← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§76.18-78.9

第二格全称前提中式的次序与组合分类

亚历山大注解了亚里士多德关于第二格全称前提的论述(27a3),阐明了四个有效式根据其完全性程度(所需换位次数或对归谬法的依赖)的排列次序,并说明了词项字母(Μ、Ν、Ξ)的选择及全部十六种前提结合的分类。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.2

" Καθόλου μὲν οὖν ὄντων ἔσται συλλογισμός, ὅταν τὸ μέσον τῷ μὲν παντὶ τῷ δὲ μηδενὶ ὑπάρχῃ, ἂν πρὸς ὁποτερῳοῦν ᾖ τὸ στερητικόν· ἄλλως δὲ οὐδαμῶς." Ὅτι δεῖ ἀνομοιοσχήμονας κατὰ τὸ ποιὸν εἶναι τὰς ἐν τούτῳ τῷ σχήματι προτάσεις, εἰ μέλλοιεν συλλογιστικὴν συζυγίαν ποιήσειν, εἰρήκαμεν. ὅταν δὲ ἀμφότεραι μὲν ὦσιν αἱ προτάσεις καθόλου, ὦσι δὲ καὶ ἀνομοιοσχήγονες,1 συλλογισμὸς ἔσται, ἄν τε ἡ μὲν μείζων ἀποφατικὴ ἡ δὲ ἐλάττων καταφατικὴ ᾖ, ἐάν τε καὶ ἀνάπαλιν· ἀμφότεραι γὰρ αἱ συζυγίαι οὕτως ἔχουσαι συλλογιστικαί, συνάγουσαι καθόλου ἀποφατικόν. εἰσὶ δὲ καὶ ἐν τούτῳ τῷ σχήματι, καθ’ ἃ προείρηται, συλλογιστικαὶ συζυγίαι τέσσαρες, ὥσπερ καὶ ἐν τῷ πρώτῳ, δύο μὲν ἐκ καθόλου προτάσεων δύο δὲ ἐκ τῆς ἑτέρας τῆς ἐλάττονος ἐπὶ μέρους. τάξις δὲ τῶν συλλογισμῶν τούτων ἥδε· πρῶτοι μέν εἰσιν οἱ δύο οἱ ἐκ τῶν καθόλου καθόλου συνάγοντες ἀποφατικόν· οὐδὲν γὰρ καταφατικὸν συνάγεται ἐν τούτῳ τῷ σχήματι, ὅτι μηδ’ ἐξ ὁμοιοειδῶν προτάσεων. οὗτοι δὲ πρῶτοι· τὸ γὰρ καθόλου τοῦ ἐπὶ μέρους τιμιώτερόν τε καὶ πρῶτον. τούτων δὲ πάλιν τῶν δύο πρῶτος ἂν εἴη ὁ τὴν μείζονα πρότασιν ἔχων καθόλου τε καὶ ἀποφατικὴν τὴν δ’ ἐλάττονα καθόλου καταφατικήν· μιᾶς γὰρ ἀντιστροφῆς οὗτος δεῖται πρὸς τὸ τὸ ἀναγκαῖον τὸ ἐν αὐτῷ φανῆναι· ἀντιστραφείσης γὰρ τῆς μείζονος προτάσεως ἀνάγεται εἰς τὸν δεύτερον ἀναπόδεικτον, ὡς δειχθήσεται. ὁ δὲ ἔχων τὴν μείζονα καθόλου καταφατικὴν μετ’ ἐκεῖνον ἂν τάσσοιτο· δύο γὰρ ἀντιστροφῶν οὗτος δεῖται πρὸς τὸ δειχθῆναι τὸν μείζονα ἄκρον μηδενὶ τῷ ἐλάττονι ἄκρῳ ὑπάρχοντα. πλείονος δὴ βοηθείας δεόμενος τοῦ πρὸ αὐτοῦ εἰκότως μετ’ ἐκεῖνον τέτακται ἀτελέστερος ὢν αὐτοῦ. δειχθήσονται δὲ καὶ ἐν τούτῳ δύο ἀντιστρέφουσαι. ἐπὶ δὲ τῶν δύο τῶν ἐπὶ μέρους ἀποφατικὸν συναγόντων δεῖ μέν, ὡς εἰρήκαμεν, τὴν μείζονα πρότασιν ἔχειν τὸ καθόλου· γίνεται δὲ ἡ ἐλάσσων ἐν ἀμφοτέροις ἐπὶ μέρους. ἐν ᾧ μὲν οὖν ἡ μείζων καθόλου τέ ἐστι καὶ ἀποφατικὴ ἡ δὲ ἐλάττων ἐπὶ μέρους καταφατική, τρίτος