← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§82.13-84.3

第二格第三式与第四式的换位法及归谬法证明

亚历山大解释了第二格中一个前提为全称而另一个前提为特称的情况(27a26–27a36)。他通过换位法和归谬法证明了第三式(Festino),并说明了第四式(Baroco)无法适用换位法的原因,进而详述了通过归谬法(还原至Barbara)对其做出的论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.8

" Ἐὰν δὲ πρὸς τὸν ἕτερον ᾖ καθόλου τὸ μέσον." Εἰρηκὼς περὶ τῶν συζυγιῶν τῶν ἀμφοτέρας τὰς προτάσεις ἐχουσῶν καθόλου καὶ δεδειχὼς τάς τε συλλογιστικὰς αὐτῶν καὶ τὰς ἀσυλλογίστους νῦν λέγει περὶ τῶν ἐκ καθόλου καὶ ἐπὶ μέρους συγκειμένων, δεικνύς, τίνες εἰσί, καὶ ποῖαι μὲν αὐτῶν αἱ συλλογιστικαὶ ποῖαι δὲ ἀσυλλόγιστοι, δεικνὺς δὲ καὶ ἐν ταύταις τὰς ἀνομοιοσχήμονας οὔσας συλλογιστικὰς φυλασσομένου τοῦ καθόλου τῇ μείζονι προτάσει,1 αἳ καὶ αὐταὶ γίνονται δύο, ποτὲ μὲν ἀποφατικῆς καθόλου τῆς μείζονος συντιθεμένης καταφατικῇ ἐπὶ μέρους τῇ ἐλάττονι, ποτὲ δὲ καταφατικῆς μὲν καθόλου τῆς μείζονος οὔσης ἐπὶ μέρους δὲ ἀποφατικῆς τῆς ἐλάττονος.

“但是,如果中项对于其中一个[极端]是全称的。” 在谈论了两个前提皆为全称的诸结合,并证明了它们之中哪些是三段论性的、哪些是非三段论性的之后,他[亚里士多德]现在谈论由全称与特称组成的结合,指出它们是哪些,并且它们之中哪些是三段论性的、哪些是非三段论性的,并且也指出在这些结合中,当全称保持在大前提时,不同形的结合是三段论性的;这些结合自身也成为两个:有时全称否定的大前提与特称肯定的小前提相结合,有时大前提是全称肯定的而小前提是特称否定的。

§2.9

"Εἰ γὰρ τὸ Μ τῷ μὲν Ν μηδενὶ τῷ δὲ Ξ τινὶ ὑπάρχει, ἀνάγκη τὸ Ν τινὶ τῷ Ξ μὴ ὑπάρχειν." Δείκνυσι ταύτην συλλογιστικὴν τὴν συζυγίαν προσχρησάμενος τῇ τῆς καθόλου ἀποφατικῆς τῆς Μ Ν ἀντιστροφῇ. εἰ γὰρ τὸ Μ μηδενὶ τῷ Ν, καὶ τὸ Ν οὐδενὶ τῷ Μ· κεῖται δὲ τὸ Μ τινὶ τῷ Ξ· γίνεται συζυγία ἡ τοῦ τετάρτου συλλογισμοῦ ἐν πρώτῳ σχήματι, τὸ Ν τῷ Μ οὐδενί, τὸ Μ τῷ Ξ τινί, ἐξ ἧς συνήγετο τὸ Ν τινὶ τῷ Ξ μὴ ὑπάρχον. τοῦτο δὴ καὶ ἐν τῇ προκειμένῃ συζυγίᾳ ἐν δευτέρῳ σχήματι ἔσται συμπέρασμα. ἔστι δὲ δεῖξαι τοῦτο καὶ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς. κείσθω γὰρ τὸ Μ τῷ μὲν Ν μηδενὶ τῷ δὲ Ξ τινί· λέγω, ὅτι καὶ τὸ Ν τινὶ τῷ Ξ οὐχ ὑπάρχει. εἰ γὰρ μὴ τοῦτο, τὸ ἀντικείμενον αὐτῷ τὸ Ν τῷ Ξ παντί· κεῖται δὲ καὶ τὸ Μ τῷ Ν οὐδενί· συναχθήσεται κατὰ τὸν δεύτερον ἐν πρώτῳ σχήματι2 τὸ Μ τῷ Ξ οὐδενί, ὅπερ ἀδύνατον· κεῖται γὰρ τὸ Μ τινὶ τῷ Ξ ὑπάρχειν. ψευδὴς ἄρα ἡ ὑπόθεσις, δι’ ἧς συνήχθη τοῦτο· τὸ ἄρα ἀντικείμενον αὐτῇ ἀληθές· ἀντίκειται δὲ τῇ ‘τὸ Ν τῷ Ξ παντί’ ἡ λέγουσα τὸ Ν τῷ Ξ τινὶ μὴ ὑπάρχειν.

