← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§79.26-80.30

第二格前两式的归谬法证明

亚历山大注释了亚里士多德在《前分析篇》第1卷第5章中关于第二格前两个式(Cesare与Camestres)亦可通过归谬法加以证明的论述(27a14–15),详细解析了归于不可能之法的具体推导步骤,并阐明了这些不完全三段论因需借助外部证明以显明其必然性这一特点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.5

" Ἔστι δὲ δεικνύναι ταῦτα καὶ εἰς τὸ ἀδύνατον ἄγοντας." Λέγει, ὅτι καὶ τῇ εἰς ἀδύνατον ἀπαγωγῇ χρωμένους ἔστι δεῖξαι καὶ τὰς προειρημένας συζυγίας συλλογιστικάς τε οὔσας καὶ συναγούσας τὸ καθόλου ἀποφατικόν. τὸν μὲν οὖν πρῶτον συλλογισμὸν οὕτως δείξομεν· κείσθωσαν αἱ προτάσεις τὸ Μ τῷ Ν οὐδενί, τὸ Μ τῷ Ξ παντί· λέγω, ὅτι τὸ Ν τῷ Ξ οὐδενί. εἰ γὰρ ἀδύνατον,1 τὸ Ν τῷ Ξ τινὶ ὑπαρχέτω, ὃ ἀντικείμενόν ἐστι τῷ μηδενί. δεῖ δὲ ἢ τοῦτο ἢ ἐκεῖνο συνάγεσθαι· ἐπὶ παντὸς γὰρ θάτερον μόριον τῆς ἀντιφάσεως. ἐπεὶ τοίνυν τὸ Ν τινὶ τῷ Ξ κεῖται ὑπάρχειν, ὑπάρξει δῆλον ὅτι καὶ τὸ Ξ τινὶ τῷ Ν διὰ τὸ τὴν ἐπὶ μέρους καταφατικὴν ἀντιστρέφειν αὑτῇ· κεῖται δὲ καὶ τὸ Μ παντὶ τῷ Ξ ὑπάρχειν. γίνεται οὖν συζυγία τὸ Μ παντὶ τῷ Ξ, τὸ Ξ τινὶ τῷ Ν· τὸ ἄρα Μ τινὶ τῷ Ν, ὅπερ ἀδύνατον· ὑπόκειται γὰρ τὸ Μ μηδενὶ τῷ Ν ὑπάρχον. εἰ δὴ τὸ ἀδύνατον ἠκολούθησε τοῦτο παρὰ τὸ ὑποτεθῆναι2 τὸ Ν τινὶ τῷ Ξ ὑπάρχον, ἡ ὑπόθεσις ἄρα ἀδύνατός τε καὶ ψευδής. εἰ δὲ τοῦτο ψεῦδος, τὸ ἀντικείμενον αὐτῷ ἀληθές· ἀντίκειται δὲ τῷ τὸ Ν τινὶ τῷ Ξ ὑπάρχειν τὸ μηδενὶ ὑπάρχειν αὐτὸ τῷ Ξ· τὸ Ν ἄρα οὐδενὶ τῷ Ξ, ὃ προέκειτο δεῖξαι. ἢ οὕτως ἄμεινον δεικνύναι· λέγω, ὅτι τὸ Ν τῷ Ξ οὐδενὶ ἐπὶ τῇ ἐκκειμένῃ συζυγίᾳ· εἰ γὰρ ψεῦδός φησί τις τοῦτο, ὑποκείσθω τὸ ἀντικείμενον τὸ Ν τινὶ τῷ Ξ ὑπάρχειν· κεῖται δὲ καὶ τὸ Μ τῷ Ν οὐδενί· συνάγεται ἐν πρώτῳ σχήματι τὸ Μ τινὶ τῷ Ξ μὴ ὑπάρχειν. ἀλλ’ ἔκειτο τὸ Μ παντὶ τῷ Ξ ὑπάρχειν· ἀδύνατον ἄρα συνήχθη τὸ Μ τινὶ τῷ Ξ μὴ ὑπάρχειν ὑποτεθέντος τοῦ Ν τινὶ τῷ Ξ ὑπάρχειν· ψευδὴς γὰρ ἡ ὑπόθεσις. τὸ ἀντικείμενον ἄρα αὐτῇ ἀληθὲς τὸ τὸ Ν μηδενὶ τῷ Ξ. πάλιν κείσθω ἡ δευτέρα συζυγία τὸ Μ τῷ Ν παντί, τὸ Μ τῷ Ξ μηδενί· λέγω, ὅτι τὸ Ν τῷ Ξ οὐδενί. εἰ γὰρ τινί, κεῖται δὲ καὶ τὸ Μ τῷ Ν παντί, ἔσται τὸ Μ τινὶ τῷ Ξ ὑπάρχον, ὅπερ ἀδύνατον· οὐδενὶ γὰρ ὑπῆρχε τὸ Μ τῷ Ξ. ψευδὴς ἄρα ἡ ὑπόθεσις, δι’ ἣν συνήχθη τοῦτο, ἡ θεῖσα τὸ Ν τινὶ τῷ Ξ ὑπάρχειν· ἀληθὲς ἄρα τὸ ἀντικείμενον αὐτῇ τὸ τὸ Ν μηδενὶ τῷ Ξ. κἂν ἀντιστρέψωμεν δὲ τὴν ὑπόθεσιν καὶ ποιήσωμεν τὸ Ξ τινὶ τῷ Ν καὶ προσλάβωμεν τὴν ‘τὸ Μ τῷ Ξ οὐδενί’, συνάγεται πάλιν ἀδύνατον τὸ τὸ Μ τινὶ τῷ Ν μὴ ὑπάρχειν· ἔκειτο γὰρ αὐτῷ παντὶ ὑπάρχειν.

