← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§76.1-76.17

第二格三段论的不完全性与成立条件

注解亚里士多德《前分析篇》27a1,说明在第二格中不存在完全的三段论,而只存在需要换位或归谬法的不完全三段论,并且只有在两前提皆为全称或小前提为特称时推论才得以成立。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1

" Τέλειος μὲν οὖν οὐκ ἔσται συλλογισμὸς ἐν τούτῳ τῷ σχήματι, δυνατὸς δὲ ἔσται καὶ καθόλου καὶ μὴ καθόλου τῶν ὅρων ὄντων." Τελείους εἶπε συλλογισμοὺς τοὺς ἐκ τῶν κειμένων φανερὸν τὸ ἀναγκαῖον ἔχοντας, οἷοι ἐδείχθησαν ὄντες οἱ ἐν τῷ πρώτῳ σχήματι, ἀτελεῖς δὲ τοὺς ἔξωθεν προσδεομένους τινὸς ἢ τινῶν, ἃ ἔστι μὲν ἀναγκαῖα διὰ τῶν ὑποκειμένων ὅρων, οὐ μὴν εἴληπται διὰ προτάσεως.1 τοιοῦτοί εἰσιν οἱ ἔν τε τούτῳ τῷ σχήματι καὶ οἱ ἐν τῷ τρίτῳ· οἱ μὲν γὰρ τρεῖς τῶν ἐν τούτῳ τῷ σχήματι ἀντιστροφῆς προσδέονται πρὸς τὸ φανερὸν τὸ ἐν αὐτοῖς ἀναγκαῖον γενέσθαι, ὁ δὲ τέταρτος διὰ μὲν ἀντιστροφῆς οὐ δείκνυται, διὰ δὲ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς δείκνυται αὐτοῦ ἡ ἀνάγκη τῆς συναγωγῆς. τὸ δὲ δυνατὸς δ’ ἔσται καὶ καθόλου καὶ μὴ καθόλου τῶν ὅρων ὄντων δηλωτικόν ἐστι2 τοῦ καὶ ἐξ ἀμφοτέρων καθόλου τῶν προτάσεων οὐσῶν δύνασθαι γενέσθαι συλλογισμὸν καὶ ἐν τούτῳ τῷ σχήματι καὶ μὴ οὐσῶν ἀμφοτέρων καθόλου, ἀλλὰ δῆλον ὅτι τῆς ἑτέρας ἐπὶ μέρους, τοῦτ’ ἔστι τῆς ἐλάττονος· ἀμφοτέρων γὰρ ἐπὶ μέρους οὐσῶν οὐδεὶς γίνεται συλλογισμός· ἀλλ’ οὐδ’ ἂν ἡ μείζων ἐπὶ μέρους γένηται, ὡς εἰρήκαμεν.

“因此,在这一格中将不会有完全的三段论,但无论在词项全称还是非全称的情况下,[三段论]都将是可能的。” [亚里士多德]将那些从所设定的前提中使必然结论显明易见的三段论称为完全的三段论,正如第一格中的三段论已被证明是这样的;而将那些从外部额外需要一件或多件事物的三段论称为不完全的,这些事物通过所设定好的词项固然是必然的,却并未通过前提被设定。在这一格中的三段论以及在第三格中的三段论正是如此;因为在这一格中的三个[三段论]为了使它们之中的必然结论变得显明易见而额外需要换位,但第四个[三段论]却不是通过换位被证明的,而是通过归谬法证明其推导的必然性。而“无论在词项全称还是非全称的情况下都将是可能的”这一句指示出,在这一格中,无论在两个前提都是全称的情况下,还是在两个前提并非都是全称而是显然其中一个前提即小前提是特称的情况下,都可能产生三段论;因为在两个前提都是特称的情况下不会产生任何三段论,而且正如我们所说,如果大前提变成特称的,也不会产生。

语法注2 条
  1. 2.1ἃ ἔστι μὲν ἀναγκαῖα διὰ τῶν ὑποκειμένων ὅρων, οὐ μὴν εἴληπται διὰ προτάσεως

    关系代词 ἃ 为中性复数,接续先行词 τινὸς ἢ τινῶν(属格中性,意为推导所需的外部补充要素)。随后的两个介词短语 διὰ τῶν ὑποκειμένων ὅρων(“通过所设定的词项”)与 διὰ προτάσεως(“通过前提”)构成对照,展示了不完全三段论(ἀτελεῖς)的定义结构:这些补充要素在逻辑上根据所设词项固然是必然的,但并未在命题前提中被明示设定。

  2. 2.1τὸ δὲ δυνατὸς δ’ ἔσται καὶ καθόλου καὶ μὴ καθόλου τῶν ὅρων ὄντων δηλωτικόν ἐστι

    主语是带有定冠词的引用句 τὸ δὲ δυνατὸς δ’ ἔσται... ὄντων(中性单数主格),述语形容词 δηλωτικόν 支配属格补足语 τοῦ ... δύνασθαι(冠词加不定词结构)。对于引文中属格独立结构 τῶν ὅρων ὄντων(“当词项为……”)里“词项是全称/非全称”的表达,亚历山大在注释中将其明确转换为 τῶν προτάσεων οὐσῶν(“当命题前提为……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:76.1-76.17