“因为如果Μ不属于任何Ν,但属于某个Ξ,必然Ν不属于某个Ξ。” 他通过进一步使用全称否定前提Μ-Ν的换位,证明了这个结合是三段论性的。因为如果Μ不属于任何Ν,Ν也不属于任何Μ;而Μ被设定为属于某个Ξ;于是便产生了第一格中第四个三段论的结合:Ν不属于任何Μ,Μ属于某个Ξ,从中曾推导出Ν不属于某个Ξ。这恰恰也就是在第二格中当前所提结合中的结论。并且,通过归谬法也能够证明这一点。因为,设Μ不属于任何Ν,但属于某个Ξ;我主张:Ν也不属于某个Ξ。因为如果不成立,与其对立的命题就成立,即Ν属于所有的Ξ;而同时又设定了Μ不属于任何Ν;按照第一格中的第二个[三段论],将推导出Μ不属于任何Ξ,这是不可能的;因为设定了Μ属于某个Ξ。因此,由此推导出这个结果的假设是假的;所以,与其对立的命题是真实的;而与“Ν属于所有的Ξ”相对立的,是主张Ν不属于某个Ξ的命题。

§2.10

"Πάλιν εἰ τῷ μὲν Ν παντὶ τὸ Μ τῷ δὲ Ξ τινὶ μὴ ὑπάρχει, ἀνάγκη τὸ Ν τινὶ τῷ Ξ μὴ ὑπάρχειν· εἰ γὰρ παντὶ ὑπάρξει." Οὐκέτι τοῦτον τὸν συλλογισμὸν δείκνυσι δι’ ἀντιστροφῆς ἀνάγων εἰς τινα τῶν ἀναποδείκτων, ὡς ἔδειξε τοὺς πρὸ αὐτοῦ τρεῖς ἐν τῷ δευτέρῳ σχήματι. αἴτιον δέ, ὅτι μὴ ἐγχωρεῖ δεῖξιν τοιαύτην ἐπὶ τῆς ἐκκειμένης συζυγίας ποιήσασθαι· οὔτε γὰρ ἂν τὴν μείζονα καθόλου οὖσαν καταφατικὴν ἀντιστρέψωμεν, ἔτι καθόλου μένει διὰ τὸ τὴν καθόλου καταφατικὴν πρὸς τὴν ἐπὶ μέρους καταφατικὴν ἀντιστρέφειν, οὔτε δὲ ἐν πρώτῳ σχήματι οὔτε ἐν τῷ δευτέρῳ συλλογιστικὴ συζυγία ἐστίν, ἐν ᾗ ἡ μείζων ἐπὶ μέρους. ἀλλ’ οὐδ’ ὅλως συλλογιστικὴ συζυγία, ἐν ᾗ αἱ δύο ἐπὶ μέρους· γίνονται δὲ ἐπὶ μέρους ἡ μὲν μείζων διὰ τὴν ἀντιστροφήν, ἡ δὲ ἐλάττων, ὅτι καὶ εἴληπται τὴν ἀρχὴν ἐπὶ μέρους. τῇ μὲν οὖν τῆς μείζονος προτάσεως ἀντιστροφῇ διὰ τοῦτο οὐχ οἷόν τε χρήσασθαι· τὴν δὲ ἐλάττονα ἐπὶ μέρους οὖσαν ἀποφατικὴν ἀδύνατον ἀντιστρέψαι· οὐ γὰρ ἀντιστρέφει ἡ ἐπὶ μέρους ἀποφατικὴ ὑπάρχουσα τῇ ἐπὶ μέρους ἀποφατικῇ.3 τῇ εἰς ἀδύνατον δὴ ἀπαγωγῇ χρώμενος δείκνυσι τὴν προκειμένην συζυγίαν συλλογιστικήν. εἰ γὰρ μή ἐστιν ἀληθὲς ἐπὶ ταῖς κειμέναις προτάσεσι τὸ τὸ Ν τινὶ τῷ Ξ μὴ ὑπάρχειν, ἀληθὲς ἔσται τὸ ἀντικείμενον αὐτῷ· ἔστι δὲ τοῦτο τὸ τὸ Ν παντὶ τῷ Ξ ὑπάρχειν· κεῖται δὲ καὶ τὸ Μ παντὶ τῷ Ν ὑπάρχειν· γίνεται δὴ ἐν τῷ πρώτῳ σχήματι ἡ συζυγία ἐκ δύο καθόλου καταφατικῶν, ἐξ ὧν συναχθήσεται τὸ Μ παντὶ τῷ Ξ, ὃ ἀδύνατον· κεῖται γὰρ τινὶ αὐτῷ μὴ ὑπάρχειν. ψεῦδος ἄρα τὸ ὑποτεθὲν τὸ τὸ Ν παντὶ τῷ Ξ ὑπάρχειν· τὸ ἄρα ἀντικείμενον αὐτῷ ἀληθὲς τὸ τὸ Ν τινὶ τῷ Ξ μὴ ὑπάρχειν.

