← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§81.1-82.12

第二格全称非三段论结合的项之反驳

亚历山大注解了亚里士多德通过具体极端列举来反驳第二格中全称非三段论性结合(两个全称肯定与两个全称否定)的论述,结合毕达哥拉斯学派的观点和单子的定义探讨了为何用“数”作为实体的例子,并确认在第二格中得出全称结论必须具有不同质的前提。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.7

" Ἐὰν δὲ τὸ Μ παντὸς τοῦ Ν καὶ τοῦ Ξ κατηγορῆται, οὐκ ἔσται συλλογισμός." Δείξας τὰς συλλογιστικὰς συζυγίας ἐν τῷ δευτέρῳ σχήματι καθόλου οὐσῶν ἀμφοτέρων τῶν προτάσεων παρατίθεται καὶ τὰς ἀσυλλογίστους, καὶ τῇ τῆς ὕλης παραθέσει δεικνὺς καὶ παντὶ καὶ μηδενὶ δυνάμενον ἐν αὐταῖς ὑπάρχειν τὸν μείζονα ἄκρον τῷ ἐλάττονι ἐλέγχει αὐτῶν τὸ ἀσυλλόγιστον. εἰσὶ δὲ αἱ καταλειπόμεναι συζυγίαι καθόλου ἀμφοτέρων οὐσῶν τῶν προτάσεων αἱ ὁμοιοσχήμονες, ἥ τε ἐκ δύο καθόλου καταφατικῶν καὶ ἡ ἐκ δύο καθόλου ἀποφατικῶν. πρώτην μὲν οὖν προχειρίζεται τὴν ἐκ δύο καθόλου καταφατικῶν, ἐν ᾗ τὸ Μ παντὶ τῷ Ν καὶ τῷ Ξ ὑπάρχει. ὅρους δὲ παρατίθεται τοῦ παντὶ ὑπάρχειν τὸ Ν τῷ Ξ οὐσίαν ἐπὶ τοῦ Μ, ζῷον ἐπὶ τοῦ Ν, ἄνθρωπον ἐπὶ τοῦ Ξ· ἡ γὰρ οὐσία καὶ ζῴῳ παντὶ καὶ ἀνθρώπῳ παντί, καὶ τὸ ζῷον, ὅπερ ἦν τὸ Ν, ἀνθρώπῳ παντί, ὃ ἔκειτο ἐπὶ τοῦ Ξ. ἐπὶ δὲ τοῦ μηδενὶ τὸ Ν τῷ Ξ ὑπάρχειν τίθησιν ἐπὶ τοῦ Ξ ἀριθμόν. φανερώτερον δ’ ἂν εἴη τὸ λεγόμενον, εἰ λίθος τεθείη. πάλιν γὰρ αἱ μὲν προτάσεις ὁμοίως ἀληθεῖς· ἡ γὰρ οὐσία καὶ ζῴῳ παντὶ καὶ λίθῳ· ζῷον δὲ οὐδενὶ λίθῳ. τὸν δὲ ἀριθμὸν αὐτὸς ἤτοι ἀντὶ μονάδος ἔλαβε· λέγουσι γὰρ τὴν μονάδα οὐσίαν· οὐ γάρ φασιν αὐτὴν ποσὸν τῷ μήτε συνεχὲς εἶναι μήτε διωρισμένον·1 οὐσίαν δὲ τῷ τῶν ἐναντίων εἶναι δεκτικήν· ἐναντία γὰρ ἡ ἀρχὴ καὶ τὸ πέρας, ἅπερ ἄμφω ἐν ἀριθμῷ μονὰς ἔχει. εἰ δέ ἐστι μονὰς τὸ ἀδιαίρετον ἐν ποσῷ καὶ σημεῖον τὸ ἀδιαίρετον ἐν μεγέθει