- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:78.10-79.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节注解亚里士多德《前分析篇》27a5–27a9,探讨第二格第一式(Cesare)和第二式(Camestres)的证明过程。结合具体例证,说明了第一式如何仅通过大前提的一次换位归约为第一格第二式,而第二式为何需要对小前提和中间结论进行两次换位及其逻辑结构。
" Κατηγορείσθω γὰρ τὸ Μ τοῦ μὲν Ν μηδενὸς τοῦ δὲ Ξ παντός. ἐπεὶ οὖν ἀντιστρέφει τὸ στερητικόν." Δέδεικται ἐν τοῖς ἐπάνω, ὅτι ἡ καθόλου στερητικὴ ὑπάρχουσα ἑαυτῇ ἀντιστρέφει. ἐπεὶ οὖν εἴληπται ἡ μείζων πρότασις καθόλου ἀποφατικὴ (κεῖται γὰρ τὸ Μ τῷ Ν μηδενί), ἂν ἀντιστραφῇ, ἔσται καὶ τὸ Ν οὐδενὶ τῷ Μ· κεῖται δὲ καὶ τὸ Μ παντὶ τῷ Ξ· οὕτως δὲ ἐχουσῶν τῶν προτάσεων γίνεται ὁ δεύτερος συλλογισμὸς τῶν ἐν τῷ πρώτῳ σχήματι συνάγων καθόλου ἀποφατικὸν τὸ τὸ Ν μηδενὶ τῷ Ξ. τοῦτο δὴ συναχθήσεται καὶ ὑπὸ τῆς ἐκκειμένης συζυγίας. ἔστω τὸ μὲν Μ ζῷον τὸ δὲ Ν ἄψυχον τὸ δὲ Ξ ἄνθρωπος. εἰ δὴ τὸ ζῷον κατ’ οὐδενὸς ἀψύχου, καὶ ἀντιστρέψασι τὸ ἄψυχον κατ’ οὐδενὸς ζῴου·1 τὸ δὲ ζῷον κατὰ παντὸς ἀνθρώπου· τὸ ἄψυχον ἄρα κατ’ οὐδενὸς ἀνθρώπου. καὶ οὗτος μὲν ὁ πρῶτος τοῦ δευτέρου σχήματος συλλογισμὸς καὶ διὰ τοιαύτης βοηθείας τελειούμενος.
“因为设Μ不被陈述于任何Ν,而陈述于所有的Ξ。既然否定[命题]可以换位。” 在前面已经证明,实然的全称否定命题可以与自身换位。因此,既然大前提被假定为全称否定(因为设Μ不属于任何Ν),如果进行换位,Ν也将不属于任何Μ;并且设Μ属于所有的Ξ;当诸前提如此设定时,第一格诸三段论中的第二个三段论就形成了,推导出全称否定命题,即Ν不属于任何Ξ。因此,这一结论也将由所展示的结合推导出来。设Μ为动物,Ν为无灵物,Ξ为人类。如果动物不陈述于任何无灵物,那么对于换位者而言,无灵物也不陈述于任何动物;而动物陈述于所有人类;因此无灵物不陈述于任何人类。这就是第二格的第一种三段论,并且是通过这种协助而得以完全的。
"Πάλιν εἰ τὸ Μ τῷ μὲν Ν παντὶ τῷ δὲ Ξ μηδενί, οὐδὲ τὸ Ξ τῷ Ν οὐδενὶ ὑπάρξει." Δέον ἐπενεγκεῖν τὸ ὀφεῖλον συμπέρασμα δειχθῆναι ἐν τῇ τοιαύτῃ συμπλοκῇ2 (ἔστι δὲ τοῦτο, ὅτι τὸ Ν οὐδενὶ τῷ Ξ· κεῖται γὰρ τὸ Ν μείζων ὅρος, διὸ καὶ δεῖ κατηγορῆσαι αὐτὸν ἐν τῷ συμπεράσματι) εἶτα οὕτως ἐλθεῖν ἐπὶ τὸ δεῖξαι, πῶς τοῦτο συνάγεται, ὅδε τὸ μὲν συμπέρασμα τὸ τελευταῖον παρέλιπε, τὴν δὲ ἀπόδειξιν λέγει, δι’ ἧς δειχθήσεται τὸ συμπέρασμα τοῦτο· λέγει γάρ, ὅτι οὐδὲ τὸ Ξ τῷ Ν οὐδενὶ ὑπάρξει, καὶ τοῦτο πρῶτον δείκνυσι συμπέρασμα γινόμενον ἐπὶ τῇ τοιαύτῃ συζυγίᾳ. ἐπεὶ γὰρ κεῖται ἡ ἐλάττων ἡ Μ Ξ καθόλου ἀποφατική, ἀντιστρέφει δὲ τὸ καθόλου ἀποφατικόν, οὐδὲ τὸ Ξ οὐδενὶ τῷ Μ· τὸ δὲ Μ ἔκειτο παντὶ τῷ Ν ὑπάρχον· ἐξ ὧν συνάγεται τὸ Ξ μηδενὶ τῷ Ν· ἦν γὰρ ἡ μείζων καθόλου καταφατική. οὕτως δὲ κειμένων γίνεται πάλιν ὁ δεύτερος ἀναπόδεικτος ἐν πρώτῳ σχήματι· τὸ γὰρ Ξ οὐδενὶ τῷ Μ, τὸ Μ παντὶ τῷ Ν· ἐξ ὧν συνάγεται τὸ Ξ μηδενὶ τῷ Ν. καὶ ὃ μὲν εἶπεν