οὗτος ἔσται, ἐπεὶ δι’ ἀντιστροφῆς τῆς μείζονος προτάσεως τὸ ἀναγκαῖον τὸ ἐν αὐτῷ φανερὸν γίνεται· ἀντιστραφείσης γὰρ ταύτης γίνεται ὁ ἐν τῷ πρώτῳ σχήματι τέταρτος ἀναπόδεικτος. ἡ γὰρ ἀντιστροφὴ εἰ καὶ μὴ ἄντικρυς εἴληπται ἐν ταῖς προτάσεσιν, ἀλλὰ δυνάμει γε. διὸ καὶ ἧττόν γε ἀτελὴς οὗτος τοῦ μετ’ αὐτόν, ὃς ἔχει τὴν μείζονα πρότασιν καθόλου καταφατικὴν τὴν δὲ ἐλάττονα ἐπὶ μέρους ἀποφατικήν· οὗτος γὰρ οὐχ οἷός τε δειχθῆναι δι’ ἀντιστροφῆς, ἀλλὰ καὶ πλείονος δεῖ βοηθείας· διὰ γὰρ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς τὸ ἐν τούτῳ δείκνυται ἀναγκαῖον, ἐν ᾗ δείξει ἔξωθεν πρότασίς τις παραλαμβάνεται, ἣ οὐχ ὑπὸ τῶν ὑποκειμένων δηλοῦται. οὐ μὴν ἐπ’ ἄλλων ὅρων καὶ ἐπ’ ἄλλου δειχθέντος2 τὸ προκείμενον συνάγεται· ὁ μὲν γὰρ συλλογισμὸς γίνεται τοῦ ἀντικειμένου, ἀδυνάτου δὲ ἐκείνου φανέντος τῇ ἐκείνου ἀναιρέσει τοῦτο πιστοῦται ὂν ἀντικείμενον αὐτῷ, ὡς δειχθήσεται. οἱ δὲ δι’ ἀντιστροφῶν συνάγοντες αὐτὸ τὸ προκείμενον συλλογίζονται. δεόμενος δὲ τοσαύτης βοηθείας εἰκότως ἀτελέστερός ἐστι καὶ τὴν ἐσχάτην χώραν ἔχει τῶν ἐν τούτῳ τῷ σχήματι, ἐπεὶ οἱ πρὸ αὐτοῦ τρεῖς δεικνύμενοι δι’ ἀντιστροφῆς δύνανται δείκνυσθαι καὶ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, ὁ δὲ τέταρτος οὐκέτι δι’ ἀντιστροφῆς δυνάμενος δείκνυσθαι διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς μόνον τὴν πίστιν λαμβάνει τοῦ συλλογισμὸς εἶναι.3 ἐξετάζων δὲ καὶ τὰς ἐν τούτῳ τῷ σχήματι συζυγίας, τίνες εἰσὶ καὶ πόσαι μὲν καὶ ποῖαι συλλογιστικαὶ ποῖαι δὲ ἀσυλλόγιστοι, καὶ διὰ στοιχείων ποιεῖται τὰς τῶν συζυγιῶν ἐκθέσεις, ὥσπερ καὶ ἐπὶ τοῦ πρώτου σχήματος· χρῆται γὰρ στοιχείοις οὐ τοῖς Α, Β, Γ, οἷς ἐν τῷ πρώτῳ σχήματι, ἀλλὰ τοῖς Μ, Ν, Ξ, μέσον μὲν λαμβάνων τὸ Μ τὸ ἀμφοτέρων κατηγορούμενον καὶ τὴν πρώτην ἔχον τάξιν ἐν τῇ καταγραφῇ, μείζονα δὲ ἄκρον τὸ Ν ἐφεξῆς κείμενον μετὰ τὸν μέσον, ἔσχατον δὲ καὶ ἐλάττονα τὸ Ξ. ὅτι δὲ μηδεμιᾶς οὔσης στερητικῆς προτάσεως οὐκ ἔσται συλλογιστικὴ συζυγία ἐν τούτῳ τῷ σχήματι, ἐδήλωσεν εἰπὼν ἂν πρὸς ὁποτερῳοῦν ᾖ τὸ στερητικόν· ἄλλως δὲ οὐδαμῶς. εἰσὶ δὲ καὶ ἐν τούτῳ τῷ σχήματι ἀσυλλόγιστοι συζυγίαι χωρὶς τῶν ἀδιορίστων δεκαδύο, ὡς δείκνυσιν, ἐπεὶ αἱ πᾶσαι ἑκκαίδεκα.

