον ᾖ τὸ καθόλου τῷ κατὰ μέρος), τίνες μὲν συλλογιστικαὶ συζυγίαι, τίνες δὲ ἀσυλλόγιστοι. ἡ μὲν γὰρ ἔχουσα τὴν μείζονα πρότασιν καθόλου ἀποφατικὴν τὴν δὲ ἐλάττονα ἐπὶ μέρους καταφατικὴν καὶ ἡ τὴν μὲν μείζονα ἔχουσα καθόλου καταφατικὴν τὴν ἐπὶ μέρους δὲ τὴν ἐλάττονα ἀποφατικὴν αὗται συλλογιστικαί, αἱ δὲ παρὰ ταύτας ἀσυλλόγιστοι. ἐφεξῆς δὲ δείκνυσιν, ὅτι, ὥσπερ ἐπὶ τῶν καθόλου αἱ ὁμοιοσχήμονες ἦσαν ἀσυλλόγιστοι, οὕτως δὲ καὶ ἐπὶ τῶν τὴν μὲν ἑτέραν ἐχουσῶν καθόλου τὴν δὲ ἑτέραν ἐπὶ μέρους, αἵτινες οὐκέτι ἀντικείμενον τὸ καθόλου τῷ κατὰ μέρος ἔχουσι.2 πᾶσαι γὰρ αἱ ἐν δευτέρῳ σχήματι ὁμοιοσχήμονες συζυγίαι, ὅπως ἂν ἔχωσι καὶ κατὰ τὸ ποσόν, ἀσυλλόγιστοι. τίνες δ’ εἰσὶν ὁμοιοσχήμονες, ὅτι αἱ κατὰ τὸ ποιὸν ὅμοιαι, ἐδήλωσε καὶ αὐτὸς εἰπὼν οἷον ἀμφότεραι στερητικαὶ ἢ καταφατικαί. λαμβάνει δὲ πρώτην συζυγίαν ἐξ ὁμοιοσχημόνων τὴν ἔχουσαν τὴν μείζονα καθόλου ἀποφατικὴν τὴν δὲ ἐλάττονα ἐπὶ μέρους ἀποφατικήν.
“因此,当全称与特称相对立时,”他指出了当前提在质和量两方面形式都不相同时(因为他说“因此,当全称与特称相对立时”标明了质上的差异),哪些结合是三段论性的,哪些是非三段论性的。因为大前提为全称否定而小前提为特称肯定的结合,以及大前提为全称肯定而小前提为特称否定的结合,这些是三段论性的,而除这些之外的则是非三段论性的。接下去他证明,正如在全称〔结合〕的情形中形式相同的〔结合〕是非三段论性的一样,在一方为全称而另一方为特称、且全称不再与特称相对立的那些〔结合〕中也是如此。因为在第二格中所有形式相同的结合,无论它们在量上如何,都是非三段论性的。而所谓形式相同是指在质上相同,他自己也通过说“比如二者都是否定的或肯定的”表明了这一点。他从形式相同的结合中取出的第一个结合,是大前提为全称否定而小前提为特称否定的结合。
- 2.12κατὰ ἃ μόρια αὐτοῦ ἐκπίπτει τῆς πρὸς τὸν μέσον κοινωνίας, τούτοις
由关系词 ἃ 引导的分句(κατὰ ἃ μόρια αὐτοῦ ἐκπίπτει...)置于其先行词即指示代词 τούτοις(与格)之前。τούτοις 修饰 δυνήσεται,充当表示方面或手段的与格,意指大项脱离与中项联系的“那些部分”。
- 2.14ἀντικείμενον τὸ καθόλου τῷ κατὰ μέρος ἔχουσι
τὸ καθόλου 是动词 ἔχουσι 的直接宾语,分词 ἀντικείμενον 则充当宾语补足语(次要谓词)。与格 τῷ κατὰ μέρος 由分词 ἀντικείμενον 所支配(即“使全称与特称处于相对立的状态”)。