ἔσεσθαι συμπέρασμα, οὕτως ἔδειξεν ἀντιστρέψας τὴν ἐλάττονα πρότασιν. ἐπεὶ δ’ οὐκ ἦν τοῦτο προκείμενον δεῖξαι (ἔκειτο γὰρ ἐν τῇ συζυγίᾳ μείζων ὅρος τὸ Ν· δεῖ δὲ τὸν μείζονα ἐν τῷ συμπεράσματι κατηγορεῖσθαι), ἀντιστρέφει τὸ συμπέρασμα καθόλου ὂν ἀποφατικόν, καὶ οὕτως δείκνυσι τὸ Ν μηδενὶ τῷ Ξ ὑπάρχον, ὃ ἔδει δειχθῆναι συναγόμενον. δύο οὖν ἐδέησεν ἡμῖν ἀντιστροφῶν πρὸς τὴν τοῦ προκειμένου δεῖξιν· καὶ γὰρ τὴν πρότασιν ἀντεστρέψαμεν τὴν ἐλάττονα καὶ τὸ γενόμενον συμπέρασμα. ἔστω ζῷον ἐπὶ τοῦ Μ, ἄνθρωπος ἐπὶ τοῦ Ν, ἄψυχον ἐπὶ τοῦ Ξ· ζῷον παντὶ ἀνθρώπῳ, ζῷον οὐδενὶ ἀψύχῳ. ἡ δεῖξις· ἄψυχον οὐδενὶ ζῴῳ, ζῷον παντὶ ἀνθρώπῳ, ἄψυχον οὐδενὶ ἀνθρώπῳ, καὶ ἄνθρωπος ἄρα οὐδενὶ ἀψύχῳ. τὸ δὲ ὥστε ἔσται ὁ αὐτὸς συλλογισμὸς προσέθηκε δεικτικὸν ὄν, ὅτι διὰ τοῦ αὐτοῦ συλλογισμοῦ καὶ τοῦτο δειχθήσεται τὸ συμπέρασμα τὸ Ν μηδενὶ τῷ Ξ, δι’ οὗ ἐδείχθη καὶ τὸ Ξ οὐδενὶ τῷ Ν· ἐδείχθη δὲ ἐκεῖνο συναγόμενον διὰ τοῦ δευτέρου τοῦ ἐν πρώτῳ σχήματι ἀντιστραφείσης τῆς καθόλου ἀποφατικῆς· ὥστε καὶ τοῦτο δι’ ἐκείνου. τὸ γὰρ ἀντιστρέφειν τὸ καθόλου ἀποφατικὸν αὑτῷ, ὅπερ ἦν τὸ συμπέρασμα, κεῖται ὁμολογούμενον, καὶ οὐδὲν δεῖ ἄλλου τινὸς συλλογισμοῦ πρὸς τοῦτο.
“再次,如果Μ属于所有的Ν而不属于任何Ξ,Ξ也将不属于任何Ν。” 本应当引入在这种结合中理应被证明的结论(这就是:Ν不属于任何Ξ;因为Ν被设定为大极端,所以在结论中也必须将它作谓词陈述),然后以此方式进而表明这是如何被推导出来的,他[亚里士多德]却省略了最终结论,而叙述了借以证明这结论的论证;因为他说,Ξ也将不属于任何Ν,并且他证明这是在这种结合下产生的第一个结论。因为既然小前提ΜΞ被设定为全称否定,而全称否定[命题]可以换位,所以Ξ也不属于任何Μ;而设Μ属于所有的Ν;由此推导出Ξ不属于任何Ν;因为大前提是全称肯定的。当[诸前提]如此设定时,第一格中的第二种不可证三段论再次形成;因为Ξ不属于任何Μ,而Μ属于所有的Ν;由此推导出Ξ不属于任何Ν。至于他所说的将成为结论的内容,他通过换位小前提以此方式展示了出来。但既然要证明的内容不是这个(因为在结合中Ν被设定为大极端;而大极端必须在结论中作谓词陈述),他便将作为全称否定的结论进行换位,从而证明了Ν不属于任何Ξ,这正是理应被表明所推导出的结论。因此,为了证明所提出的论题,我们需要两次换位;因为我们既换位了小前提,也换位了所产生的结论。设Μ为动物,Ν为人类,Ξ为无灵物;动物属于所有人类,动物不属于任何无灵物。证明如下:无灵物不属于任何动物,动物属于所有人类,无灵物不属于任何人类,因此人类也不属于任何无灵物。而他补充说“因此将是同一个三段论”,这是为了表明:通过借以证明了Ξ不属于任何Ν的同一个三段论,Ν不属于任何Ξ这一结论也将得到证明;而前一个结论是在全称否定前提换位后通过第一格的第二种[三段论]被表明推导出来的;因此后一个结论也是通过那个[三段论被推导出来的]。因为作为结论的全称否定命题与自身换位是被公认的事实,对此不需要任何其他的三段论。
- 2.3καὶ ἀντιστρέψασι τὸ ἄψυχον κατ’ οὐδενὸς ζῴου
与格分词 ἀντιστρέψασι 是表关涉的与格(或判断者与格),具有条件意味(“对于换位者而言”/“如果进行了换位”)。在句法上,它构成了省略谓语动词(如 ἔσται)的名词性结构。
- 2.4Δέον ἐπενεγκεῖν τὸ ὀφεῖλον συμπέρασμα δειχθῆναι ἐν τῇ τοιαύτῃ συμπλοκῇ
非人称动词 δεῖ 的绝对宾格 δέον 引导了一个长分词短语,表示本应做而未做的事实(“本应当引入……然后进而……”),构成对照性让步语境。主句的核心为 ὅδε τὸ μὲν συμπέρασμα τὸ τελευταῖον παρέλιπε, τὴν δὲ ἀπόδειξιν λέγει(“他省略了最终结论,而叙述了证明”),绝对宾格短语充当与主句行为相对照的背景。