“反之,如果Μ属于所有的Ν,但不属于某个Ξ,必然Ν不属于某个Ξ;因为如果它属于所有的。” 他不再通过换位将这个三段论还原为某个不可证明的[三段论]来证明它,正如他在第二格中证明其前面的三个三段论那样。原因是:在所陈述的结合上不可能做出这样的证明;因为即使我们换位作为全称肯定的大前提,它也不再保持为全称,这是由于全称肯定换位为特称肯定,并且无论在第一格还是在第二格中,都不存在大前提为特称的三段论性结合。不仅如此,完全不存在两者皆为特称的三段论性结合;而大前提通过换位成为特称,小前提则是由于从一开始就被取为特称。因此,由于这个原因,不可能使用大前提的换位;而小前提由于是特称否定的,不可能被换位;因为实然特称否定命题并不换位为特称否定命题。于是,他使用归谬法证明当前所提的结合是三段论性的。因为如果在所设定的诸前提下,Ν不属于某个Ξ不是真的,与其对立的命题就将是真的;而这就是Ν属于所有的Ξ;同时又设定了Μ属于所有的Ν;于是在第一格中便产生了由两个全称肯定前提组成的结合,从中将推导出Μ属于所有的Ξ,这是不可能的;因为设定了它不属于某个[Ξ]。因此,所假设的事情即Ν属于所有的Ξ是假的;所以,与其对立的命题即Ν不属于某个Ξ是真实的。

语法注3 条
  1. 2.8φυλασσομένου τοῦ καθόλου τῇ μείζονι προτάσει

    属格独立结构。主语为中性名词化短语 τὸ καθόλου(全称性),与格 τῇ μείζονι προτάσει 充当所属或关系的与格(“当全称保持在大前提时”)。

  2. 2.9κατὰ τὸν δεύτερον ἐν πρώτῳ σχήματι

    省略了 συλλογισμόν,指第一格的第二式(Celarent)。由大前提“Μ不属于任何Ν”与被假设的小前提“Ν属于所有的Ξ”,根据第一格的Celarent推导出“Μ不属于任何Ξ”。

  3. 2.10οὐ γὰρ ἀντιστρέφει ἡ ἐπὶ μέρους ἀποφατικὴ ὑπάρχουσα τῇ ἐπὶ μέρους ἀποφατικῇ

    分词 ὑπάρχουσα 在专门的逻辑学意义上充当表语性修饰,意为“作为实然命题的(特称否定命题)”(表示纯粹属性属于,与模态命题相对)。与格 τῇ ἐπὶ μέρους ἀποφατικῇ 表示 ἀντιστρέφει 所支配的换位目标(“换位为特称否定命题”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:82.13-84.3