“也可以通过归于不可能来证明这些。” 他说,使用归于不可能之法的人也可以证明前述的结合既是三段论性的,又推导出全称否定命题。那么,我们将如此证明第一种三段论:设诸前提为Μ不属于任何Ν,Μ属于所有的Ξ;我主张,Ν不属于任何Ξ。因为如果〔这是〕不可能的,设Ν属于某个Ξ,这与“不属于任何”相反对。而必须推导出这一个或那一个;因为在每种情况下矛盾的一方[必定为真]。既然设Ν属于某个Ξ,显而易见,由于特称肯定命题与自身换位,Ξ也将属于某个Ν;并且还设Μ属于所有的Ξ。于是形成了结合:Μ属于所有的Ξ,Ξ属于某个Ν;因此Μ属于某个Ν,而这是不可能的;因为预先设定了Μ不属于任何Ν。那么,如果由于假设了Ν属于某个Ξ而随之产生了这一不可能的结果,那么这个假定就是不可能且虚假的。如果这是虚假的,与它相反对的便是真实的;而与Ν属于某个Ξ相反对的,是它不属于任何Ξ;因此Ν不属于任何Ξ,这正是所提出来要证明的。或者以如下方式证明更好:我主张,在所展示的结合中,Ν不属于任何Ξ;因为如果有人说这是虚假的,就设相反的假定,即Ν属于某个Ξ;并且还设Μ不属于任何Ν;在第一格中推导出Μ不属于某个Ξ。但曾设Μ属于所有的Ξ;因此,在假设了Ν属于某个Ξ之后,推导出了Μ不属于某个Ξ这一不可能的结果;因为假定是虚假的。因此与它相反对的是真实的,即Ν不属于任何Ξ。再次,设第二种结合为:Μ属于所有的Ν,Μ不属于任何Ξ;我主张,Ν不属于任何Ξ。因为如果属于某个,并且还设Μ属于所有的Ν,Μ就将属于某个Ξ,而这是不可能的;因为Μ不属于任何Ξ。因此,借以推导出这一结果的假定,即设定Ν属于某个Ξ的假定,是虚假的;因此与它相反对的是真实的,即Ν不属于任何Ξ。即使我们将假定换位,使Ξ属于某个Ν,并附加上“Μ不属于任何Ξ”这前提,再次推导出不可能的结果:Μ不属于某个Ν;因为曾设它属于其全部。

§2.6

"Ὅτι μὲν οὖν γίνεται συλλογισμὸς οὕτως ἐχόντων τῶν ὅρων, φανερόν." Δείξας τὰς προειρημένας δύο συζυγίας συλλογιστικὰς ἐν δευτέρῳ σχήματι διά τε τῶν ἀντιστροφῶν καὶ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς ἐπισημαίνεται, ὅτι οὐ τέλειοι οὗτοι οἱ συλλογισμοὶ τῷ προσδεηθῆναι ἀποδείξεως ἔξωθεν3 πρὸς τὸ τὸ ἐν αὐτοῖς ἀναγκαῖον φανερὸν γενέσθαι.

“因此,当诸词项如此相关时产生三段论,这是显而易见的。” 在证明了第二格中前述的两种结合无论通过换位还是通过归于不可能之法都是三段论性的之后,他[亚里士多德]指出,这些三段论不是完全的,因为它们为了使其中的必然性变得显明而额外需要来自外部的证明。

语法注3 条
  1. 2.5εἰ γὰρ ἀδύνατον

    引入归谬法推导的习惯性省略句,可理解为“因为如果[这是]不可能的”或“因为如果[有人声称结论是]不可能的[则设……]”。它与后文的祈使语气动词 ὑπαρχέτω 相呼应,用以设立与结论相反对的假定。

  2. 2.5παρὰ τὸ ὑποτεθῆναι

    介词 παρά 接带冠词不定式的宾格,表示原因或由头(“由于假定了……”)。用于标明产生荒谬结论或不可能后果的根源所在。

  3. 2.6τῷ προσδεηθῆναι ἀποδείξεως ἔξωθεν

    带冠词不定式的与格(τῷ προσδεηθῆναι),作原因与格,用以解释主句中诸三段论为何是不完全的(οὐ τέλειοι)(“因它们额外需要来自外部的证明”)。动词 προσδέομαι 支配属格补足语 ἀποδείξεως,并由副词 ἔξωθεν(“从外部”)加以修饰。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:79.26-80.30