καὶ τὸ νῦν τὸ ἀδιαίρετον ἐν χρόνῳ, εἴη ἂν ἐν γένει τούτοις· ταῦτα γὰρ ποσά. ἔτι ἡ μονὰς μέρος ἐστὶν ἀριθμοῦ· ὁ γὰρ ἀριθμὸς σύγκειται ἐκ μονάδων· τὸ δὲ τοῦ ποσοῦ μέρος ποσόν. ἄμεινον δὲ λέγειν κοινότερον αὐτὸν κεχρῆσθαι τῷ παραδείγματι,2 ὥσπεροῦν καὶ ἐπ’ ἄλλων χρώμενος εὑρεθήσεται οὐ πάνυ ἐξητασμένως τοῖς παραδείγμασιν, ἄλλως τε ἐπεὶ καὶ τῶν Πυθαγορείων ἡ δόξα· οὐσίαι γὰρ κατὰ τοὺς Πυθαγορικοὺς οἱ ἀριθμοί, εἴ γε ἀρχαὶ τῶν οὐσιῶν. αἰτία δὲ τοῦ μὴ εἶναι ἐν δευτέρῳ σχήματι συλλογιστικὴν συζυγίαν τὴν ἐκ δύο καθόλου καταφατικῶν, ὅτι ὁ μέσος ἀμφοτέρων κατηγορεῖται, μείζων δὲ ὁ κατηγορούμενος· μείζων τοίνυν ἀμφοτέρων ὢν δύναται κατ’ ἄλλο μὲν αὑτοῦ μέρος τοῦ ἑτέρου ἄκρου κατηγορεῖσθαι κατ’ ἄλλο δὲ τοῦ ἑτέρου. καὶ οὕτως οὐδὲν γίνεται κοινὸν ἔχοντα τὰ ἄκρα πρὸς ἄλληλα, ἄν κατ’ ἄλλο καὶ ἄλλο κοινωνῶσι τοῦ μέσου· δεῖ γάρ τινος ἑνὸς καὶ ταὐτοῦ κοινωνεῖν τοὺς ἄκρους, εἰ μέλλοι συλλογισμὸς ἔσεσθαι. ὁμοίως δὲ ἐλέγχει καὶ τὴν ἐκ δύο καθόλου ἀποφατικῶν συζυγίαν ἀσυλλόγιστον ὅρους παραθέμενος τοῦ τε παντὶ καὶ τοῦ μηδενί, ἐπὶ μὲν τοῦ Μ γραμμήν, ἐπὶ δὲ τοῦ Ν ζῷον, ἄνθρωπον δὲ ἐπὶ τοῦ Ξ καὶ λίθον· ἡ γὰρ γραμμὴ οὐδενὶ ζῴῳ καὶ οὐδενὶ ἀνθρώπῳ οὐδὲ λίθῳ, καὶ τὸ ζῷον ἀνθρώπῳ μὲν παντὶ λίθῳ δὲ οὐδενί. δι’ ἣν δ’ αἰτίαν ἐκ δύο ἀποφατικῶν προτάσεων οὐδὲν συνάγεται, φθάνομεν εἰρηκέναι.3 τούτοις δ’ ἐπιφέρει τὸ ὅτι, ἂν ᾖ συλλογισμός τις ἔχων συμπέρασμα καθόλου ἐν τῷ δευτέρῳ σχήματι, ἀνάγκη αὐτὸν ἔχειν προτάσεις, οἵας εἰρήκαμεν, ἀνομοιοσχήμονας, τὴν μὲν καθόλου ἀποφατικὴν τὴν δὲ καθόλου καταφατικήν. ἄλλως δὲ οὐκ ἂν γένοιτο· αἱ γὰρ παρὰ ταύτας τῶν καθόλου προτάσεων συμπλοκαὶ ἐν τούτῳ τῷ σχήματι ἠλέγχθησαν οὖσαι ἀσυλλόγιστοι.

