- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:84.4-85.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大解释了亚里士多德将特称否定措辞由“不属于某个”代换为“不属于所有”的做法,阐明其着眼于涵义而非单纯字句的立场,化解了关于归谬法为何仍属三段论的疑难,并对比说明了第二格与第三格中特称否定前提所在位置的差异。
" Καὶ εἰ τὸ Μ τῷ μὲν Ν παντὶ ὑπάρχει τῷ δὲ Ξ μὴ παντί." Ἐπὶ τοῦ τινὶ μὴ ὑπάρχειν τὴν δεῖξιν ποιησάμενος, ἐπεὶ τὸ τινὶ μὴ ὑπάρχειν ἴσον δυνάμενον τῷ μὴ παντὶ κατὰ τὴν λέξιν διαφέρει, μεταλαβὼν ἀντὶ τοῦ τὸ Μ τινὶ τῷ Ξ μὴ ὑπάρχειν τίθησι τὸ Μ μὴ παντὶ τῷ Ξ ὑπάρχειν, καὶ λέγει τὸν αὐτὸν ἔσεσθαι συλλογισμὸν καὶ διὰ τῆς αὐτῆς δείξεως, κἂν εἰς τὴν λέξιν ταύτην μεταληφθῇ τὸ ἐπὶ μέρους ἀποφατικόν. ὁμοίως γὰρ καὶ τὸ συμπέρασμα τῇ λέξει διοίσει· συναχθήσεται γὰρ τὸ Ν οὐ παντὶ τῷ Ξ. τοιοῦτός ἐστιν ὁ ὑποσυλλογιστικὸς ὑπὸ τῶν νεωτέρων λεγόμενος ὁ λαμβάνων μὲν τὸ ἰσοδυναμοῦν τῇ προτάσει τῇ συλλογιστικῇ ταὐτὸν δὲ καὶ ἐκ ταύτης συνάγων· τῷ γὰρ τινὶ μὴ ὑπάρχειν τὸ μὴ παντὶ ὑπάρχειν ἰσοδυναμοῦν μετείληπται. ἀλλ’ ἐκεῖνοι μὲν οὐ λέγουσι τοὺς τοιούτους συλλογισμοὺς εἰς τὴν φωνὴν καὶ τὴν λέξιν βλέποντες, ἀλλὰ Ἀριστοτέλης πρὸς τὰ σημαινόμενα ὁρῶν, ἐφ’ ὧν ὁμοίως σημαίνεται, οὐ πρὸς τὰς φωνὰς τὸν αὐτόν φησι συνάγεσθαι συλλογισμὸν καὶ ἐν τῇ τοιαύτῃ τῆς λέξεως ἐν τῷ συμπεράσματι μεταλήψει, ἄν ᾖ συλλογιστικὴ ὅλως συμπλοκή. ἄξιον δὲ ἐπιστῆσαι, πῶς ἡ εἰς τὸ ἀδύνατον ἀπαγωγὴ ἔξωθεν τὴν ὑπόθεσιν πρὸς τὴν τοῦ προκειμένου δεῖξιν λαμβάνουσα ἐστὶ συλλογιστική, εἴ γε συλλογισμὸς ἦν ὁ μὴ δεόμενος ἔξωθέν τινος πρὸς τὸ γενέσθαι τὸ ἀναγκαῖον, ὡς εἶπεν ὁριζόμενος τὸν συλλογισμόν. ἢ καὶ ἐν ταῖς εἰς ἀδύνατον ἀπαγωγαῖς1 τὸ μὲν προκείμενον δείκνυται καὶ τὴν πίστιν λαμβάνει διὰ τῶν κειμένων, ἡ δὲ ὑπόθεσις ἄλλο τι δείκνυσι καὶ πρὸς ἄλλο συμπέρασμα λαμβάνεται, ὃ ἀδύνατον δειχθὲν οὐ δι’ ἄλλου τινὸς ἢ διὰ τῶν κειμένων τῇ αὑτοῦ ἀναιρέσει συναναιρεῖ τὴν ὑπόθεσιν, ἧς ἀναιρεθείσης τὸ προκείμενον πιστὸν γίνεται. δι’ ὧν δὲ δείκνυται ἡ ὑπόθεσις ἀδύνατος, ταῦτ’ ἐστὶ δεικνύντα τὸ λεγόμενον συμπέρασμα ἐξ ἀνάγκης ἑπόμενον ταῖς ληφθείσαις προτάσεσιν· ἦν δὲ τὸ Ν μὴ παντὶ τῷ Ξ· διὰ γὰρ τὸ τὸ Μ κατὰ παντὸς μὲν τοῦ Ν κατηγορεῖσθαι μὴ κατὰ παντὸς δὲ τοῦ Ξ τοῦτο ἐδείχθη. παραφυλακτέον δέ, ὅτι ἐν μὲν τῷ δευτέρῳ σχήματι ἐν τῇ συζυγίᾳ τῇ ἐχούσῃ τὸ ἐπὶ μέρους ἀποφατικὸν τῇ συλλογιστικῇ δεῖ εἶναι τὴν μείζονα καθόλου καταφατικὴν τὴν δὲ ἐλάττονα ἐπὶ μέρους ἀποφατικήν (οὕτως γὰρ μόνως ἐχουσῶν αὐτῶν ἡ δι’ ἀδυνάτου δεῖξις προχωρεῖ, δι’ ἧς αὕτη ἡ συζυγία μόνης δείκνυται συλλογιστική· ἂν δὲ ληφθῶσιν ἀνάπαλιν ἔχοντες οἱ ὅροι, οὐκέτι ἰσχύει ἐπ’ αὐτῶν ἡ δι’ ἀδυνάτου δεῖξις, διὸ οὐδὲ συλλογιστικὴ ἔτι οὕτως ληφθεῖσα ἡ συζυγία), ἐπὶ δέ γε τοῦ τρίτου σχήματος ἡ ἕκτη συζυγία τῶν συλλογιστικῶν ἡ ἔχουσα καὶ αὐτὴ ἐπὶ μέρους ἀποφατικὴν τὴν ἑτέραν τὴν δὲ ἑτέραν καθόλου καταφατικήν, ἥτις καὶ αὐτὴ δείκνυται διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, ἀνάπαλιν ταύτῃ ἔχει. δεῖ γὰρ ἔχειν ἐν ἐκείνῳ τῷ σχήματι τὴν μείζονα πρότασιν τὸ ἐπὶ μέρους ἀποφατικὸν τὴν δὲ ἐλάττονα τὸ καθόλου καταφατικὸν τῷ δεῖν ἐν ἐκείνῳ τῷ σχήματι τὴν μείζονα πρότασιν πάντως εἶναι ἀποφατικὴν2 τὴν δὲ ἐλάττονα καταφατικήν, εἰ μέλλοι ἔσεσθαι συλλογισμός. οὕτως γὰρ ἔχουσα συλλογιστικὴ δείκνυται δι’ ἀδυνάτου· ἂν δ’ ἀνάπαλιν ἔχωσιν αἱ προτάσεις, ἀσυλλόγιστος ἡ συμπλοκή, ὡς ἐροῦμέν τε καὶ δείξομεν μετ’ ὀλίγον.
“并且,如果Μ属于所有的Ν,但不属于所有的Ξ。” 在基于“不属于某个”做出了证明之后,既然“不属于某个”虽与“不属于所有”效力相当但在措辞上有所不同,他[亚里士多德]便代入并设立“Μ不属于所有的Ξ”以取代“Μ不属于某个Ξ”,并说即使特称否定被代换为这种措辞,它也将是同一个三段论并通过同一个证明。因为同样地,结论在措辞上也会有所不同;因为将推导出“Ν不属于所有的Ξ”。这类推论就是被较晚近的学者[斯多亚派]称为“亚三段论式的”,即采纳与三段论性前提效力相当的命题,并从中推导出同样的事物;因为“不属于所有”被代换为与“不属于某个”效力相当。然而,那些人着眼于声音和措辞,不称这类推论为三段论,而亚里士多德着眼于所表达的涵义,在涵义相同的情况下,不着眼于声音,主张即使在结论中发生这种措辞的代换,只要结合整体上是三段论性的,推导出的仍是同一个三段论。 然而值得探讨的是,如果正如他在定义三段论时所说的那样,三段论是无需任何外在之物就能产生必然结果的推论,那么归谬法为了证明当前所提的事项而从外部引入假设,它又如何是三段论性的呢?或者应该说,在归谬法中,当前所提的事项也是通过所设定的诸前提得到证明并获得确信的,而假设则是为了证明另某件事、为了达成另一个结论而被引入的;这个[另一结论]完全是通过所设定的诸前提而非任何其他事物被证明为不可能的,通过自身的被否定而同时否定了假设,而随着假设被否定,当前所提的事项便获得了确信?而使假设被证明为不可能的那些前提,正是证明所述结论必然随所取诸前提而来的前提;而这个结论就是“Ν不属于所有的Ξ”;因为正是通过Μ被述说于所有的Ν却不被述说于所有的Ξ,这一点才得到了证明。 但是必须注意,在第二格包含特称否定命题的三段论性结合中,大前提必须是全称肯定的,而小前提必须是特称否定的(因为唯有当它们如此时,通过不可能性的证明才能进行,唯有通过这种证明,这一结合才被证明是三段论性的;但如果诸项反过来被设定,通过不可能性的证明在它们身上就不再有效,因此以那种方式设定的结合也就不再是三段论性的);然而在第三格中,在三段论性结合中第六个同样包含一个特称否定前提和一个全称肯定前提、并且同样通过归谬法得以证明的结合,在这方面却恰恰相反。因为在那个格中,大前提必须包含特称否定,而小前提必须包含全称肯定,这是因为若要有三段论,在那个格中大前提必须完全是否定的,而小前提必须是肯定的。因为唯有以这种形式存在时,它才通过不可能性被证明是三段论性的;而如果诸前提反过来,这种结合就是非三段论性的,正如我们稍后所要陈述和证明的那样。
- 2.11ἢ καὶ ἐν ταῖς εἰς ἀδύνατον ἀπαγωγαῖς
连词 ἢ 用于引出对紧接前文所提疑难(ἄξιον δὲ ἐπιστῆσαι...)的解答,相当于“或者宁可说……”、“或者应该说……”。接下来的整个长句(τὸ μὲν προκείμενον δείκνυται... πιστὸν γίνεται)构成了该解答的具体内容。
- 2.11τῷ δεῖν ἐν ἐκείνῳ τῷ σχήματι τὴν μείζονα πρότασιν πάντως εἶναι ἀποφατικὴν
带冠词的不定式与格(τῷ δεῖν...)表示原因,解释了主句中“在那个格中大前提必须包含特称否定,而小前提必须包含全称肯定(δεῖ γὰρ ἔχειν...)”的缘由。不定式 δεῖν 内部又包含一个充当其主语的“宾格加不定式”结构(τὴν μείζονα πρότασιν... εἶναι...)。