“因此,在[词项]全称的情况下,只要中项属于一个项的全部而不属于另一个项的任何部分,无论否定附加于哪一个项,都将有三段论;但在其他情况下绝不然。” 我们已经说过,如果这一格中的诸前提要产生三段论的结合,它们在质上必须是不同形的(一肯定一否定)。而当两个前提都是全称的,并且也是不同形的时候,无论大前提是否定而小前提是肯定,还是相反,都会产生三段论;因为如此构成的两种结合都是能得出结论的,推导出一个全称否定[命题]。正如前面所说,在这一格中也有四种能得出结论的前提结合,正如在第一格中一样:两种由全称前提构成,两种由另一前提即小前提为特称[的前提构成]。这些三段论的次序如下:首先是由全称前提推导出全称否定命题的两个[三段论];因为在这一格中推导不出任何肯定命题,因为〔三段论〕也不是由同质的前提构成的。而这两个是首要的;因为全称比特称更尊贵且在先。在这两个之中,最先的当是大前提为全称否定而小前提为全称肯定的那一个;因为这一三段论需要一次换位,以便使其内在的必然性显明易见;因为正如将要展示的那样,大前提换位后,它就被归约为第二种不可证的[基本]三段论。而具有全称肯定大前提的那一个将排在它之后;因为这一个需要两次换位,以证明大极端不属于小极端的任何部分。因此,由于比它前面的那一个需要更多的协助,它理所当然地排在它之后,比它更不完全。而且在这一三段论中,也将表明有两个[前提]进行换位。至于推导出特称否定命题的两个[三段论],正如我们所说,大前提必须具有全称性;而在两者中小前提都成为特称的。因此,在大前提为全称否定而小前提为特称肯定的那一三段论中,这将是第三个,因为通过大前提的换位,其内在的必然性变得显明易见;因为换位之后就产生了第一格中的第四种不可证三段论。因为换位即便没有直接包含在诸前提中,至少在潜能上已被包含。因此,这一三段论也比它后面的那一个较少不完全,后者具有全称肯定的大前提和特称否定的小前提;因为后者无法通过换位得到证明,而是需要更多的协助;因为在它之中的必然性是通过归谬法来证明的,在这一证明中从外部引入了某种未被所设定的前提直接指示的前提。但这并不是说,在其他词项上并在证明了另一件事情的情况下,所提出的命题被推导出来;因为三段论是针对相矛盾的反面命题进行的,当那个命题显得不可能时,通过对它的否定,与它相反的这个[所提出的命题]就得到了确证,正如将要展示的那样。而那些通过换位进行推导的〔三段论〕,则是直接推论出所提出的命题本身。由于需要如此多的协助,这[第四个三段论]理所当然地更不完全,并在这一格的诸三段论中占据最后的位置;因为排在它前面的三个通过换位被证明的三段论也能通过归谬法被证明,而第四个由于不再能通过换位被证明,仅通过归谬法获得它是三段论的确认。并且,在考察这一格中的结合有哪些、有多少、哪些是能得出结论的以及哪些是不能得出结论的过程中,[亚里士多德]也像在第一格中那样,通过字母对诸结合进行列举说明;因为他使用的字母不是在第一格中所用的Α、Β、Γ,而是Μ、Ν、Ξ,他取Μ作为中项,它在两项中都被作谓词陈述并且在图式中居于第一位;取随中项之后放置的Ν作为大极端,取最后的Ξ作为小极端。至于在没有任何否定前提的情况下这一格中不会有能得出结论的结合,他通过说“无论否定附加于哪一个项;但在其他情况下绝不然”而表明了这一点。正如他所表明的,在这一格中除无定结合外,也存在十二种不能得出结论的结合,因为总共是十六种。

语法注3 条
  1. 2.2ἀνομοιοσχήγονες

    抄本或校勘本中出现的笔误,正字应为 ἀνομοιοσχήμονες(在质上不同形的),呼应前文的 ἀνομοιοσχήμονας。在条件从句中作 αἱ προτάσεις 的谓词性形容词。

  2. 2.2ἐπ’ ἄλλων ὅρων καὶ ἐπ’ ἄλλου δειχθέντος

    介词 ἐπί 同时支配属格名词短语 ἄλλων ὅρων 与实质化的中性单数分词短语 ἄλλου δειχθέντος,意为“在其他词项上,并且在另一事物已被证明的情况下”。

  3. 2.2τοῦ συλλογισμὸς εἶναι

    带冠词不定式的属格,修饰前面的名词 τὴν πίστιν(确认、确证),起同位/解释性属格的作用(“作为三段论的确证”)。συλλογισμός 为不定式 εἶναι 的表语名词。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:76.18-78.9