“但是,如果Μ被述说于所有的Ν和所有的Ξ,就不会产生三段论。” 在证明了两个前提皆为全称时第二格中的诸三段论结合之后,他[亚里士多德]也列举了非三段论性的结合,并通过质料的列举表明在其中大极端对于小极端既能够属于全部也能够不属于任何,从而揭穿了它们的非三段论性。而在两个前提皆为全称时所剩下的结合是同形的:由两个全称肯定前提组成的结合,以及由两个全称否定前提组成的结合。首先,他着手处理由两个全称肯定前提组成的结合,在其中Μ属于所有的Ν且属于所有的Ξ。关于Ν属于所有的Ξ,他所列举的词项是:关于Μ取实体,关于Ν取动物,关于Ξ取人;因为实体既属于所有动物也属于所有人,并且作为Ν的动物属于在Ξ上所设定的所有人。至于Ν不属于任何Ξ,他在Ξ上设定了数。但如果设定石头,所说的事情就会更显明;因为前提同样都是真实的:因为实体既属于所有动物也属于[所有]石头,而动物不属于任何石头。至于数,他本人或是用来代替单子的;因为他们说单子是实体;因为他们主张它不是数量,理由在于它既非连续的又非离散的,而主张它是实体,理由在于它能接受相反者;因为始原与终结是相反者,而单子在数中兼具这两者。但如果单子是在数量中不可分者,点是在大小中不可分者,现在是在时间中不可分者,那么它就应当与这些同属一类;因为这些都是数量。此外,单子是数的一部分;因为数是由单子组成的;而数量的一部分也是数量。然而,更好的说法是说他较为宽泛地使用了这个例子,正如在其他地方也会发现他使用未加详尽审视的例子一样,尤其是因为这也是毕达哥拉斯学派的意见;因为按照毕达哥拉斯学派,既然数是实体的始原,数就是实体。至于在第二格中由两个全称肯定前提组成的结合不是三段论性的原因,在于中项被述说于两者,而被述说者是更大的;既然它大于两者,它就能够按照自身的不同部分被述说于一个极端,而按照另一部分被述说于另一个极端。这样,如果两极端分有中项的不同部分,它们彼此之间就没有共同之处;因为如果要有三段论,诸极端就必须分有某种单一且相同的东西。同样地,他也列举了属于全部与不属于任何的诸词项,从而揭穿了由两个全称否定前提组成的结合也是非三段论性的:关于Μ取线,关于Ν取动物,关于Ξ取人和石头;因为线不属于任何动物,也不属于任何人或石头,而动物属于所有人,却不属于任何石头。至于为什么从两个否定前提不能推导出任何东西的原因,我们此前已经说过了。在这些之后,他附加说:如果在第二格中有任何得出全称结论的三段论,它就必须具有我们所说的那种不同形的前提,即一个是全称否定的,另一个是全称肯定的。在其他情况下则不可能产生;因为除了这些之外,在这个格中的全称前提的组合都已被揭穿为是非三段论性的。

语法注3 条
  1. 2.7τῷ μήτε συνεχὲς εἶναι μήτε διωρισμένον

    带与格定冠词 τῷ 的不定式短语表示原因或理由,用以说明前文 οὐ γάρ φασιν αὐτὴν ποσόν 的理据。紧随其后的 τῷ τῶν ἐναντίων εἶναι δεκτικήν 中的 τῷ 同样是表示原因的与格。

  2. 2.7ἄμεινον δὲ λέγειν κοινότερον αὐτὸν κεχρῆσθαι τῷ παραδείγματι

    非人称句式,以 ἄμεινον [ἐστί] 为谓词,不定式 λέγειν 为主语,后者进一步带宾格加不定式短语 κοινότερον αὐτὸν κεχρῆσθαι τῷ παραδείγματι 作宾语。该句构成了从前文关于单子的繁难辩解转向亚历山大本人更倾向的简明解释(即亚里士多德只是较为宽泛地使用了该例)的转折。

  3. 2.7φθάνομεν εἰρηκέναι

    动词 φθάνω 与完成时不定式 εἰρηκέναι 结合的惯用表达,意为“我们已经说过”。虽然古典希腊语中 φθάνω 常与分词连用,但在后古典期希腊语和注解文献中,与不定式连用以表达先行发生的动作(“先前已……”、“已经……”)已成为固定用法。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:81.1-82.12